- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:150#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克利德致信安菲洛基乌,坦陈自己在脱离世俗公职、踏入基督徒生活后的灵性浅陋与对良师指导的渴求,并针对昔日盟约的责难作出回应,申明两人虽肉身相隔,但在志向与祈祷中始终连为一体。
Ἀμφιλοχίῳ, ὡς παρὰ Ἡρακλείδου Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι, καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπʼ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες ἀποσκοπεύων τὸ μέλλον. οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγος δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ πονηροῦ φαντασίας. ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφʼ ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἱονεί τινα λήμην, ἀφαιρεθέντα,1 δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω,2 οὐδʼ ἐπʼ ὀλίγον τὴν ὠφέλειαν φέρειν. Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾷν, καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· καὶ ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ἐνδεής εἰμι γνωρίζειν δύναμαι· πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς, οὔτε ὀκλάζει μου ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπʼ ἐμοί, καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ ἀκούω. ἀλλʼ ἔτι μέν με καὶ αἱ ἔξωθεν ἀρχαὶ συστέλλουσιν, ὥσπερ λειποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων. ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα. Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. ἐγὼ γὰρ οὕτω νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῇν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, ᾧ κοινῇ προσεφύγομεν; τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν.3 οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος φέρουσαν. ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ παρερριμμένῳ στενάζειν, ἀκολουθήσει μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ὅ με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ.
致安菲洛基乌,以赫拉克利德的名义 我既铭记我们往日彼此间的交谈,也未曾忘却我自己所说之言以及从您高尚之士那里所听闻的一切。如今,俗世的公职生活已不再拘束我。因为即便在内心里我仍是原样,尚未脱去旧人,但至少在外在形态上,以及通过让自己远离世俗事务,我终究仿佛已踏上了依循基督之道的公民生活之路。我独自静坐,正如那些即将驶向浩瀚大海的人一般,凝视着未来的际遇。盖航海之人需要顺风以利航行,我们所需要的则是能携引我们之手、带领我们安全渡过世间咸涩狂澜的引路人。因我认为自己首先需要抵御青春躁动的缰绳,其次需要激励奔赴虔敬之途的马刺。而显然能提供这些的乃是言论教诲,它时而规训我们放纵无序之举,时而唤醒灵魂的迟钝怠惰。此外,我还需其他良药,以洗涤昔日流俗习惯所染上的污垢。因您深知,我们这些长期惯于法庭公门的人,言辞轻率放肆,对恶者在心智中诱发的妄念毫无防备;我们亦被虚荣所降服,绝非轻易便能放下自矜之意。针对这些弊病,我认为自己极需一位伟大而经验渊博的良师。再者,使灵魂之眼得以彻底净化,从而使一切源于无知的晦暗遮蔽——宛如眼垢一般——全被剔除,能够专心仰望神之荣耀的壮丽,我断定这绝非一件轻而易举之事,其所带来的裨益亦绝非微末。 我深知您博学的才智亦洞见及此,并切望能有人为此提供协助;若神允准我日后能与您端庄的尊范相晤,我显然将更加明了自己理当专注之事。因为如今由于极度无知,我甚至无法认知自己究竟欠缺多少事物;唯独可以确定的是,我对起初的决意未曾有丝毫懊悔,我的灵魂面对遵神旨意的生活目标亦未曾退缩畏葸——您出于自身高尚的品行,恰如其分地为我感到担忧,生怕我一旦转身后顾,便成了盐柱,正如我听闻某位妇人所遭遇的那样。然而,外界的官宪仍不断对我施加钳制,仿佛官吏们在搜捕逃兵一般;而阻滞我前行的首要因素正是我自己的内心,它向自身见证了我方才所述的种种实情。 至于您提及昔日的约定,并扬言要控告我,这反而在我当下的忧郁中令我发笑,因为您依然是一位修辞家,并未舍弃精妙雄辩之能。盖我以为——除非我因浅陋无知而全然违背了真理——通往主身旁的道路只有一条,凡向祂行进之人皆彼此结伴同行,并依循同一生命之约前进。既然如此,我能往何处离去而与您分离,不再与您同住,不再与您一同侍奉我们共同托庇的神呢?我们的肉身固然受限于地域而彼此相隔,但神的眼目显然共同眷顾着我们双方——设若我的生命亦配得蒙受神之眼目的垂顾;因我曾在《诗篇》某处读到:“主的眼目看顾义人。”我实愿在肉身中与您以及凡与您有相似志向之人常相厮守,每夜每日与您,并与凡配得求告神之名的他人,一同向我们在天之父屈膝跪拜;因我知道在祷告中的相交能带来极大的益处。然而,若每次我被遗弃在另一处偏隅发出叹息,便断然招致撒谎之讥,我固然无力与此说辩驳,但若我出于昔日的轻忽而言及任何使自己遭受虚谎之审判的言语,我如今已判定自己乃是一个撒谎之人。
- 150ἀφαιρεθέντα
阳性单数宾格被动分词,与前文的 τὸν ὀφθαλμὸν(延续作不定式 δύνασθαι 的逻辑主语)在性、数、格上保持一致。双宾动词 ἀφαιρέω 转为被动语态时,被剥除的一方充当主语(此处因在宾格不定式结构中而作宾格),而被剥除的事物(πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν)则作为保留宾格继续维持宾格形式。
- 150οὐ μικροῦ ἔργου κρίνω
表性质与价值的谓语属格(predicate genitive)。它以此前由宾格与不定式构成的整个从属短语(τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι... δύνασθαι)为宾语,意为“我断定[此事]属于绝非微小的工程(劳碌)”。
- 150καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν
一种在句法上略带破格(anacoluthon)的省略结构,在语义上与前方的介词短语 μετὰ σοῦ(“与你一起”)并列。语法上它体现为省去了限定动词的主格条件从句(εἴ τις ἄλλος...),依文意表达“[亦与]凡配得求告神之名的任何他人[一同屈膝]”。
