- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:154-155
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信塞萨洛尼基主教阿斯科利乌,将其来信比作暗夜星辰,表达谢意并恳请继续通信代祷;在另一封信中,他为自己未能致信的指责辩解,并请求将当地殉道者的遗骸寄回故乡。
Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης Καλῶς ἐποίησας, καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον, κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας, ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι, οἱ δὲ πνευματικῶς ἀγαπᾷν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐν τῷ δεῖξαι ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη, ἀλλʼ εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. καὶ τοίνυν ἔδοξέ μοι τὸ καθʼ ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συναφείᾳ· ἄλλοις κατʼ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν,1 ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. τοιοῦτοι δὲ καὶ ὑμεῖς οἱ τῶν ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περιπόθητον ἔχοντες. Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς ἔχειν περὶ τὰ μέγιστα. ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ· ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρχειν βοήθειαν ἐξ ἁγίου· καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ, ὅπως ἂν ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης ὁμόζυγος αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις ἡμῖν στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν, καὶ τὰ περὶ τῶν αὐτοῦ ἐκκλησιῶν, ὅπως ἔχει κατὰ τὴν συμφωνίαν, σημαίνειν· περὶ δὲ τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρʼ ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ.
致塞萨洛尼基主教阿斯科利乌 您率先向我们致信,并以优良的表率激励我们怀有同样的热忱,这做得极好,且全然合乎属灵之爱的法则。世俗的友谊固然需要眼目的得见与面晤,以此作为亲密交往的开端;然而懂得在属灵上相爱的人,并不以肉身为中介来缔结友谊,而是藉着信仰的相通被引向属灵的结合。因此,感谢那安慰我们心灵的主,祂向我们表明,爱并未在所有人心中冷淡,普天下仍有某些人在彰显基督门徒身份的特质。依我看来,你们的情形宛如暗夜穹苍中的星辰:各自闪耀于天际的不同方位,其光辉固然优美,但其出人意料的显现无疑更为动人。作为各教会之明光的你们亦是如此,在这阴沉严酷的局势中全然寥寥无几、屈指可数,宛如在无月之暗夜中隐现,在源自美德的美好之外,更因其难得一遇的罕见而备受渴慕。 您的来信已将您的心怀充分显明于我们。即便它在字句篇幅上短小,但凭着意向的纯正,已向我们充分证实了您的志向。因为对至福的阿塔那修怀有热忱,乃是在最重大之事上持守健全判断的最明晰证据。因此,因这书信带来的欢愉,我们深切感激我们至为尊贵的爱子欧菲米乌;我本人亦祈求来自圣者的一切助佑皆归于他,并恳请您与我们一同祈求,使我们能尽早与他及其极为端庄的妻子——我们在主内的女儿——重聚。亦请您切莫让我们的欢愉止于开端,而是藉着每一次随之而来的契机不断致信,以频繁的交谈增进对我们的情意,并告知那里的教会如何在合一中持守;同时亦请为我们这里的事态代祷,以便在我们的主斥责风和海之后,在我们这里亦能迎来大大的平静。
Ἀνεπίγραφος ἐπὶ ἀλείπτῃ Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν ἡ εὐγένειά σου διαπέμψασθαι ἐγγεγραμμένας κατηγορίας ἀπορῶ ἀπολογήσασθαι, οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπιφερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν, καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας. ἢ τάχα δεῖ αὐτῇ τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾷν. Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλʼ οὐδὲ τῶν ἐκ τῆς οἰκίας ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν σε δι’ αὐτῶν, καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους2 ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα, εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν, πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν ταῖς στρατείαις ἐξεταζομένων, καὶ ὑπὲρ παρρησιαζομένων διὰ τὸ ὄνομα Κυρίου, καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων, ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς πλείοσιν ἢ καὶ ἐν τοῖς πᾶσι3 νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα. ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα, τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφὴν τοιαύτην, ἀδελφιδοὺς τοιούτους, συγγένειαν οὕτω χρηστήν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους, ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως; Περὶ δὲ τοῦδε ὁ ἀδελφὸς ὁ δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθές, οὐδὲ παρʼ ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διηγησαμένους, ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκοπον καὶ ἐμέ. εἰ δέ τινα δίκην γυμνάζει ὁ σχολαστικὸς ὁ δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν. Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθά, σεαυτῷ θησαυρίζεις· καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις. καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃς, εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ὁ ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ.
无题:致某位教练 面对您的高贵品格屈尊寄给我们的这第一封亦是唯一一封信中所载的诸多指责,我不知该如何辩解;这并非因我方缺乏正义,而是由于被归咎之事繁多,难以抉择何者更为紧要,亦不知当从何处开始着手补救。或许,我们理当依循来信本身的行文顺序,逐一予以回应。 直到今日,我们尚不知晓有谁从此处动身前往斯基泰亚;而家中的人也未曾提醒我们,以致我们未能托他们向您致意——尽管我们在任何机会下都极其热切地要问候您的尊荣。然而,在祈祷中遗忘您是绝不可能的,除非我们先遗忘了主委派给我们的本职。因着神的恩典作为信徒的您,必定全然记得教会的各项宣讲:我们在圣教会中,既为在旅途中的弟兄祈求,亦为在行伍中服役的人祈求,亦为因主之名而放胆宣认的人祈求,亦为显出属灵果效的人献上祈祷;在这些祈求的大多数中,乃至在全部祈求中,我们确信您的尊荣都涵括在内。而在私下里,我们又怎能遗忘您呢?我们有如此众多触动我们记忆的事物:如此优秀的姐妹,如此优秀的甥儿,如此良善且如此爱我们的亲族,家眷、仆役、友人——即使我们并不愿回想,亦必然藉由他们而记起您的良善志向。 至于这件事,某位弟兄并未向我们提出任何令人难以承受的要求,我们这里亦未曾发出任何损及他的判决。因此,请将怨忿转及那些述说虚妄之事的人,免除地方主教与我的一切责难。若是某位修辞学者正发起某种诉讼,他自可求助于公共法庭与法律。因此我恳请你们对此切莫怀有责备。 您自己所行的一切善事,都是在为自己积存财宝;而凡是您向为主的名受迫害之人所提供的安歇,都是在为自己在报偿之日预先筹备。若是您亦能将殉道者的遗骸送往故乡,那便再好不过了——假若正如您致信我们所言,那里的迫害至今仍在为主造就殉道者的话。
- 154ἄλλοις κατʼ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν
ἄλλοις 作为部分同位语(整体与部分同位格)修饰前方的与格名词 ἄστροις,意为“星辰,即各自在天际不同方位闪耀的星辰”。
- 155καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους
分词 τιθεμένους 为阳性复数宾格,与前文的宾格代词 ἡμᾶς(及不定式 προσειπεῖν 的逻辑主语“我们”)一致。在 καίτοι 引导下表示让步:“尽管我们将……视作极为重要”。
- 155ὧν πάντως ἐν τοῖς πλείοσιν ἢ καὶ ἐν τοῖς πᾶσι
关系代词 ὧν 为部分属格,指代前文教会公祷中所列举的代祷对象(或祈祷事项本身),受后文 ἐν τοῖς πλείοσιν ἢ καὶ ἐν τοῖς πᾶσι(“在其中的大多数乃至全部中”)修饰与统辖。
