- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:15-16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信帝国官员阿卡狄乌斯,为其同胞转达恳请并致以敬意;随后质问异端欧诺米,指出若其自诩能知晓神圣本质,便应先阐明渺小蚂蚁的生理构造与本性。
Ἀρκαδίῳ κόμητι πριβατῶν Ἔδωκαν μείζονα τὴν χάριν ἢ ἔλαβον οἱ πολῖται τῆς μητροπόλεως ἡμῶν, παρασχόμενοί μοι ἀφορμὴν τῶν πρὸς τὴν σὴν τιμιότητα γραμμάτων. αὐτοῖς μὲν γὰρ ἡ φιλανθρωπία, ἧς ἕνεκεν τὴν ἐπιστολὴν ἔλαβον παρʼ ἡμῶν, καὶ πρὸ τῶν ἡμῶν γραμμάτων ὑπῆρχε, διὰ τὴν συνήθη καὶ τὴν ἐκ φύσεως ἐνυπάρχουσάν σοι πρὸς πάντας ἡμερότητα. Ἡμεῖς δὲ τὴν ἀφορμὴν τοῦ προσφθέγγεσθαί σου τὴν ἀμίμητον καλοκἀγαθίαν μέγιστον κέρδος ἐθέμεθα, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ προκόπτοντί σοι ἐν τῇ πρὸς αὐτὸν εὐαρεστήσει καὶ ἐπὶ μεῖζον τῆς περὶ σὲ περιφανείας αὐξανομένης, αὐτοί τε ἐπευφραίνεσθαι καὶ τοῖς εὐεργετουμένοις ὑπὸ τῆς σῆς ἐπιστασίας συνήδεσθαι· λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντάς1 σοι τὰ γράμματα ἡμῶν ἡμέρως ἰδεῖν, καὶ ἀποπέμψασθαι μετὰ πάντων καὶ αὐτούς, ἀνυμνοῦντας τὴν σὴν πραότητα, ἀεὶ μαθόντας ὅτι οὐκ ἄχρηστος αὐτοῖς ἡ παρʼ ἡμῶν πρεσβεία πρὸς τὴν ἀνυπέρβλητόν σου καλοκἀγαθίαν γεγένηται.
致私产伯爵阿卡狄乌斯 我们首府的市民给予我的恩惠,实大于他们所领受的,因为他们为我提供了向阁下的尊贵致信的契机。盖因他们从我们这里获得信函所求的仁爱,由于阁下对待众人一贯自然流露的温良,在我们的书信送达之前便已存在。 至于我们,则将得以问候阁下无可比拟的高风亮节之机视为莫大的幸事,祈求神圣的天主,使阁下在取悦祂的事上日见进益,环绕阁下的崇高声望益发显赫,使我们自己得以欢欣,并与在阁下统理下蒙恩的人们同享喜乐;亦求阁下温和地接见那向阁下呈递我们信函的人,并在打发他们同众人一并离去时,使他们赞美阁下的温顺,并深知我们向阁下无与伦比的高德所作的转祷绝非徒劳。
Πρὸς Εὐνόμιον τὸν αἱρετικόν Ὁ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινὶ πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως παρέβαλεν ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν καταληπτικὴν φαντασίαν. Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ σμικρότατον τῶν προφαινομένων, ὅπως ἔχει φύσεως,2 ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή· εἰ ὀστέοις τὸ σῶμα διείληπται· εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται·3 εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρατείνεται· εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος, τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· εἰ μονώνυχόν ἐστιν, ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον, καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον· καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλʼ οἱ μὲν τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται. Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπικομπάζων, τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω· εἶθʼ οὕτω φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάληπτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι;
致异端者欧诺米 那宣称存在之物的发现是触手可及之人,必定是以某种途径与次序,通过对存在之物的认识运用了自己的理性;并且通过把握那些易于理解且较为微小之物而受到锻炼,由此才将自己提升至那超越一切心智的把握性表象。 那么,狂妄自诩已经完全把握关于存在之物知识的人,且让他阐释一下显现之物中最微小者究竟具有怎样的本性,并说出蚂蚁的本性究竟为何:其生命是否维系于气息与呼吸;其躯体是否由骨骼所划分;其关节构造是否由筋腱与韧带所张紧;其神经的位置是否由肌肉与腺体的包裹所固定;其脊髓是否由头顶沿脊椎贯通至尾部;是否借由筋膜的包被而向运动的肢体赋予冲动力;其体内是否有肝脏,肝脏上是否有胆囊,是否有肾脏、心脏、动脉与静脉、薄膜与横膈膜;它是光洁的还是长毛的;是单蹄的还是具有多裂的足爪;它活多久,它们彼此繁衍的方式为何;所生之物在腹中孕育多久;以及为何并非所有的蚂蚁都是步行的,也并非全都是有翅的,而是有的在地上爬行,有的则在空中飞掠。 因此,那夸耀关于存在之物知识的人,且先说说蚂蚁的本性;然后再来探讨那超越一切心智的力量。若是你连最微小的蚂蚁之本性都尚未能以知识加以囊括,又怎敢妄自夸口能想象出天主那不可捉摸的伟力?
- 15λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντας
承接前句分词 εὐχόμενοι 的不定式从句。动词 λαβεῖν 与不定式 ἰδεῖν 连用,表示“得以/获准温和地引见那些递信之人”,其逻辑主语依语境补出收信人“您”(σε)。
- 16ὅπως ἔχει φύσεως
动词 ἔχω 与表示状态的副词(或间接疑问词 ὅπως)连用,并接表范围或特性的属格(φύσεως),构成惯用句式,意为“在自然本性方面处于何种状况”。
- 16τὰς ἁρμονίας τετόνωται
τετόνωται 是 τονόω 的中被动态完成时第三人称单数。宾格 τὰς ἁρμονίας 既可解释为“关涉宾格”(在关节点方面被绷紧),亦可作为中动态的直接宾语(张紧其关节骨骼);在解剖学语境下,作被动意义与关涉宾格理解最为通顺。
