← 该撒利亚的巴西流

书信集

§164

致阿斯科利乌斯论殉道者与教会分裂的代祷

巴西尔热烈赞赏阿斯科利乌斯主教寄来的书信与殉道者的见证,追忆了昔日教会在迫害中葆有纯正信仰与和平的盛况,同时哀叹当下因异端肆虐而导致的教会分裂与荒凉惨状,并恳求对方为教会的复兴代祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§164

Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς μὲν οὐκ ἂν ῥᾳδίως ἐνδείξασθαι δυνηθείημεν, ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνάργειαν· αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ εἰκάζειν ὀφείλεις, τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. τί γὰρ οὐκ εἶχε τὰ γράμματα; οὐ τὴν πρὸς Κύριον ἀγάπην; οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς ἀθλήσεως ὑπογράφοντα, ὥστε ὑπʼ ὄψιν ἡμῖν ἀγαγεῖν τὰ πράγματα; οὐ τὴν περὶ ἡμᾶς αὐτοὺς τιμήν τε καὶ διάθεσιν; οὐχ ὅ τι ἂν εἴποι τις τῶν καλλίστων; ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα, καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις, καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι,1 ἡνίκα ἤνθουν αἱ ἐκκλησίαι τοῦ Θεοῦ, ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ, ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, φανεροὶ δὲ οἱ διωκόμενοι· πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο, καὶ τὸ αἷμα τῶν μαρτύρων ἄρδον τὰς ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς.2 τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν, εἰρήνην ἐκείνην, ἣν ὁ Κύριος ἡμῖν κατέλιπεν, ἧς νῦν οὐδʼ ἴχνος ἡμῖν λοιπὸν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπʼ ἀλλήλων ἀπεδιώξαμεν. πλὴν ἀλλʼ ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ τῆς μακρόθεν, ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων, δι’ ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο; τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα. Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες, καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα ὡς αὐτὴν παρασχομένην τῆς εὐσεβείας τὰ σπέρματα, εὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος, οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος καὶ τῇ ἐνεργείᾳ τῶν παρʼ αὐτοῦ χαρισμάτων, ὥστε3 καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι. ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τὴν τῶν αἱρετικῶν δυναστείαν. σχεδὸν γὰρ οὐδὲν μέρος τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν. τὰ δὲ σὰ διηγήματα, ἐνστάσεις ἀθλητικαί, σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν διωκόντων, αἱ διὰ πάντων ἐνστάσεις τῶν ἀγωνιζομένων, τὸ ξύλον, τὸ ὕδωρ, τὰ τελειωτικὰ τῶν μαρτύρων. τὰ δὲ ἡμέτερα οἷα; ἀπέψυκται ἡ ἀγάπη· πορθεῖται ἡ τῶν πατέρων διδασκαλία· ναυάγια περὶ τὴν πίστιν πυκνά· σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα· λαοὶ τῶν εὐκτηρίων οἴκων ἐξελαθέντες ἐν τῷ ὑπαίθρῳ πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην τὰς χεῖρας αἴρουσι. καὶ αἱ μὲν θλίψεις βαρεῖαι, μαρτύριον δὲ οὐδαμοῦ, διὰ τὸ τοὺς κακοῦντας ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν.4 ὑπὲρ τούτων αὐτός τε δεήθητι τοῦ Κυρίου, καὶ πάντας τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ εἰς τὴν ὑπὲρ τῶν ἐκκλησιῶν προσευχὴν συμπαράλαβε, ἵνα εἴπερ ἔτι χρόνοι τινὲς ὑπολείπονται τῇ συστάσει τοῦ κόσμου, καὶ μὴ πρὸς τὴν ἐναντίαν φορὰν συνελαύνεται τὰ πάντα, διαλλαγεὶς ὁ Θεὸς ταῖς ἑαυτοῦ ἐκκλησίαις ἐπαναγάγῃ αὐτὰς πρὸς τὴν ἀρχαίαν εἰρήνην.

致帖撒罗尼迦主教阿斯科利乌斯: 您的圣善寄来的书信使我们充满了何等的喜悦,我们实难轻易表明,因言辞在逼真描摹面前显得软弱无力;然而您自己凭着所写信件的优美来推断,理当在心中体察得到。因为信中何尝欠缺了什么呢?难道没有对主的爱吗?难道没有对殉道者的赞叹吗?那对战斗情状的描绘如此生动,以致将事实赫然呈现在我们眼前;难道没有对我们自身的敬意与深情吗?难道没有凡人所能言及的一切至美之事吗?以至于当我们亲手接到这封书信,反复诵读,并领会到信中洋溢的圣灵恩典时,竟以为自己置身于古昔的时代,那时上帝的诸教会正值盛期,扎根于信仰,合一于爱德,宛如单一身体中各异的肢体存有同心的协奏;那时,施迫害者昭然若揭,受迫害者亦昭然若揭;民众虽受围攻,人数反倒增多,殉道者的鲜血浇灌着教会,培育出倍加众多的敬虔勇士,因后继之人受到先驱者热忱的鼓舞而纷纷登场应战。那时,我们基督徒彼此保有和平,即主留给我们的那份和平,而如今在我们中间却连其踪影亦荡然无存,我们竟如此残酷地将其从彼此之间驱逐出去。然而,我们的心灵终究重回了昔日的福乐,因为有书信自远方而来,绽放着爱德之美,更有殉道者从伊斯特尔河彼方的蛮族之地临到我们之中,亲自昭示着那方所秉持之信仰的纯正。因着这些事,谁能道尽我们灵魂中的欢愉?又有何等构想得出的言辞之力,能够生动传达我们心灵隐秘处的感受?当我们目睹这位勇士时,我们颂扬了他的教练,他因激励了众多之人投身于为敬虔而战的赛程,自己也必将从公义的审判官那里领受公义的冠冕。 既然您还使我们忆起了有福之人尤提凯斯,并将我们的故土赞誉为孕育敬虔种子的源泉,您借着对往事的追忆使我们欢欣,却又因揭露了眼前的惨状而使我们悲痛。因为我们之中无一人在德行上可与尤提凯斯相提并论,我们远未能以圣灵的大能和出自祂的恩赐之功用去化导蛮族,反倒因我们罪恶的深重,甚至使本性温顺之人也变得凶残。因为我们认定,异端分子的霸权蔓延至如此地步,根由全在我们自身和我们的罪孽。普天下几乎没有一处躲过了因异端而起的烈火。然而,您所叙述的却是勇士般的坚守、为了敬虔而被撕裂的肉身、无畏之心对蛮族暴怒的轻蔑、迫害者各式的酷刑、奋战者历经一切磨难的屹立不倒,以及木桩、流水与成就殉道者完满归宿之诸事。反观我们自身的情形又是如何呢?爱心已然冷淡;父辈的教导惨遭践踏;信仰上的触礁频频发生;敬虔之人的口舌缄默;民众被逐出祈祷之所,在露天之下向天上的主宰举手呼求。尽管患难深重,殉道之名却无处可寻,因为加害于我们的人,竟与我们承受着同样的称谓。为了这些事,请您亲自向主恳求,并招聚基督所有高贵的勇士一同为教会代祷,好叫倘若世间存立的时日尚有留存,万物尚未被驱赶至截然相反的终局,上帝能与祂的教会和好,引它们重返昔日的和平。

语法注4 条
  1. 164ὥστε... νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι

    由 ὥστε 接不定词 νομίσαι 构成的结果从句。它紧随前面一系列反问句(如 τί γὰρ οὐκ εἶχε τὰ γράμματα? 等),引出强烈的情感结果:“以至于我们竟以为……”。宾格 ἡμᾶς 充当 νομίσαι 的逻辑主语,同时也作为其统辖的间接引语不定词 γεγενῆσθαι 的逻辑主语。

  2. 164τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς

    ἐπαποδυομένων τῶν ἐφεξῆς 构成独立属格结构,其中 τῶν ἐφεξῆς(后继之人)为分词的逻辑主语。动词 ἐπαποδύομαι 意为“脱衣投身竞技或战斗”。句首的与格 τῷ ζήλῳ(热忱)为原因或工具与格,表示“在先驱者的热忱鼓舞下挺身应战”。

  3. 164τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι... ὥστε...

    短语 τοσοῦτον ἀπέχω + 不定词意为“远未做到某事(非但未能……)”。尽管此类结构常带属格冠词的不定词(τοῦ + 不定词),此处直接承接单用不定词 ἐξημερῶσαι。随后的 ὥστε 从句(ὥστε καὶ... ἐξηγριῶσθαι)表达了其程度与反常的结果:“非但未能化导他们,反倒使温顺者都变得凶残”。

  4. 164διὰ τὸ τοὺς κακοῦντας ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν

    此句是由介词 διά 加上带中性单数宾格定冠词的不定词构成的宾格不定词短语(articular infinitive),表原因(“因……缘故”)。τοὺς κακοῦντας ἡμᾶς(加害于我们的人)作不定词 ἔχειν 的逻辑主语,其宾语为 τὴν αὐτὴν προσηγορίαν(相同的称谓),与格 ἡμῖν 与 τὴν αὐτήν 连用,表示“与我们相同的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:164