- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:165-167
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信阿斯科利乌斯主教,感谢其来信并寄送殉道者圣萨巴斯的圣髑;随后在致萨莫萨塔主教尤西比乌斯的两封信中,称赞其流放中坚守信仰的忍耐,并恳请其代祷与保持通信。
Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης Παλαιὰν ἡμῖν εὐχὴν ὁ ἅγιος Θεὸς ἐξεπλήρωσε, καταξιώσας ἡμᾶς γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι, καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων δι’ ἑαυτῶν ἀπολαῦσαι· ἐπειδὴ δὲ τοῦτο ἥ τε τοῦ τόπου διάστασις ἀφαιρεῖται, καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ σου ἀγάπης τρέφεσθαι τὴν ψυχήν. ὃ καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου· πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων.1 καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾷν τὴν ψυχήν, οἷον δι’ ἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον ἡ πάντων μαρτυρία παρίστησιν, ἀλλʼ ὅτι τὰ ἐν σοὶ καλὰ τῆς πατρίδος ἡμῶν ἐστὶ σεμνολογήματα. οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. ὥστε εἰκότως ἡ πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις, ἐδόξαζε τὸν Θεόν, ἀκούουσα τὴν τῶν πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἔν σοι. Οἷα δέ σου καὶ τὰ παρόντα; μάρτυρι, νέον ἀθλήσαντι ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου, τὴν ἐνεγκοῦσαν ἐτίμησας,2 οἷόν τις εὐγνώμων γεωργὸς τοῖς παρασχομένοις τὰ σπέρματα τὰς ἀπαρχὰς τῶν καρπῶν ἀποπέμπων. ὄντως πρέποντα ἀθλητῇ Χριστοῦ τὰ δῶρα· μάρτυς τῆς ἀληθείας ἄρτι τὸν τῆς δικαιοσύνης ἀναδησάμενος στέφανον· ὃν καὶ ὑπεδεξάμεθα χαίροντες, καὶ ἐδοξάσαμεν τὸν Θεὸν τὸν ἐν πᾶσι τοῖς ἔθνεσι πληρώσαντα λοιπὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ. παρακέκλησο δὲ καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ σπουδαίως ὑπὲρ τῶν ψυχῶν ἡμῶν προσεύχεσθαι τῷ Κυρίῳ, ἵνα καταξιωθῶμέν ποτε ἄρξασθαι καὶ αὐτοὶ δουλεύειν τῷ Θεῷ κατὰ τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ, ἃς ἔδωκεν ἡμῖν εἰς σωτηρίαν.
致帖撒罗尼迦主教阿斯科利乌斯: 圣洁的上帝成全了我们久已怀存的愿望,使我们有幸读到出自您真实敬虔之心的书信。固然,至大且值得倾注最大热忱之事,莫过于亲自得见您并为您所见,且亲身领受您身上圣灵的恩赐;然而既然地域的相隔以及分别束缚我们两人的境况剥夺了这一可能,退而求其次所值得祈愿的,便是借着您在基督里的爱所发出的频密书信来滋养心灵。而如今当我们将您明智的书信捧在手中时,这愿望便已临到我们;因为在享受这来信的慰藉中,我们所获得的欢欣何止加倍。事实上,人们甚至真能看清您的灵魂本身,正如透过您的言辞这一明镜所映射出来的那样。使我们的喜悦倍增的,不仅在于您正如众人的见证所显明的那般卓绝,更在于您身上的美德乃是我们故土的荣耀谈资。因为您如同一根出自高贵根基的繁茂枝条,使异国之地充满了属灵的果实。因此,我们的故土理所当然地为自己的苗裔感到自豪。当您为了信仰经历赛程之苦斗时,故土听闻父辈的优良传承在您身上得以保全,便归荣耀于上帝。 而您当下的作为又是何等崇高!借由一位最近在您毗邻的蛮族之地战胜艰难的殉道者,您尊崇了养育〔您〕的故土,恰似一位知恩的农夫向提供种子的人奉还初熟的果实。这诚然是配得上基督勇士的礼物:一位刚刚戴上公义冠冕的真理殉道者;我们也欢喜地迎接了他,并赞美了那位终于使自己基督的福音传遍万民的上帝。还请您在祈祷中顾念深爱着您的我们,热切地为我们的灵魂向主祈祷,好叫我们有朝一日也配沿着祂为拯救我们而赐下的诫命之道,开始事奉上帝。
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵνʼ εἴπω τὸ τοῦ Δαβίδ), ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος. καὶ μακαριώτερος δὲ ὁ ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα, ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλʼ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης, καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης. Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν· ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. ὢ τῆς πραγματείας οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα·3 διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς εἰς τέλος, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον· ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει, καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σεαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας.
致萨莫萨塔主教尤西比乌斯: 我们极受敬重的弟兄尤普拉克修斯,在一切事上对我们而言都是尊贵的,且属于我们挚友之列,如今因着他对您的深情,显得更加尊贵、更加挚诚;他甚至在当下便奔赴您的敬虔之处(容我引用大卫的话),宛如一只母鹿以可饮的清泉止住巨大而难以忍受的干渴。得以接近您的人是有福的。而在为基督受苦与为真理流汗之上冠以如此冠冕的人,则是更有福的,在敬畏上帝的人中鲜有人能获此殊荣。因为您展现出的并非未经磨炼的美德,您也并非仅在风平浪静之时才正确航行并掌舵他人的灵魂,而是在试炼的困厄中彰显光芒,且通过毅然离开养育自己的故土,比迫害者站得更为崇高。 别人占有父辈的土地,我们却拥有天上的城;别人或许占有我们的主教座,我们却拥有基督。啊,这是何等的交易,在看轻了何等事物之后,我们领受了何等的事物!我们经历了水火;但我相信我们也必进入安歇之地。因为上帝绝不会彻底离弃我们,也不会对受迫害的纯正道理坐视不管;反倒会照着我们痛苦的繁多,以祂的安慰使我们欢喜。这正是我们所深信且祈求的。然而恳请您为我们的卑微代祷,且每逢有机会,切莫迟疑于借着书信祝福我们,并告知您的近况以使我们更加振作,正如您如今欣然应允所做的那样。
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καὶ τὸ τούτου μεῖζον, εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. ἡμεῖς δέ, εἰ μὲν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, κατηξιώθημεν ἂν4 καὶ μέχρι σου γενόμενοι περιπτύξασθαί σου τὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχόμενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν· προσαγορεύομεν τὴν σὴν τελειότητα, καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα, ὅτι λόγος ἡμῶν ἐστὶ παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα, ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.
致萨莫萨塔主教尤西比乌斯: 无论借着来信还是顾念,您都使我们欢欣,而比这更伟大的,是您在信中祝福我们。对于我们而言,倘若我们配得上您的苦难以及您为基督所作的奋斗,我们本会获准亲抵您的身旁,拥抱您的敬虔,并领受在苦难中坚忍的模范。然而既然我们深陷诸多患难与纷扰之中,不配得此殊荣,我们便行第二等之事:向您的完全致以问候,并请求您不要厌倦于顾念我们。因为得蒙您的书信对我们而言不仅是一种益处,而且在众人面前也是一种夸耀与光彩,因我们被这样一位在德行上如此伟大、与上帝拥有如此亲密关系的人所挂齿,以致他能够借着言语和榜样使他人也与上帝亲近。
- 165πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων
意为“我们的振奋何止加倍”的习惯性夸张表达。形容词 διπλάσιος(双倍的)之阳性复数宾格形式 διπλασίους 作为表语 与 ἐγενόμεθα 连用,随后的与格 τῇ ἀπολαύσει 作限制或原因与格(“借着/在对来信的享受中”)。
- 165μάρτυρι, νέον ἀθλήσαντι ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου, τὴν ἐνεγκοῦσαν ἐτίμησας
μάρτυρι(“借着一位殉道者”)是修饰动词 ἐτίμησας(“你尊崇了”)的手段与格。此外,τὴν ἐνεγκοῦσαν 是 φέρω 的阴性单数不定过去时分词实质化用法,作直接宾语,意为“生养你的故土”(即母邦,指卡帕多细亚)。全句结构为“借着……殉道者,你尊崇了生养你的故土”。
- 166ὢ τῆς πραγματείας οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα
感叹词 ὢ 后接感叹属格 τῆς πραγματείας(“何等的交易!”),紧接着由关系代词 οἵων 与 οἷα 构成的对照结构展开:οἵων 作分词 ὑπεριδόντες 支配的属格宾语(“轻视了何等的事物”),οἷα 作 κεκομίσμεθα 的直接宾语(“领受了何等的事物”)。
- 167εἰ μὲν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, κατηξιώθημεν ἂν
与事实相反的非真实条件句(反事实假设)。条件从句中省略了系动词 ἦμεν(即 εἰ μὲν ἄξιοι [ἦμεν]),主句则由 ἄν 搭配不定过去时直陈式(κατηξιώθημεν ἂν)构成,表达“如果我们配得上……,我们本就会被赐予……之荣幸(而事实并非如此)”。
