- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:150#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者汇报了自己在凯撒利亚近郊济贫院拜见主教的情形,主教根据福音书与《使徒行传》阐明了彻底安贫与妥善施舍的标准;作者进而劝告友人设法说服其父,以便能亲自会晤该主教。
Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν ἐπέταξεν ἡμῖν ἡ λογιότης σου. καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρʼ ἡμῶν δυνατὸν ἦν, καὶ ἐπιστολῆς ὑπερέβαινε μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν.1 καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος·2 Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ ἔχειν δύο χιτῶνας. προσετίθει δὲ τούτοις καὶ τό· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινὰ ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο· ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρʼ ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρʼ αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν. Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθʼ ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος·3 πλὴν ἀλλʼ ἐβουλόμην παρʼ αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτὲ καταλαβεῖν αὐτόν, ἵνα καὶ τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκεῖνο γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῇν τὸν Χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτʼ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι4 ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.
我抵达凯撒利亚附近以了解实情,但因不忍进入该城本身,便投宿于附近的济贫院,以便在那里打听我所愿了解的事。随后,当至蒙神所爱的主教按例巡访时,我便向他呈报了您博学的才智所嘱托我们之事。他的回答既非我们的记忆所能完全保全,也超出了书信的篇幅;但总而言之,关于舍弃私产,他说其标准在于每个人当将自己的所有物压缩削减至最后一件内袍。他并从福音书中为我们提供了证据:其一,由于施洗者约翰曾说:“有两件内袍的,就分给那没有的”;其二,由于主曾吩咐门徒不可带两件内袍。在这些之外,他又加上了这一句:“你若愿意作完全人,可去变卖你所有的,分给穷人。” 他还说,珍珠的比喻亦指向这一点:那位遇见极贵重珍珠的买卖人,前去变卖了一切所有的,买下了那颗珍珠。在这些之外他又补充道,任何人甚至不当将钱财的分配权留任给自己,而当托付给受命治理穷人事务的人。他以《使徒行传》确证了这一点:众人卖掉自己的产业,拿来放在使徒脚前,由使徒照各人所需分给各人。因为他说,辨明真正匮乏者与出于贪婪索求者需要经验。周济受压迫者之人乃是给予了主,且必从主那里领受赏赐;而向游荡乞食之徒施舍的人,不过是将物掷予犬类,这类人因无耻而惹人厌烦,并不因穷困而值得怜悯。 至于我们平日当如何度日,鉴于论题的宏大,他固然所言无多;然而我本希望您能亲自从他本人那里学习。因为由我来磨灭其教诲的精微确切,实非合理。我曾祈求有朝一日能与您一同去拜见他,以便您既能将所说之言精准留存于记忆中,又能以自己的聪慧推求出不足之处。盖在所听闻的诸多言辞中,我牢记着这一点:关于基督徒当如何生活的训诲,与其说需要言语,毋宁说更需要日常的表率榜样。而且我知道,若非照料年迈父亲的羁绊拖累了您,您自己绝不会在与主教相会之外别有所求,亦不会劝告我舍弃此人而流浪于荒野之中。因为洞穴与磐石尚在等待着我们,但得自贤哲之士的教益却不会永远存留在我们身旁。因此,若您听得进我的劝告,请说服令尊,容许您暂时离开他片刻,前去拜会这位既由他人阅历亦由自身睿智而广学博识、并能将教益倾囊授予亲近他之人的人。
- 150ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν
在由 ὥστε 引导的结果从句中,不定式 περιιστάναι 意为“环绕、限制、紧缩至”。以宾格 τὴν κτῆσιν 为直接宾语,结合介词短语 εἰς τὸν ἔσχατον χιτῶνα(直到最后一件内袍)以及与格 ἑαυτῷ,形象地表达了“每个人当将自身所有物削减限缩至仅存身上仅有的一件单衣”这一极度的安贫准则。
- 150ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος
连词 ὡς 与属格绝对结构(Ἰωάννου... εἰπόντος 以及随后的 τοῦ Κυρίου... ἀπαγορεύσαντος)连用。此处 ὡς 用以引出说话者(主教)所援引的客观/主观依据或权威证言,意为“根据……所说之言”或“以……曾说过的为据”。
- 150ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος
由限定动词 ἔφθη 与补足分词 εἰρηκώς 构成的固定句式。φθάνω 在此表示“已经……、仅及……”。搭配修饰短语 ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος(相较于论题的宏大而言),整句意为“对照该主题的浩大,他所已说出的话其实甚少”。
- 150τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι
第二人称将来时陈述语气 τυπώσεις 在此承担祈使/命令功能(命令式将来时)。动词 τυπόω 本义为“塑造、定型”,此处引申为“说服、调理(父亲的心志)”,后接不定式 ἐπιτρέπειν,意为“请设法劝说促使父亲允许你……”。
