← 该撒利亚的巴西流

书信集

§151-153

致首席医官欧斯塔提乌与维克托的信函

巴西尔致信首席医官欧斯塔提乌,鼓励信函往来并论及忍受背离者的态度;继而向统领官维克托解释因敬畏而生的沉默并感谢其庇护教会;最后向前执政官维克托的恒久善意致谢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§151

Εὐσταθίῳ ἀρχιάτρῳ Εἴ τι ὄφελος ἡμετέρων γραμμάτων, μηδένα χρόνον διαλίπῃς ἐπιστέλλων ἡμῖν καὶ διεγείρων ἡμᾶς πρὸς τὸ γράφειν. αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον· εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε παρʼ ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων.1 εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ κατακηλεῖτε ἡμᾶς τοῖς γράμμασι. καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. ἐοίκασι δέ σου αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον, ἀλλʼ ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων.2 Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς γίνεται βουλόμεθα. ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συγκατατίθεσθαι οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰς ποιεῖν τι τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ καίειν τὸν ἄρρωστον ἢ ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν· ἀλλʼ οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι· οὔτε οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα, ἀλλʼ ὥστε διαφυγεῖν τὰ ναυάγια ὑφίστανται τὴν ἐκβολήν, τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δʼ οὖν ὅμως· ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπʼ αὐτὸν ἐλπίδος οὐδὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς προτιμότερον.

致首席医官欧斯塔提乌 若是我们的书信尚有些许益处,请您片刻莫停地向我们致信,并激励我们提笔。因为我们自己在读到那些爱主的明哲之人的信函时,显然会备感欢欣;但至于你们自己是否也在我们这里发现了值得关注之事,这当由作为读者的你们去知晓。若非我们被繁冗的事务所牵制,我们绝不会舍弃因不断致信而带来的欢愉。而你们这些忧虑较少的人,只要可行,便请屡屡以书信来慰藉我们。因为人们常说,水井也是越汲越清的。而您从医学出发的劝诫似乎成了多此一举,因为并非我们在施加刀刃,而是那些朽废无用的部分正自行脱落。 斯多亚派的话固然是这样说的:“既然事物未能如我们所愿而发生,我们便照其发生的样貌去愿望。”然而,我并不赞同将心志屈从于事物,但我亦不非难人们因迫不得已而违心行事。因为对你们医官而言,灼烧病患或以其他方式使其痛苦并非本愿,但你们顺应病情的棘手,往往不得不予以接受;航海之人亦非出于自愿而抛弃船货,而是为了逃避沉船之难才承受丢弃,宁愿选择贫困度日也不愿丧命。因此,请您认为我们承受那些背离者的分离,虽带有痛苦与万般哀叹,但终究还是承受了下来;因为对于热爱真理的人而言,没有什么比神及对祂的盼望更为可贵。

§152

Οὐΐκτορι στρατηλάτῃ Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας ἢ λήθης. σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; πῶς δὲ καταρρᾳθυμῆσαι, ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς· ὀκνοῦμεν δι’ ὄχλου γίνεσθαι ἀνδρὶ τοσούτῳ. εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω, οὐ μόνον πεμπόμενα παρʼ ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότως καὶ γράψομέν γε εἰς τὸ ἐφεξῆς, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις, πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν.3 ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθʼ ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπʼ ἀρχῆς εἰς τέλος διασωσάμενος.

致统领官维克托 若是不给别的某个人写信,我或许理当承受懈怠或遗忘的指责。然而对于您,其名声在所有人中传颂,岂能被遗忘?又岂敢对您有所怠慢——您以崇高的品阶卓立于近乎普天下所有人之上?但我们沉默的缘由显而易见:我们唯恐给这样一位伟大的人物增添烦扰。然而,若是在您其余的美德之上,您亦垂顾及此,不仅接纳我们所寄出的信件,甚至还追索那些遗漏的信件,那么看哪,我们如今便坦然提笔,往后亦必将继续书写,向圣洁的神祈求,使您对我们的礼遇获致应得的赏报。为了教会,您甚至先行于我们的恳求之前,做成了一切我们可能求索的事。您行这事并非为了取悦世人,而是为了那赐您尊荣的神;祂既在今生赐予您美善,亦将在来世赐下恩典,以作为您凭真理行走祂的道路、自始至终在信仰的纯正中坚守一颗不偏离之心的回报。

§153

Βίκτορι ἀπὸ ὑπάτων Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπʼ οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν, ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει, καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς, ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.

致前执政官维克托 每逢我们有幸得见您端庄品格所致的书信,我们便同样多次地向神献上感恩,因您始终记念我们,且未因任何毁谤而减损那份您曾基于极公正的判断或良好的习惯而欣然接纳的爱意。因此我们向圣洁的神祈求,既愿您对我们始终保有同样的笃定情意,亦愿我们配得上您藉由信件所赋予我们的尊荣。

语法注3 条
  1. 151ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων

    物主形容词 ὑμέτερον 用作表语,引导作主语的不定词 εἰδέναι。属格分词 τῶν ἐντυγχανόντων 与 ὑμέτερον 中所蕴含的第二人称复数属格概念构成同位语,意为“这是你们这些读者应当知晓的”。

  2. 151ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων

    与 οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον 相对比的属格绝对结构。与格 ἑαυτοῖς 具有反身功能,表示并非由于外力介入,而是无用之物“自发地/自行”脱落。

  3. 152ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν

    关系从句中直陈式不定过去时 ἐπεζητήσαμεν 与 ἄν 连用,表达过去的潜在或虚拟可能(“凡是我们可能求索的一切”),强调维克托抢在巴西尔等人开口之前,便已主动成就了一切所需之事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:151-153