- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:162-163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信尤西比乌主教,说明因沉疴虚弱无法亲自探访的缘由并恳求祈祷(书信162);随后致信约维努斯伯爵,表达从书信中得见其心灵美德的喜悦,并述明因病难聚而期盼持续通函(书信163)。
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ἔοικέ μοι τοῦτο καὶ ὄκνον ἐμποιεῖν πρὸς τὸ γράφειν καὶ ἀναγκαῖον αὐτὸ πάλιν ὑποδεικνύναι. ὅταν μὲν γὰρ πρὸς τὸ τῆς ἐπιδημίας τῆς ἐμαυτοῦ ἀπίδω χρέος καὶ τὸ τῆς συντυχίας ὑπολογίσωμαι ὄφελος, πάνυ μοι τῶν ἐπιστολῶν ὑπερορᾷν ἔπεισιν1 ὡς οὐδὲ σκιᾶς λόγον ἐκπληροῦν δυναμένων πρὸς τὴν ἀλήθειαν· ὅταν δὲ πάλιν λογίσωμαι, ὅτι μόνη παραμυθία ἐστὶ τῶν μεγίστων καὶ πρώτων διαμαρτόντα προσειπεῖν ἄνδρα τοσοῦτον, καὶ ἱκετεῦσαι συνήθως ὥστε μὴ ἐπιλανθάνεσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν, οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι. τὴν μὲν οὖν ἐλπίδα τῆς παρουσίας οὔτε αὐτὸς ῥίψαι τῆς ψυχῆς βούλομαι, οὔτε τὴν σὴν θεοσέβειαν ἀπογνῶναι. αἰσχύνομαι γὰρ εἰ μὴ ταῖς σαῖς εὐχαῖς τοσοῦτον φανείην θαρσῶν, ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι, εἰ τούτου γένοιτο χρεία, οὐχ ὅπως2 ἐρρωμενέστερος μικρὸν ἐξ ἀσθενοῦς καὶ ἐξιτήλου παντάπασιν, ὁποῖος δὴ νῦν εἰμί. Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλʼ οὐδὲ σχόντι ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν, ὥστε παντοδαπὴν καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχρι νῦν πυρετοὶ καὶ διάρροιαι, καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά με ἐπιβαπτίζοντα ὑπερσχεῖν οὐκ ἐᾷ. τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν, εἴποι ἂν καὶ ὁ ἀδελφὸς Βάραχος, εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλʼ ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑπερθέσεως. πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθʼ ἡμῖν λυθήσεσθαι ῥᾳδίως τὰ δυσχερῆ.
致萨摩萨塔主教尤西比乌: 这番情由在我看来,既令人对提笔写信产生退缩,又再次表明写信乃是必要之举。因为每当我着眼于自己前去探访的本分,并衡量相聚的益处时,心中便油然生出对书信的全然蔑视,深感它们对照于现实甚至连影子的功用都无法充当;然而,每当我转念想到,对于错失了最重大、最首要之福分的人而言,能够致意于如此卓越之人,并依循惯例恳求您在祈祷中切莫遗忘我们,乃是唯一的安慰时,心中便又油然觉得书信的分量绝非微不足道。因此,对于亲自前来的希望,我既不愿自己从心灵中弃绝,亦不愿您的虔敬对此感到绝望。因为倘若我在您的祈祷上所显出的信靠,竟不能达到若有需要便能从衰老变为年轻的地步,我定会感到羞愧,更不必说从如今这般全然虚弱枯竭的状态中稍微恢复健壮了。 至于未能即刻前往的原因,用言语实难尽述,这不仅因为我受到当前病痛的阻碍,更因为我从未具备如此雄辩的口才,足以将错综复杂的各样病症清晰陈述。唯有一点:自复活节那天起直至今日,高热、腹泻与内脏的剧烈翻腾,如波涛般将我沉溺,令我无法抬头浮出水面。目前的境况如何、究竟怎样,巴拉科斯弟兄也能奉告,即便不能尽合实情,亦足以证明延期成行的缘由。但我深信,只要您真诚地与我们同心祈祷,我们一切的艰难都必将迎刃而解。
Ἰοβίνῳ κόμητι Εἶδόν σου τὴν ψυχὴν ἐν τοῖς γράμμασι. καὶ γὰρ τῷ ὄντι οὐδεὶς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόρρητα. τότε γὰρ τὸ τοῦ ἤθους εὐσταθές, καὶ τὸ τῆς τιμῆς ἀληθινόν, καὶ τὸ τῆς γνώμης ἐν πᾶσιν ἀκέραιον ἱκανῶς ἡμῖν ὁ ἐν τοῖς γράμμασι λόγος ἐχαρακτήρισεν· ὅθεν καὶ μεγάλην ἡμῖν παραμυθίαν τῆς ἀπολείψεώς σου παρέσχετο. μὴ τοίνυν διαλίπῃς τῇ ἀεὶ παραπιπτούσῃ προφάσει χρώμενος πρὸς τὸ ἐπιστέλλειν καὶ τὴν διὰ μακροῦ ταύτην ὁμιλίαν χαρίζεσθαι· ἐπειδὴ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀπόγνωσιν ἡμῖν λοιπὸν ἡ ἀσθένεια τοῦ σώματος ἐμποιεῖ. ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι3 ὁ θεοφιλέστατος ἐπίσκοπος Ἀμφιλόχιος, ὁ καὶ γνωρίσας τῷ ἐπὶ πλεῖον συγγεγενῆσθαι ἡμῖν καὶ δυνατὸς ὢν λόγῳ παραστῆσαι τὰ θεαθέντα. γνωρίζεσθαι δὲ βούλομαι τὰ ἐμαυτοῦ δυσχερῆ οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τῆς πρὸς τὸ ἐφεξῆς συγγνώμης, ὡς μὴ ῥᾳθυμίας ἔχειν κατάγνωσιν ἐὰν ἄρα ἐλλίπωμεν τὴν ἐπίσκεψιν ὑμῶν. καίτοιγε οὐκ ἀπολογίας μᾶλλον ἢ παραμυθίας δεῖ πρὸς τὴν ζημίαν ταύτην. εἰ γὰρ ἦν μοι δυνατὸν συνεῖναί σου τῇ σεμνότητι, πολλῷ ἂν ἐγὼ τῶν παρʼ ἄλλοις σπουδαζομένων ταύτην ἐμαυτῷ προτιμοτέραν ἐθέμην.
致约维努斯伯爵: 我在您的来信中看见了您的灵魂。事实上,没有任何画师能像言语勾勒出心灵隐秘处那般精准地捕捉身体的特征。因为在那时,书信中的言辞向我们充分彰显了您性情的稳健、敬意的真挚,以及在凡事上心意的纯正;因此,它亦为我们因您不在身边而带来的缺憾提供了极大的安慰。所以,切莫停歇,请利用每一个降临的由头提笔致信,赐下这隔空的交谈;因为身体的虚弱如今使我们对面对面的相聚陷入绝望。这病势有多沉重,极蒙上帝所爱的主教安菲罗修自会向您陈明,他因与我们相处更久而深知实情,且能用言语描摹所目睹之景。我之所以希望自己的困厄为人所知,绝非为着别的缘故,仅是为了求得对往后的谅解,免得我们若终究未能探访您,会背负怠惰的指责。然而,面对这一损失,所需要的与其说是辩白,不如说是安慰。因为倘若我能够陪伴在您威严的身旁,我定会将此看得远比旁人所汲汲以求的一切更为珍贵。
- 162πάνυ μοι τῶν ἐπιστολῶν ὑπερορᾷν ἔπεισιν
非人称结构 ἔπεισί μοι(我心中涌起……的冲动)后接不定式 ὑπερορᾷν(轻视、看不起),后者支配属格 τῶν ἐπιστολῶν(书信)作其宾语。此结构与后文的对应分句 οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι 形成呼应。
- 162οὐχ ὅπως
惯用短语 οὐχ ὅπως(更不必说……,休说……)。紧承前文极端的假设 ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι(甚至能从老者返老还童),以引入一个相比之下更为容易实现的情形,即从虚弱中稍获健康更是不在话下。
- 163ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι
先取结构(prolepsis)。指代前文 ἀσθένεια(虚弱/病势)的宾格关系代词 ἣν 被提前置于主动词 ἐρεῖ 的直接宾语位置,但在逻辑上实质充当间接疑问从句 ὁπόση ἐστίν 的主语(即“他将告诉你那病痛有多大”)。
