- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:157-159
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔在致安提阿古的两封短札中表达了错失夏日相聚的懊憾并恳请代祷;随后在致欧帕特里乌斯父女的信中,他重申尼西亚信仰,并论证圣灵绝非受造物,而是与圣父、圣子同享本性圣洁与神圣尊荣的上帝。
Ἀντιόχῳ Πῶς οἴει βαρέως ἤνεγκα διαμαρτών σου τῆς συντυχίας κατὰ τὸ θέρος; καίτοι οὐδὲ ἡ τῶν ἄλλων τοιαύτη γέγονεν, ὥστε μέχρι κόρου ἡμῖν προελθεῖν· ἀλλʼ οὖν καὶ ὄναρ ἰδεῖν τὰ ποθούμενα φέρει τινὰ τοῖς ἀγαπῶσι παραμυθίαν. σὺ δὲ οὐδὲ ἐπιστέλλεις, οὕτως ἀργὸς εἶ, ὥστε μηδὲ τὴν ὑπόλειψιν ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον ἢ τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι.1 ἀλλὰ τοῦτο μὲν πεπαύσθω ἡμῖν. εὔχου δὲ ὑπὲρ ἡμῶν καὶ παρακάλει τὸν Κύριον μὴ ἐγκαταλιπεῖν ἡμᾶς, ἀλλʼ ὡς ἐκ τῶν ἐπελθόντων παρήγαγεν ἡμᾶς πειρασμῶν, οὕτω καὶ ἐκ τῶν προσδοκωμένων ῥύσασθαι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ, ἐφʼ ᾧ ἠλπίσαμεν.
致安提阿古 在夏季错失了与您相见的机会,您可知我是何等沉痛吗?诚然,即便是与他人的相见,也未曾达到令我们心满意足的地步;然而对于怀抱爱心的人来说,哪怕只是在梦中得见所切望之物,亦能带来某种安慰。而您甚至连信也不写,竟是如此懈怠,以至于不得不将您的滞留归因于因循苟且、不愿为爱心而出行,而非其他任何缘由。不过,就让我们停止这些抱怨吧。但请为我们祈祷,并祈求主不要离弃我们,正如祂曾引导我们度过临头的种种试炼一样,也为了祂圣名的荣耀——我们所仰望的名——从那预料中的患难中拯救我们。
Ἀντιόχῳ Ἐπειδὴ ἀντέστησάν μοι αἱ ἁμαρτίαι μου πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι εἶχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας,2 γράμμασι γοῦν παραμυθοῦμαι τὴν ἀπόλειψιν· καὶ παρακαλοῦμεν μὴ διαλιπεῖν μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς, ἵνα, ἐὰν ζῶμεν, καταξιωθῶμεν ὑμῶν ἀπολαῦσαι, εἰ δὲ μή, διὰ τῆς βοηθείας τῶν προσευχῶν ὑμῶν μετὰ ἀγαθῆς ἐλπίδος μεταναστεύσωμεν ἀπὸ τοῦ κόσμου τούτου. τὸν δὲ ἀδελφὸν τὸν ἐπὶ ταῖς καμήλοις παρατιθέμεθα ὑμῖν.
致安提阿古 因我的罪孽拦阻了我,使我未能将久已怀抱的与您相会的愿望付诸实现,我至少以书信来慰藉这种分离之苦。我们恳求您在祈祷中切莫止息对我们的挂念,以便我们若还活着,得以蒙恩得享与您的交接;若不然,亦能借着您祈祷的扶助,怀着美好的盼望离开这个世界。我们将负责骆驼的这位弟兄托付给您。
Εὐπατερίῳ, καὶ τῇ θυγατρί Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιότητός σου εἰκάζεις πάντως αὐτοῖς τοῖς ἐπεσταλμένοις. τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβουμένοις Θεὸν ἀεὶ προσομιλεῖν καὶ τοῦ παρʼ αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, δι’ ὧν ἡ Θεοῦ γνῶσις ἐπιζητεῖται; εἰ γὰρ τὸ ζῇν ἡμῖν Χριστός, ἀκολούθως καὶ ὁ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι, καὶ ἡ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι, καὶ ἡ ψυχὴ ἡμῶν κατʼ αὐτὸν μεμορφῶσθαι. χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ ἡ τῶν ἐν Νικαίᾳ συνελθόντων πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶν προτετίμηται· ἐν ᾗ ὁμοούσιος ὁμολογεῖται ὁ Υἱὸς τῷ Πατρί, καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς ὁ γεννήσας. φῶς γὰρ ἐκ φωτός, καὶ Θεὸν ἐκ Θεοῦ, καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ, καὶ τὰ τοιαῦτα πάντα, ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη· καὶ ὑφʼ ἡμῶν νῦν, τῶν εὐχομένων κατʼ ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυρεῖται. Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεὶ καινοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίρρητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ ἁγίου Πνεύματος). προστίθεμεν τὸν περὶ τούτου λόγον ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ· ὅτι ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει, συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως.3 οὐ γὰρ ἂν τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον ἐλεοῦμεν, ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμα τῆς εἰς αὐτὸ βλασφημίας διὰ τῆς τοιαύτης φωνῆς καταπίπτοντας. ὅτι γὰρ διώρισται κτίσις θεότητος οὐδενὸς λόγου προσδεῖ τοῖς κατὰ μικρὸν ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. ἡ μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ κτίσις διδασκαλίας προσδεῖται, τὸ Πνεῦμά ἐστι τὸ διδάσκον· ἡ κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγιάζον. κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίους δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν. αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα, οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσηγορίας τῆς τοῦ ἁγίου ἐξαιρέτως τετύχηκεν. ὃ τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα. Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας, συνεργοῦντος ὑμῖν τοῦ ἁγίου Πνεύματος. δίδου γὰρ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται. τὴν δὲ τελειοτέραν διδασκαλίαν εἰς τὴν κατʼ ὀφθαλμοὺς συντυχίαν ὑπερθησόμεθα, δι’ ἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν. τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. καὶ γὰρ οὐδʼ ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἢ ἐλλιπῶς παρασχέσθαι.4
致欧帕特里乌斯及其女 您端庄之德的来信带给了我何等大的喜悦,您完全可以从所寄的内容本身推知。因为对于一个祈求能常与敬畏神之人交谈并从他们那里分得益处的人而言,还有什么能比这种探求神的知识的书信更令人愉悦的呢?因为若对我们来说活着就是基督,那么相应地,我们的言论也应当是关于基督的,我们的思想与一切行为应当依存于祂的诫命,我们的灵魂亦当按照祂的样式被塑造。因此,对于就此类事宜受到请教我甚感喜悦,并与请教之人同乐。因此对我们而言,简而言之,那在尼西亚聚集的诸父的信仰,远胜于一切后来被杜撰出来的主张;在这一信仰中,圣子被承认与圣父同质,且具有与生育者相同的本性。因为诸如“源于光之光”、“源于真神之真神”、“源于至善之至善”等一切表述,既已被那些神圣之人所承认,如今亦为我们这些祈求步其后尘之人所共证。 然而,由于那些总是企图标新立异之人如今所挑起的问题,古人因其无可辩驳而未加多言,以致未曾对其作出详细阐述(我指的正是关于圣灵的问题),我们便根据圣经的深意,补充关于此事的论述:即我们如何受洗,便如何相信;如何相信,便如何献上荣耀的颂赞。因此,既然救主奉父、子及圣灵的名将洗礼赐予我们,我们便依照洗礼作出信仰的告白,又依照信仰献上荣耀的颂赞,将圣灵与父和子一同赞美,坚信祂绝非神圣本性以外之物。因为按本性被疏离于外者,绝不可能共享相同的尊荣。然而对于那些称圣灵为受造之物的人,我们甚感怜悯,因为他们借着这等言论跌入了对圣灵亵渎的不可饶恕的堕落之中。因为受造界与神性截然不同,对于稍受圣经熏陶的人而言无需任何赘言。受造物服役,而圣灵赐人自由;受造物需要生命,而圣灵乃是赐生命者;受造物需要受教,而圣灵乃是施教者;受造物被圣化,而圣灵乃是圣化者。无论你提及天使、天使长,还是天上的诸般权能,它们皆是通过圣灵领受圣洁。然而圣灵自身具有本性的圣洁,并非因恩典而领受,而是圣洁与祂同具一体;因此祂亦极其卓越地获享了“圣”的称谓。因此,那本性为圣的——正如父本性为圣,子本性为圣一样——我们自己绝不容忍将祂从神圣而受祝福的三位一体中分离割裂,亦不接纳那些轻率地将祂归入受造物行列的人。 愿这些话语犹如纲要一般,足以向你们的虔敬之心陈明。因为只要圣灵与你们同工,你们必将从微小的种子中耕耘出更为丰盛的虔敬。正如经上所言:“指教智慧人,他就越发有智慧。”至于更为完全的教导,我们将留待当面相聚之时,借此既可消解种种反驳,亦可从圣经中提供更为广博的见证,并确立信仰的一切健全典范。然而眼下,尚请宽恕篇幅的短浅。因为若非我认为完全拒绝这一请求比残缺地予以满足会带来更大的损害,我当初甚至根本不会写这封信。
- 157ὥστε μηδὲ τὴν ὑπόλειψιν ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον ἢ τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι
结果从句(由 ὥστε 引导)的内部句法结构。带定冠词的不定式短语 τῷ ἀργῶς ἔχειν... 作原因或关系与格,通过 μᾶλλον ἤ 与前面的 ἄλλῃ τινὶ αἰτίᾳ 构成比较。τὴν ὑπόλειψιν 是不定式 λογίζεσθαι 的宾格宾语(表示“将滞留归因于……”)。
- 158πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι εἶχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας
介词 πρός 支配带定冠词的不定式(τὸ μὴ δυνηθῆναι)加否定词,表示阻碍的结果(“以至于我未能……”)。ἣν πάλαι εἶχον ἐπιθυμίαν 是先行词 ἐπιθυμίαν 被吸收入关系从句的结构(相当于 τὴν ἐπιθυμίαν ἣν πάλαι εἶχον),整体作不定式 ἀγαγεῖν 的宾语。
- 159τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως
带定冠词的完成时中被动态不定式 τῷ πεπεῖσθαι 作原因与格(“由于深信……”)。其后所接的不定式短语(μὴ ἀλλότριον εἶναι)中,不定式的宾格逻辑主语由前文的圣灵(τὸ ἅγιον Πνεῦμα)承前省略。
- 159εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἢ ἐλλιπῶς παρασχέσθαι
接续前文带有 ἄν 的主句(οὐδʼ ἂν ἐπέστειλα τὴν ἀρχήν,过去与事实相反假定)的反事实条件从句(εἰ 搭配未完成过去时直陈式 ἡγούμην)。从句内部为比较句型:两个无冠词不定式短语(ἀρνήσασθαι... 与 παρασχέσθαι)通过 ἤ 相对比,谓语补足语 μείζονα τὴν βλάβην 修饰前者。
