← 该撒利亚的巴西流

书信集

§160#1

驳斥为娶亡妻之妹辩护的伪造书信

巴西里奥反驳了一封托名狄奥多鲁斯、允许并辩护与亡妻姊妹通婚的伪造书信,申明了教会的神圣传统,并揭露了对方从利未记18章18节进行反向推论的诡辩漏洞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§160#1

Διοδώρῳ Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον ἢ Διοδώρου. δοκεῖ γάρ μοί τις τῶν τεχνικῶν, τὸ σὸν πρόσωπον ὑποδύς, οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις. ὅς γε, ἐρωτηθεὶς ὑπό τινος, εἰ θεμιτὸν αὐτῷ πρὸς γάμον ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε τὴν ἀκοήν, καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως καὶ ἀγωνιστικῶς συγκατέπραξεν. εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα καὶ ἐξήρκεις σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθʼ ἡμῶν περιέφερε, κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι, ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν1 ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας. Πρῶτον μὲν οὖν, ὃ μέγιστον ἐπὶ τῶν τοιούτων ἐστί, τὸ παρʼ ἡμῖν ἔθος, ὃ ἔχομεν προβάλλειν, νόμου δύναμιν ἔχον, διὰ τὸ ὑφʼ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐάν τις πάθει ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυεῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτον, μηθʼ ὅλως εἰς ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον ἢ διαλῦσαι αὐτοὺς ἀπʼ ἀλλήλων. ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ καλοῦ φυλακήν. ἐπειδὴ δὲ ὁ τὴν ἐπιστολὴν γράψας ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι· καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρʼ ἑκάστου πρόληψις. Γέγραπται, φησίν, ἐν τῷ Λευιτικῷ· Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς. δῆλον δὴ οὖν ἐκ τούτου εἶναί φησιν ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ· ὅτι, ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἐπεὶ οὕτω γε καὶ περιτομῇ, καὶ Σαββάτῳ, καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα. οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. ἠρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπʼ ἀδελφῇ. εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. τὸ δʼ ἐκ τῆς τοῦ ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος·2 ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπʼ ἐκείνου ἁρμόζει. γέγραπται γάρ, φησίν· οὐ λήψῃ ἀντίζηλον, ὡς τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. ὁ δὴ συνηγορῶν τῷ πάθει ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. ἀνῃρημένης οὖν τῆς αἰτίας, δι’ ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τὸ κωλῦον ἔσται λαμβάνειν τὰς ἀδελφάς; ἀλλʼ οὐ γέγραπται ταῦτα, φήσομεν. ἀλλʼ οὐδὲ ἐκεῖνα ὥρισται. ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέραις τὴν ἄδειαν δίδωσιν. ἔδει δέ, καὶ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων.3

致狄奥多鲁斯 一封署有狄奥多鲁斯之名的信件送到了我们手中,但其接下来的内容却更适合出自他人之手,而非狄奥多鲁斯。因为在我看来,某个工于心计之人借用了你的身份,想借此使自己在听众面前显得值得信赖。此人在被某人问及在妻子亡故后娶其姊妹为妻是否合法时,不仅未对这一发问感到战栗,反倒温和地听受了此话,并极度大胆且好辩地协助并成全了这一放荡的欲望。因此,倘若这封信原本在我处,我定会将其寄送给你,而你本足以为自己及真理辩护。然而,由于出示此信者又将其收回,并如同战胜我们的一具战利品般到处炫耀——因为我们从一开始就予以禁止——声称自己拥有书面的许可,所以我如今写信给你,以便我们能全力以赴(携起双手)痛击那篇私生子般的荒谬言论,不给它留下任何效力,免得它轻易伤害读到它的人。 首先,在此类事情中最为重要的,莫过于我们所持守的习俗,我们能够将其提出,它具有法律的效力,因为这些规条是由圣善之人传授给我们的。这〔一习俗〕乃是如此:倘若有人何时被不洁的情欲所制伏,堕入与两姊妹非法的结合中,既不可将此视为婚姻,亦绝不可在他们彼此分离之前将其接纳进教会的团契之中。因此,即便别无他话可说,仅此习俗便足以维护善行。然而,既然那撰写书信者企图以虚妄的论辩将如此巨大的恶引入生活之中,我们亦绝不能放弃出自理性的援助;尽管对于极为显明之事而言,各人心中先入为主的认识本就强于言辩。 他说,利未记中记着说:“不可在她存活之年娶她姊妹作对头,掀开她的下体。”因此他说,由此显明,在妻子亡故后娶其姊妹是准许的。对此,我首先要说的是:凡律法所说的,都是对律法以下之人讲的;否则我们亦将受制于割礼、安息日以及禁戒食物之规。因为我们断不可在发现某种合乎我们享乐之物时,便将自己置于律法奴役的轭下,而当律法中的某些条例显得沉重时,便又逃奔向在基督里的自由。有人曾问我们,经上是否记着可以娶妻子的姊妹。我们回答了对我们而言稳妥而真实的话:并没有如此记载。然而,依据推论的逻辑去推导未被提及的沉默之事,乃是立法人所为,而非讲述律法之人所为;因为若如此行,任何胆大妄为之人甚至在妻子尚存活时亦可去娶其姊妹了。因为这同一个诡辩亦同样适用于那种情况。因为他说经上记着:“不可娶来作对头”,似乎并未禁止娶一个不会产生嫉妒的姊妹。那为情欲辩护之人自会判定那两姊妹的性情绝无嫉妒。因此,既然禁止两人同居的缘由已被消除,那么娶这两姊妹又有什么阻碍呢?然而我们会说:“这些并未记载。”但对方所主张的那些亦未曾被规定;而顺理成章的推论意涵同样将这种准许赋予了两者。其实,只要稍微回溯一下该法规前面的内容,本就应当免去一切麻烦的。

语法注3 条
  1. 160διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν

    由 ὥστε 引导的结果/目的从句(带有宾格和不定式 ἡμᾶς ἐλθεῖν),从属于主动词 ἐπέστειλα。与格短语 διπλῇ τῇ χειρί(“以双手”)为习惯用语,意指“全力以赴”或“同心协力”对付那一伪造论调。

  2. 160νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος

    定冠词引导的不定式短语 τὸ δʼ ... συλλογίζεσθαι(“从必然推论去推求未言之事”)作主语,分词所有格 νομοθετοῦντος 与 λέγοντος 作表语所有格(表示特质或职责),意为“属于立法人之职责,而非宣讲律法语词者之职责”。

  3. 160ἔδει δέ, καὶ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων

    由非人称未完成过去时 ἔδει 与完成时不定式 ἀπηλλάχθαι 构成的句式,表示过去未实现的义务或本应采取的行动。宾格分词 ἐπαναδραμόντα 与不定式所暗含的逻辑主语一致,意为“只要稍微回溯一下前文的禁令,本就应当摆脱这些争辩的麻烦”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:160#1