← 该撒利亚的巴西流

书信集

§156

致埃瓦格里乌:调解教会分裂的困难与立场

巴西尔称赞埃瓦格里乌的来信及和平倡议,阐明医治根深蒂固的教会分裂所需的时间与现实困难,并表明自己不偏不倚的态度以及在迫害与孤立中仍不怠慢教会的热忱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§156

Εὐαγρίῳ πρεσβυτέρῳ Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι1 ἡ ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος; ἢ τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον καὶ μᾶλλον τῷ Κυρίῳ κεχαρισμένον; σοὶ μὲν οὖν παράσχοι ὁ Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας, οὕτω καλῶς προαιρουμένῳ καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ. ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλή, ἕνεκα μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτὲ τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληρώσουσι σύλλογον, οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν τούτων πρωτείων.2 καὶ γὰρ ἂν εἴημεν ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς ἐκκλησιῶν ἐφηδόμενοι, καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέγιστον τῶν ἀγαθῶν τιθέμενοι. ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνωσκε τῆς δυνάμεως ἐνδεῖν. οὐ γὰρ ἀγνοεῖ σου ἡ τελεία φρόνησις, ὅτι τὰ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν, ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας ἀγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόρριζα ἐξελεῖν τῶν καμνόντων τὰ ἀρρωστήματα. οἶδας δὲ ὃ λέγω, καὶ εἰ δεῖ τρανότερον εἰπεῖν, οὐδεὶς ὁ φόβος. Τὴν φιλαυτίαν ἔθει μακρῷ ταῖς ψυχαῖς ἐρριζωθεῖσαν εἷς ἀνὴρ ἀνελεῖν οὐχ οἷός τε, οὐδʼ ἐπιστολὴ μία, οὐδὲ χρόνος βραχύς. τὰς γὰρ ὑπονοίας καὶ τὰς ἐξ ἀντιλογιῶν παρατριβὰς παντελῶς ἀναιρεθῆναι, μὴ ἀξιοπίστου τινὸς μεσιτεύοντος τῇ εἰρήνῃ, ἀμήχανον. καὶ εἰ μὲν ἐπέρρει ἡμῖν τὰ παρὰ τῆς χάριτος καὶ ἦμεν δυνατοὶ λόγῳ καὶ ἔργῳ καὶ τοῖς πνευματικοῖς χαρίσμασι δυσωπῆσαι τοὺς ἀντιδιατιθεμένους, ἔδει κατατολμῆσαι τοῦ τοσούτου πράγματος. τάχα δὲ οὐδʼ ἂν τότε συνεβούλευσας ἡμῖν μόνοις ἐλθεῖν ἐπὶ τὴν ἐπανόρθωσιν, ὄντος τοῦ ἐπισκόπου τῇ τοῦ Θεοῦ χάριτι, ᾧ ἡ φροντὶς ἀνῆκε προηγουμένως τῆς ἐκκλησίας· ὃν οὔτε αὐτὸν ἐλθεῖν πρὸς ἡμᾶς οἷόν τε, καὶ ἡμῖν ἀποδημήσειν τέως ὑπὸ τοῦ χειμῶνος οὐ ῥᾴδιον, μᾶλλον δὲ παντελῶς ἀδύνατον, οὐ μόνον καθότι τὸ σῶμά μοι ὑπὸ μακρᾶς ἀρρωστίας ἀπείρηκεν, ἀλλʼ ὅτι καὶ αἱ τῶν Ἀρμενιακῶν ὀρῶν αἱ ὑπερβάσεις μικρὸν ὕστερον ἄβατοι γίνονται καὶ τοῖς πάνυ καθʼ ἡλικίαν σφριγῶσι. γράμματι δὲ αὐτῷ σημᾶναι ταῦτα οὐ παραιτήσομαι. οὐ μέντοι προσδοκῶ τι ἐκ τῶν γραμμάτων ἀξιόλογον ἀποβήσεσθαι, τῆς τε τοῦ ἀνδρὸς ἀκριβείας στοχαζόμενος καὶ αὐτῆς τῆς φύσεως τῶν γραμμάτων· ὅτι οὐ πέφυκεν ἐναργῶς δύνασθαι δυσωπεῖν ὁ διαπεμπόμενος λόγος. πολλὰ γὰρ δεῖ εἰπεῖν, πολλὰ καὶ ἀντακοῦσαι, καὶ λῦσαι τὰ ὑποπίπτοντα, καὶ ἀνθυπενεγκεῖν τὰ ὑφορμοῦντα, ὧν οὐδὲν δύναται ὁ ἐν τοῖς γράμμασι λόγος, ἀργὸς καὶ ἄψυχος ἐν τῷ χάρτῃ διερριμμένος. Πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐκ ἀποκνήσω γράψαι. γίνωσκε μέντοι, ὡς ἀληθῶς εὐλαβέστατε καὶ πολυπόθητε ἡμῖν ἀδελφέ, ὅτι οὐδεμία μοι πρὸς οὐδένα τῇ τοῦ Θεοῦ χάριτι ἰδιάζουσά ἐστι φιλονεικία. οὐδὲ γὰρ πολυπραγμονήσας οἶδα τὰ ἐγκλήματα, οἷς ἕκαστος ὑπεύθυνος ἢ ἔστιν ἢ ὀνομάζεται. ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλισιν,3 μηδὲ προειλημμένων εἰς τὴν κατά τινων διαβολήν. μόνον εἰ εὐδοκία γένοιτο τοῦ Κυρίου ἐκκλησιαστικῶς πάντα καὶ ἀκολούθως πραχθῆναι. Ἐλύπησε δὲ ἡμᾶς ὁ ποθεινότατος υἱὸς Δωρόθεος ὁ συνδιάκονος, ἀπαγγείλας περὶ τῆς εὐλαβείας σου, ὅτι ὤκνησας μετασχεῖν αὐτῷ τῆς συνάξεως. καίτοι οὐ τοιαῦτα ἡμῖν ἦν τὰ ὡμιλημένα, εἴ τι ἐγὼ μέμνημαι. ἀποστεῖλαι μέντοι πρὸς τὴν δύσιν ἐμοὶ μὲν παντελῶς ἐστὶν ἀδύνατον, οὐδένα ἔχοντι τῶν εἰς τὴν διακονίαν ταύτην ἐπιτηδείων. τῶν δὲ αὐτόθεν ἀδελφῶν, ἐάν τις αἱρῆται τὸν ὑπὲρ τῶν ἐκκλησιῶν κόπον ἀναδέξασθαι, οἶδε δηλονότι καὶ πρὸς τίνας ὁρμήσει, καὶ ἐπὶ ποίῳ σκοπῷ, καὶ παρὰ τίνων ἐφοδιασθῇ τοῖς γράμμασι, καὶ ποταποῖς τούτοις. ἐγὼ μὲν γὰρ ἐν κύκλῳ περισκεψάμενος ὁρῶ μεθʼ ἑαυτοῦ οὐδένα. καὶ εὔχομαι μὲν τοῖς ἑπτακισχιλίοις ἐναριθμηθῆναι τοῖς μὴ κάμψασι γόνυ τῇ Βάαλ. πλὴν ὅτι ζητοῦσι καὶ ἡμῶν τὴν ψυχὴν οἱ πᾶσι τὰς ἑαυτῶν ἐπιβάλλοντες χεῖρας. οὐ μέντοι τούτου γε ἕνεκεν ἐλλείψομέν τι τῆς ὀφειλομένης σπουδῆς ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.

致长老埃瓦格里乌 对于您来信的篇幅,我不仅未感厌烦,反而因阅读时的欣悦而觉得它甚至显得短小了。因为有什么声音比和平之名更为悦耳呢?又有什么能比就此类事宜进行商议更合乎圣职之宜、更能蒙主悦纳呢?因此,愿主将使人和睦的赏报赐予您,因您作出了如此美好的抉择,并热切致力于这项受祝福的事工。尊贵的朋友,请您确信:就志向以及祈求终能得见心志未曾彼此分裂的所有人同聚一堂的那一日而言,我们在为此事所怀的热忱上绝不让于任何人。因为我们若因教会的分裂与割裂而窃喜,而不将基督身体肢体的联合视为至善,那我们真就成了全人类中最荒谬不经之人了。然而请您知晓,我们的愿望有多么充盈,我们的力量便相应地有多么匮乏。因为您完全的智慧自不会不知:经久根深的情结,首先需要时间来矫正,其次若要触及至深之处以将病患的疾疫连根拔除,则更需要强有力且更为坚定的调治。您自明我所言何意;即便需要说得更为明晰,亦无所畏惧。 因长久习俗而在灵魂中扎根的自私之心,绝非一人、一信或短促的时间所能根除。因为若非有一位深孚众望之人为和平居中调解,由争辩而生的猜忌与龃龉绝不可能彻底消除。假若来自恩典的助佑充沛地流向我们,且我们有能力藉由言论、行动与属灵恩赐来感化那些持对立态度的人,我们本该毅然承担起如此重大的事务。但即便在当时,您或许也不会建议唯独由我们前去矫正,因为蒙神的恩典,那位教会照管之责原本所属的主教依然在任;然而他本人既不可能来到我们这里,而我们由于冬季暂且难以出行,甚至完全不可能——不仅是因为我的身体因长期患病已衰弱殆尽,更因为亚美尼亚山区的隘道稍后即便对正值盛年健壮之人而言亦将无法通行。不过,以书信向他通报这些事,我并不推辞。然而,鉴于该人的严苛作风以及书信本身的特质,我并不指望书信能带来什么显著的成效;因为远寄的言词天生无法具有明晰有力的说服力。毕竟有许多话须当面言明,有许多话须当面聆听回应,既要化解突发的问题,又要反驳隐伏的顾虑——而这些都是写在书信中的言辞所无法办到的,它不过是散落于羊皮纸上无所作为且毫无生气的文字罢了。 然而,正如我所言,我不会迟疑于致信。但是,真正至为虔敬且令我们深切渴慕的弟兄啊,请您知晓,蒙神的恩典,我与任何人之间并无私人的争执。我亦未曾探求过每个人所应当负责或被指控的罪咎。因此,你们理当如此看待我们的心意:我们绝不会因偏袒而行事,亦未曾先入为主地听信针对任何人的谗言。只要主的美意允许一切合乎教会体制、循序渐进地成就,便足矣。 令我们痛心的是,至受爱戴的爱子——同僚执事多罗特奥向我们报告关于您的虔敬之情时提到,您竟迟疑于与他一同参与圣聚会。如果我尚有记忆的话,我们先前的谈话绝非如此。然而,向西方派遣使者对我而言是完全不可能的,因我手下并无适合承担此项服事的人选。至于那里的弟兄中,若有人决意为众教会承担此项辛劳,他自然明了应当投奔何人,为了何种目的,以及当从何人处获得何种凭信与书信。因为环顾四周,我见自己身边别无他人。我只求能被列入那未曾向巴力屈膝的七千人之中。只是那些将手伸向众人的人,如今亦在寻索我们的性命。然而,我们绝不会因此而在对神之各教会当尽的热忱上有丝毫缺失。

语法注3 条
  1. 156Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι

    τοσοῦτον ἀπέχω τοῦ + 不定词(带中性属格冠词)为常用习语,意为“远不至于做某事”或“非但不……反而……”,在此与后文的结果从句 ὥστε 形成呼应。各语言均统一遵循此结构,表达“非但未厌烦信长,反而觉得短小”的逻辑关系。

  2. 156ἕνεκα μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτὲ τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληρώσουσι σύλλογον, οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν τούτων πρωτείων

    该句主干为命令动词 νόμιζε 引导的“带不定词的宾格”结构(ἡμᾶς ... μηδενὶ παραχωρεῖν τῶν πρωτείων,“请确信我们在……首位上绝不让于任何人”)。介词短语 ἕνεκα τοῦ προῃρῆσθαι... 表限定基准(“就立志与祈求……而言”),越过中间插入的关系从句修饰不定词 παραχωρεῖν。

  3. 156ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλισιν

    由 ὥστε 引导的分句以非人称动词 προσήκει 为核心,后接带不定词的宾格 ὑμᾶς προσέχειν 作主语(“你们留意……是合宜的”)。关联副词 οὕτως 与 ὡς 相互呼应,其中 ὡς 引导属格绝对结构(ὡς μηδὲν ἡμῶν δυναμένων),表所设想或应当认定的情态(“视我们为绝不能因偏袒而行事的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:156