← 该撒利亚的巴西流

书信集

§160#2

依律法与亲属秩序禁止娶亡妻之妹

作者基于律法对骨肉近亲结合的全面禁止以及对亲属性质秩序的混乱,论证了娶已故妻子之妹的非法性,并告诫克制情欲,以此结束书信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§160#2

Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλʼ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθίσταται. ἔχει γὰρ οὕτως ἡ λέξις. κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπʼ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι· διὸ μηδὲ τῆς ἐπʼ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλʼ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μύσους διαβολήν. πῶς οὖν, τὸ μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον ἐσιώπησεν; ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ἔτι ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου. Ἡμᾶς δὲ τί χρὴ ποιεῖν; τὰ γεγραμμένα λέγειν, ἢ τὰ σιωπηθέντα προσεξεργάζεσθαι; αὐτίκα τὸ μὴ δεῖν μιᾷ ἑταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱὸν ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ προφήτῃ μεγίστης κατηγορίας ἠξίωται. Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν τὸ μὲν τῶν δαιμόνων διδασκαλεῖον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλενϲ ὡς καὶ ἀπόστολος Παῦλός φησι· Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀρρένων ἀρρητοποιίας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων. ὥστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην. τὸ γάρ. Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι1 καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ θυγατέρα, οὕτως οὐδʼ ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. κοινὰ γὰρ ἐπʼ ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἐὰν δέ μοι παραναγινώσκῃ τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐκ ἐφόδιον εἰς ἀσέλγειαν. εἰ οὐκ ἐγκαρτερεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν. Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας.2 ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. μόνον γὰρ τὸ γένος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. πλείονά με λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς· εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλʼ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.

因为立法人似乎并未包揽各种罪行,而是特意禁止了以色列人所离开的埃及人的习俗,以及他们所迁往的迦南人的习俗。因为经文如此记载:“你们从前住的埃及地,那里人的行为,你们不可效法;我要领你们到的迦南地,那里人的行为,也不可效法;也不可照他们的恶俗行。”因此,很可能这种罪行在当时各邦国中并未盛行;所以立法人无需就此另设防范之规,而是借由不假言传的习俗便足以斥责这种污秽。那么,他为何在禁止了较大事由的同时,却对较小的事由保持了沉默呢?因为对于许多好肉欲之人而言,那位族长(雅各)的先例似乎对他们与尚存活的姐妹同居起到了不良的诱导作用。 那么我们当怎样行呢?是只讲述字面所记载的,还是进一步推求那未被明言的事?例如,父子不可同用一个娼妓,在这类律法中并未记载,然而在先知书中却被视作极重大的指控;因为经上说:“父子与同一个女子行淫。”至于污秽情欲的其他诸多种类,魔鬼的学堂所发明的,而圣经却避而不谈的,又有多少呢!圣经不愿以可耻之事的称谓来玷污自身的崇高,而是用总括的名称来斥责这些污秽;正如使徒保罗亦说:“至于淫乱并一切污秽,在你们中间连提都不可,方合圣徒的体统”,他是以“污秽”之名总括了男性与女性那些难以启齿的恶行。因此,沉默绝非给嗜好享乐之人带来许可。 而我更要说,这一部分根本未曾被略过,反而立法人已极严厉地予以禁止。因为“你不可亲近自己骨肉的任何近亲,露他们的下体”这句话,亦包含着这一类的亲属关系。对于一个男人而言,还有什么能比自己的妻子——或者不如说是自己的骨肉——更为亲近呢?因为他们不再是两个人,而是一体了。因此,通过妻子,她的姊妹便进入了丈夫的亲属关系之中。因为正如他不可娶妻子的母亲,亦不可娶妻子的女儿,乃是因为他断不可娶自己的母亲和自己的女儿一样,他也同样不可娶妻子的姊妹,因为他亦不可娶自己的姊妹。反过来亦然,妻子亦不可与丈夫的亲属同居;因为对于双方而言,亲属关系的法度是相通的。然而,我对凡谋求婚姻之人郑重见证:这世界的样式正在过去,时候减少了,以致有妻子的要像没有妻子一样。倘若有人向我诵读“要生养众多”,我便要嘲笑那不能分辨立法时代的人。再婚乃是对淫乱的抚慰,而非放荡的资粮。经上说:“倘若自己禁止不住,就可以嫁娶”,但并未说嫁娶之时亦可违犯律法。 然而,那些因羞耻的情欲而使心灵昏聩之人,甚至不愿仰视早已区分了亲属称谓的自然(本性)。因为他们将根据何种亲属关系来称呼所生之子呢?是将他们彼此称作兄弟,还是称作表兄弟呢?因为由于名分的混乱,这两种称谓都将适用于他们。人啊,不可使幼童的姨母变成继母;不可将本应居于母亲之位抚育他们的人,武装上残酷无情的嫉妒心。因为唯独继母这一类人,即便在人死后仍会施加敌意;或者说,其他的仇敌尚且会与死者讲和,而继母的仇恨却在死后才真正开始。 所言之事的要旨乃是:倘若有人依法迈入婚姻,全天下都向他敞开;但倘若他的热切源于情欲,正因如此便更当将他拒之门外,“好叫他学习怎样用圣洁和尊贵守住自己的器皿,不放纵私欲的邪情”。当我想说得更多时,书信的篇幅限制了我;我祈愿我们的劝诫能显出胜过情欲的力量,或者这一污秽不致流传到我们的地域,而只停留在其敢于滋生的地方。

语法注2 条
  1. 160τὸ γάρ. Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι

    中性单数主格定冠词 τὸ 将整句圣经引文(Οὐκ εἰσελεύσῃ...)实体化为主语从句,与述语形容词 ἐμπεριεκτικόν(中性单数主格)连用,构成“‘……’这句话是包涵了……的”这一主谓结构。

  2. 160πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας

    分词 διακρίνασαν(不定过去时主动分词,阴性单数宾格)通过倒装隔置(hyperbaton),跨越了中间的属格短语 τῆς ἀτιμίας,直接修饰位于前方的名词 τὴν φύσιν(阴性单数宾格),指“早已区分了亲属称谓的本性(自然)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:160#2