- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:161
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔勉励新晋主教安菲罗修顺应圣召、在异端风暴中忠心牧养教会,并言及自身沉疴,切盼其尽快探访并代祷。
Ἀμφιλοχίῳ, χειροτονηθέντι ἐπισκόπῳ Εὐλογητὸς ὁ Θεός, ὁ τοὺς καθʼ ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος, καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς, καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων· ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι’ ἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας, καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας,1 ὥστε ἀνθρώπους ζωγρεῖν τῷ Κυρίῳ καὶ ἕλκειν ἀπὸ τοῦ βυθοῦ εἰς τὸ φῶς τοὺς ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. λέγε οὖν καὶ σὺ τὰ τοῦ μακαρίου Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου, ποῦ φύγω; τοιαῦτα γὰρ θαυματουργεῖ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. ὄνοι ἀπόλλυνται, ἵνα βασιλεὺς Ἰσραὴλ γένηται. ἀλλʼ ἐκεῖνος μὲν Ἰσραηλίτης ὢν τῷ Ἰσραὴλ ἐδόθη· σὲ δὲ ἡ θρεψαμένη καὶ πρὸς τοσοῦτον ἀναβιβάσασα τῆς ἀρετῆς ὕψος οὐκ ἔχει, ἀλλὰ τὴν γείτονα ὁρᾷ τῷ ἰδίῳ κόσμῳ σεμνυνομένην. ἐπειδὴ δὲ εἷς λαὸς πάντες οἱ εἰς Χριστὸν ἠλπικότες καὶ μία Ἐκκλησία νῦν οἱ Χριστοῦ, κἂν ἐκ διαφόρων τόπων προσαγορεύηται, χαίρει καὶ ἡ πατρὶς καὶ εὐφραίνεται ταῖς τοῦ Κυρίου οἰκονομίαις, καὶ οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ δι’ ἑνὸς ἐκκλησίας ὅλας προσειληφέναι.2 μόνον παράσχοι ὁ Κύριος καὶ παρόντας ὁρᾷν ἡμᾶς καὶ ἀπόντας ἀκούειν τὴν προκοπήν σου τὴν ἐν τῷ εὐαγγελίῳ καὶ τὴν εὐταξίαν τῶν ἐκκλησιῶν. Ἀνδρίζου τοίνυν καὶ ἴσχυε, καὶ προπορεύου τοῦ λαοῦ, ὃν ἐπίστευσε τῇ δεξιᾷ σου ὁ Ὕψιστος. καὶ ὡς νοήμων κυβέρνησιν ποιησάμενος, πάσης ζάλης ἀπὸ τῶν αἱρετικῶν πνευμάτων ἐγειρομένης ὑψηλότερος γενόμενος τῇ γνώμῃ, ἀβάπτιστον τοῖς ἁλμυροῖς καὶ πικροῖς τῆς κακοδοξίας κύμασι διαφύλασσε τὴν ὁλκάδα, ἀναμένων τὴν γαλήνην, ἣν ποιήσει ὁ Κύριος, ἐπειδὰν εὑρεθῇ φωνὴ ἀξία τοῦ διαναστῆσαι αὐτὸν πρὸς τὴν ἐπιτίμησιν τῶν πνευμάτων καὶ τῆς θαλάσσης. εἰ δὲ βούλει ἡμᾶς λοιπὸν ὑπὸ τῆς μακρᾶς ἀρρωστίας ἐπειγομένους πρὸς τὴν ἀναγκαίαν ἔξοδον ἐπισκέψασθαι, μήτε καιρὸν ἀναμείνῃς, μήτε τὸ παρʼ ἡμῶν σύνθημα, εἰδὼς ὅτι πατρικοῖς σπλάγχνοις πᾶσα εὐκαιρία ἐστὶ περιπτύσσεσθαι τέκνον ἀγαπητὸν καὶ λόγου παντὸς κρείττων ἡ κατὰ ψυχὴν διάθεσις. Βάρος δὲ ὑπερβαῖνον τὴν δύναμιν μὴ ὀδύρου. εἰ μὲν γὰρ αὐτὸς ἦς ὁ μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλʼ ἀφορητὸν παντελῶς.3 εἰ δὲ Κύριος ὁ συνδιαφέρων, Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει. μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι, μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένης σοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον. καὶ γὰρ ἀπέστειλέ σε Χριστὸς οὐχ ἑτέροις κατακολουθεῖν, ἀλλʼ αὐτὸν καθηγεῖσθαι τῶν σωζομένων. καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα, ἐὰν μὲν ἔτι ὦμεν ἐπὶ τῆς ζωῆς ταύτης, ἰδεῖν σε μετὰ τῆς ἐκκλησίας καταξιωθῶμεν· ἐὰν δὲ ἀπελθεῖν λοιπὸν προσταχθῶμεν, ἐκεῖ ὑμᾶς ἴδωμεν παρὰ τῷ Κυρίῳ, τὴν μὲν ὡς ἄμπελον εὐθηνοῦσαν ἐπʼ ἀγαθοῖς ἔργοις, σὲ δέ, ὡς σοφὸν γεωργὸν καὶ ἀγαθὸν δοῦλον ἐν καιρῷ διδόντα τοῖς ὁμοδούλοις τὸ σιτομέτριον, πιστοῦ καὶ φρονίμου οἰκονόμου τὸν μισθὸν κομιζόμενον. Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί σου τὴν εὐλάβειαν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης· εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύματος καὶ σοφίας φυλαχθείης.
致受祝圣为主教的安菲罗修: 上帝当受称颂,他在每一世代拣选蒙他喜悦的人,认明拣选的器皿,并任用他们以服事圣徒;如今,正如你自己所言,你逃避的不是我们,而是通过我们所预期的召命,上帝却以恩典那不可逃脱的罗网将你捕获,领你到了皮西迪亚的腹地,叫你为主活捉世人,将那些按魔鬼的心意被其俘获之人,从深渊中拉引到光明之中。因此,你自己也当说出那福乐之大卫的话:“我往哪里去躲避你的灵?我往哪里逃躲避你的面?”因为我们慈爱的主正是如此施行奇事。母驴走失,是为了让以色列的君王兴起。然而那个人本是以色列人,便归给了以色列;至于你,哺育你并使你登上如此德行高峰的故土却未能留住你,反而眼见邻邦因属于故土的荣美而夸耀。然而,既然一切仰望基督的人都是同一子民,属基督的人如今亦是同一教会——即便在不同地方依地名称呼——故土便也为主的经纶安排而欢欣雀跃,并不认为自己失去了一人,而是借着一人获得了各处整座整座的教会。但愿主赐恩,使我们无论是亲自在场得以目睹,还是不在场得以耳闻,都能知晓你在福音中的长进以及各教会的规矩整肃。 所以,当刚强作大丈夫,走在至高者托付于你右手的百姓前面。你要像一位精明的舵手掌好舵,在异端之风激起的一切风暴面前使心志居于其上,保守舟楫不被谬妄教理的咸苦波涛所淹没,静候主将施予的风平浪静——当找到那足以唤醒主去斥责风与海的声音之时。倘若你如今想要探望因缠绵沉疴而被催促迈向那必然归宿(死亡)的我们,既无需等待时机,亦不必等待我们的信号,因你深知,对为父的情肠而言,拥抱爱子的每一刻都是良机,发自灵魂的情意更超越一切言语。 切莫为力不能胜的重担而悲叹。因为若是由你独自承担此荷,它便不仅是沉重,而是全然无法忍受。但若是主与你一同分担,“你当把你的挂虑卸给主,他必成全。”唯有一事,劝你在凡事上务要留心:切不可让自己迎合败坏的风俗,反而当以神赐给你的智慧,将那些恶劣成见引向有益之事。因为基督差遣你,不是去跟从旁人,而是由你自己去作那得救之人的向导。我们亦恳求你为我们祷告,好叫我们若仍在今生,便蒙恩得以同教会一起见到你;若如今便奉命离世,亦能在彼处的主身旁见到你们——见教会如葡萄树因善行而茂盛,而你则如智慧的农夫,又如忠良的仆人在按时分粮给同作仆人者,领受忠心且精明管家的赏报。 与我们同在的众人皆向你的虔敬致意。愿你在主里康健畅快,蒙受保守,在圣灵与智慧的恩赐中得蒙悦纳。
- 161ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι’ ἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας, καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας
句首的定冠词 ὁ 与两个不定过去时分词 σαγηνεύσας 及 ἀγαγών 构成带冠词的分词短语(与前句的 ὁ ... ἐκλεγόμενος 并列),作前句 ὁ Θεός 的同位语。宾格 σε 是这两个分词的共同直接宾语,现在分词 φεύγοντα 则作修饰 σε 的表语性分词,表伴随/时间(“当你正在逃避之时”)。主干结构即为“(上帝)以恩典之网捕获了你……并将你领入皮西迪亚之中”。
- 161οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ δι’ ἑνὸς ἐκκλησίας ὅλας προσειληφέναι
由动词 ἡγεῖται(“认为”)统领的宾语不定式结构。动词 ζημιόω 主动语态常接表示受损者的宾格以及表示损失物的宾格/属格;因此其被动完成时不定式 ἐζημιῶσθαι 连同 ἕνα ἄνδρα 可作两种句法分析:(1) 主句主语故乡(ἡ πατρίς)亦是不定式的逻辑主语(“故土并不认为自己遭受了一人的损失”),ἕνα ἄνδρα 为被动态中保留的宾格(表示受损之物);(2) ἕνα ἄνδρα 作被动不定式的宾格主语(“并不认为有一人被损失了”)。鉴于后半句 δι’ ἑνὸς ἐκκλησίας ὅλας προσειληφέναι 的逻辑主语显然是故乡(“认为自己借一人获得了各处整座教会”),采取(1)使前后逻辑主语保持一致更为通顺自然。
- 161οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλʼ ἀφορητὸν παντελῶς
非真实条件句的结句(承接上文的 εἰ μὲν γὰρ αὐτὸς ἦς ὁ μέλλων...)。短语 οὐδὲ οὕτως 为惯用表达,意为“即便在那等情况下也绝非(仅仅是)沉重,而是全然不堪忍受”。未完成过去时加 ἄν(ἂν ἦν)表示与事实相反的假设推论,ἀλλʼ ἀφορητόν 承前省略了系动词 ἂν ἦν,在“沉重”(βαρύ)与“全然不可承受”(ἀφορητόν)之间构成了强烈的递进对比。
