← 该撒利亚的巴西流

书信集

§147-149

前任长官马克西穆斯的受难与救济代求

巴西尔致信阿布尔吉乌和图拉真,为曾治理卡帕多细亚却遭阴谋迫害而倾家荡产、声名受损的马克西穆斯代求,将他的厄运比作奥德修斯的受难,并恳请有权势者伸出援手施加庇护与公义救济。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§147

Ἀβουργίῳ Μῦθον ἐνόμιζον τέως τὰ τοῦ Ὁμήρου, ὅτε ἐπῄειν αὐτοῦ τὸ ἕτερον μέρος τῆς ποιήσεως, ἐν ᾧ τὰ τοῦ Ὀδυσσέως πάθη μεταδιδάσκει. ἀλλʼ ἐκεῖνα τὰ μυθικὰ τέως καὶ ἄπιστα πάνυ ἡμᾶς πιθανὰ νομίζειν ἐδίδαξεν ἡ περὶ τὸν πάντα ἄριστον Μάξιμον περιπέτεια. καὶ γὰρ καὶ οὗτος ἄρχων ἐγένετο ἔθνους οὐ φαυλοτάτου, ὥσπερ ἐκεῖνος ὁ στρατηγὸς τῶν Κεφαλλήνων. καὶ πολλὰ χρήματα ἄγων ἐκεῖνος γυμνὸς ἐπανῆλθε, καὶ τοῦτον οὕτως ἡ συμφορὰ διέθηκεν, ὡς κινδυνεῦσαι ἐν ἀλλοτρίοις ῥάκεσιν ὀφθῆναι τοῖς οἴκοι. καὶ ταῦτα πέπονθε, Λαιστρυγόνας τάχα που ἐφʼ ἑαυτὸν παροξύνας, καὶ Σκύλλῃ περιπεσὼν ἐν γυναικείᾳ μορφῇ κυνείαν ἐχούσῃ ἀπανθρωπίαν καὶ ἀγριότητα. ἐπεὶ οὖν μόλις αὐτῷ ὑπῆρξε τὸν ἄφυκτον τοῦτον διανήξασθαι κλύδωνα, σὲ δι’ ἡμῶν ἱκετεύει, ἀξιῶν αἰδεσθῆναι τὴν κοινὴν φύσιν καὶ ἐπὶ ταῖς παρʼ ἀξίαν αὐτοῦ συμφοραῖς ἀλγήσαντα,1 μὴ σιωπῇ κρύψαι τὰ κατʼ αὐτόν, ἀλλὰ διαγγεῖλαι τοῖς ἐν δυνάμει, ὥστε μάλιστα μὲν καὶ γενέσθαι τινὰ αὐτῷ βοήθειαν πρὸς τὴν σκευωρηθεῖσαν ἐπήρειαν· εἰ δὲ μή, δημοσιευθῆναι γοῦν τὴν προαίρεσιν τοῦ εἰς αὐτὸν ἐμπαροινήσαντος. ἀρκοῦσα γὰρ τῷ ἠδικημένῳ παραμυθία ἡ τῶν ἐπιβουλευσάντων αὐτῷ τῆς πονηρίας φανέρωσις.

致阿布尔吉乌 每当我研读荷马诗作中讲述奥德修斯苦难的那另一部分篇章时,向来只将其中所载之事视为神话。然而,降临在至善的马克西穆斯身上的剧变,却让我们学会将那些向来虚妄与不可置信之事视为全然可信的。因为他也曾作过绝非微不足道的部族的统治者,正如那位凯法利尼亚人的统帅一般。那位统帅携带着大量财物,归来时却赤身露体;而厄运同样如此摧残了此人,以至于他濒临穿着他人的破衣烂衫在故里之人面前现身的绝境。而且他遭遇这些苦难,或许是因为惹恼了如莱斯特律戈涅斯人般的暴徒,又遭遇了一位兼具妇人形态与犬类残暴凶蛮的斯库拉。既然他如今好不容易才从这无法逃遁的狂澜中挣扎游出,便借着我们向您恳求,请求您顾念人类共通的天性,并为他不该承受的灾祸感到痛惜,不要对他的遭遇缄默不语,而是向当权之人转达,以便首先使他能够针对那精心策划的暴虐侵害获得某种救助;即便不能如此,至少也要将那对他施加非分凌辱之人的居心公之于众。因为对于受屈之人而言,将那些图谋暗算他之人的奸恶揭露无遗,便已是足够的安慰。

§148

Τραϊανῷ Πολλὴν φέρει τοῖς καταπονουμένοις παραμυθίαν καὶ τὸ ἔχειν ἀποδύρασθαι τὰς ἑαυτῶν συμφοράς, καὶ μάλιστα ὅταν ἀνδρῶν ἐπιτύχωσι δυναμένων ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας συμπαθῆσαι τοῖς ἀλγεινοῖς. ὅθεν καὶ ὁ αἰδεσιμώτατος ἀδελφὸς Μάξιμος, ὁ τῆς πατρίδος ἡμῶν ἡγησάμενος, παθὼν οἷα οὐδέπω τις ἀνθρώπων ἕτερος, καὶ πάντων μὲν γυμνωθεὶς τῶν προσόντων, ὅσα τε ἦν αὐτῷ πατρῷα καὶ ὅσα ἐκ προτέρων πόνων ὑπῆρχε συνειλεγμένα, κακοπαθήσας δὲ τῷ σώματι μυρία ταῖς ἄνω καὶ κάτω πλάναις, καὶ οὐδὲ αὐτὴν τὴν ἐπιτιμίαν ἀνεπηρέαστον διασώσας, ἧς ἕνεκα πάντα πονεῖν τοῖς ἐλευθέροις σύνηθες, πολλὰ μὲν πρὸς ἡμᾶς περὶ τῶν συμβάντων αὐτῷ ἀπωλοφύρατο, ἠξίωσε δὲ δι’ ἡμῶν ὡς ἐν κεφαλαίῳ φανερὰν γενέσθαι σοι τὴν περιστᾶσαν αὐτῷ τῶν κακῶν Ἰλιάδα. κἀγώ, ἐπειδὴ ἄλλως οὐδὲν ἀφελεῖν αὐτοῦ τῶν δεινῶν ἠδυνήθην, ἑτοίμως ταύτην ἔδωκα τὴν χάριν· τὸ ὀλίγα ἐκ πολλῶν ὧν ἤκουσα παρʼ αὐτοῦ διαγγεῖλαι2 τῇ κοσμιότητί σου, ἐπειδὴ αὐτὸς ἐρυθριᾷν μοι ἐδόκει τὰς ἑαυτοῦ συμφορὰς ἐναργῶς διηγήσασθαι. Εἰ γὰρ καὶ οὐ πονηρὸν τὸν ἠδικηκότα συνίστησι τὰ γενόμενα, ἀλλʼ οὖν γε τὸν πεπονθότα τῆς ἐλεεινοτάτης ὄντα μερίδος δείκνυσιν, ἐπειδὴ αὐτὸ τὸ περιπεσεῖν τοῖς θεηλάτοις κακοῖς ἀπόδειξίν πως ἔχειν δοκεῖ τοῦ παραδεδόσθαι τοῖς πάθεσιν. ἀλλʼ ἀρκεῖ αὐτῷ πρὸς παραμυθίαν τῶν συμβάντων τὸ εὐμενεῖ αὐτὸν προσβλέψαι τῷ ὄμματί σε καὶ τὴν πολυαρκῆ χάριν, ἧς πάντες ἀπολαύοντες δαπανᾷν οὐ δύνανται, τὴν τῆς σῆς ἡμερότητος λέγω, καὶ ἐπʼ αὐτὸν ἀφεθῆναι. ὅτι δὲ καὶ ἐν δικαστηρίοις μεγάλη αὐτῷ ἀφορμὴ πρὸς τὴν νίκην ἡ παρὰ σοῦ ῥοπή, πάντες ἀκριβῶς πεπείσμεθα. δικαιότατος δὲ πάντων καὶ αὐτὸς οὗτος, ὁ τὴν ἐπιστολὴν ἡμῶν, ὥς τι ὄφελος αὐτῷ ἐσομένην, ἐπιζητήσας· ὃν μετὰ τῶν ἄλλων ἴδοιμεν τῇ κατὰ δύναμιν αὐτοῦ φωνῇ τὴν σὴν εὐφημοῦντα σεμνότητα.

致图拉真 对于身受困顿之人而言,即便仅仅能够倾诉自身的灾祸,亦能带来极大的抚慰,尤其是在他们遇见那些凭着品性的崇高仁厚而能够对苦痛之事感同身受的士人时,更是如此。因此,曾治理我们故土的、至当受尊崇的弟兄马克西穆斯,遭遇了迄今尚无任何他人承受过的苦难,既被剥夺了身外的一切财产——不论是父祖的遗产,还是历经先前的劳苦积攒下来的财富,又因四处辗转漂泊使肉身饱受无数折磨,甚至连自由人依循惯例为之甘受一切辛劳的名节本身亦未能免遭践踏而保全,便向我们痛切陈述了发生在他身上的诸般惨事,并请求借由我们将那笼罩着他的灾祸之《伊利亚特》提纲挈领地向您陈明。而我,因无法以其他任何方式免除他的危难,便欣然应允了这一恩情:从我自他那里听闻的众多事项中择取少许,转报给您端庄谦抑的尊德,因为他本人在我看来似乎因要清晰历数自己的灾祸而深感羞赧。 因为即便所发生之事并不证实施害者乃是恶徒,但无论如何却表明了受难者处于至为凄惨的境地,因陷入神谴般的灾厄本身在某种程度上似乎就带有沦于苦痛的凭据。然而,对于已然发生的惨剧,只要您以仁慈的目光垂顾于他,并将人人享用却绝无法耗尽的那充盈恩惠——我指的是您的宽和慈厚——亦施加于他,这对他而言便已足够作为安慰。而且在法庭之上,来自您的支持乃是他获取胜利的有力凭藉,对此我们众人都深信不疑。而向我们寻求这封信函、期望它能对自己有所裨益的他本人,也是一切人中最为公义的;但愿我们能见到他与其他众人一同,依其全力所能发出的声音,称颂您崇高庄严的圣德。

§149

Τραϊανῷ Καὶ αὐτὸς ὑπέβαλες ὀφθαλμῷ τὴν κακοπάθειαν τοῦ πρότερον μὲν εὐδοκίμου, νῦν δὲ ἐλεεινοτάτου πάντων Μαξίμου, τοῦ ἄρξαντος τῆς πατρίδος ἡμῶν, ὡς οὐκ ὤφελενϲ3 οἶμαι γὰρ ἂν πολλοῖς ἀπευκτὴν ἔσεσθαι τὴν τῶν ἐθνῶν ἀρχήν, εἰ πρὸς τοιοῦτον πέρας μέλλουσι καταστρέφειν αἱ προστασίαι. ὥστε τί δεῖ ἡμᾶς τὰ καθʼ ἕκαστον ἀπαγγέλλειν, ὧν τε εἴδομεν, ὧν τε ἠκούσαμεν, ἀνδρὶ διὰ πολλὴν τῆς διανοίας ὀξύτητα ἱκανῷ ἐξ ὀλίγων τῶν πραχθέντων στοχάσασθαι τὰ λειπόμενα; πλὴν ἐκεῖνό γε εἰπών, ἴσως οὐ περιττός σοι φανήσομαι, ὅτι πολλῶν ὄντων καὶ δεινῶν τῶν εἰς αὐτὸν τολμηθέντων πρὸ τῆς σῆς παρουσίας, τοιαῦτα γέγονε τὰ μετὰ ταῦτα, ὡς φιλανθρωπίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα.4 τοσαύτην εἶχεν ὑπερβολὴν ὕβρεως καὶ ζημίας καὶ τῆς εἰς αὐτὸ τὸ σῶμα κακοπαθείας, τὰ δὴ ὕστερον αὐτῷ παρὰ τοῦ κρατοῦντος ἐξευρεθέντα. καὶ νῦν ἔμφρουρος ἥκει τὰ λείψανα τῶν ὧδε κακῶν αὐτοῦ ἀποπληρώσων, ἐὰν μὴ σὺ τὴν μεγάλην σαυτοῦ χεῖρα ὑπερσχεῖν ἐθελήσῃς τῷ καταπονουμένῳ. περιττὸν μὲν οὖν οἶδα ποιῶν, τὴν σὴν χρηστότητα εἰς φιλανθρωπίαν παρακαλῶν. πλὴν ἀλλʼ ἐπειδὴ βούλομαι γενέσθαι χρήσιμος τῷ ἀνδρί, ἱκετεύω σου τὴν σεμνοπρέπειαν προσθεῖναί τι τῇ ἐκ φύσεως περὶ τὸ καλὸν σπουδῇ δι’ ἡμᾶς, ὥστε ἐναργὲς τῷ ἀνδρὶ γενέσθαι τῆς ὑπὲρ αὐτοῦ παρακλήσεως ἡμῶν τὸ ὄφελος.

致图拉真 对于从前享有盛名、如今却成为万民中最凄惨者的马克西穆斯——即那位曾治理我们故土的人——所受的苦难,您亦曾亲眼目睹;但愿他未曾担任那样的官职!因为我想,若地方官员的治绩注定要以如此结局收场,则统治部族之职必将成为许多人避之不及之物。因此,对于像您这样凭借非凡的思想敏锐度、足以从少许已行之事推断出其余全貌的人,我们何须就耳闻目睹之事逐一呈报?不过,只要陈明这一点,我或许在您看来便不算多言:在他于您到临之前所遭受的众多严重横逆之外,此后发生的诸事竟使得先前的遭遇反倒显如仁慈一般。那位掌权者后来针对他所罗织的手段,包含了何等登峰造极的凌辱、罚责以及对肉身本身的折磨。如今,他已在监押之下押解至此;除非您愿意向这位受苦之人伸出您强有力的手加以庇护,否则他将受尽自己在此地残余的厄运。因此,我知道劝请您的善德施行仁惠乃是多此一举;然而,由于我切望能对此人有所裨益,故而恳求您庄重威严的品德因着我们的缘故,在您生来对善美的热忱之上再增添一份顾念,从而使我们为他所作的代求之益在此人身上显明可见。

语法注4 条
  1. 147ἐπὶ ταῖς παρʼ ἀξίαν αὐτοῦ συμφοραῖς ἀλγήσαντα

    介词短语 παρʼ ἀξίαν αὐτοῦ 意为“违背其所应得的”,即修饰 συμφοραῖς 表“不应承受的/不公的”。宾格分词 ἀλγήσαντα 与不定式 αἰδεσθῆναι 的逻辑主语(即受词 σέ)保持同格,以分词形式表达主语伴随的悲悯情感态势。

  2. 148τὸ ὀλίγα ἐκ πολλῶν ὧν ἤκουσα παρʼ αὐτοῦ διαγγεῖλαι

    带冠词的不定式短语 τὸ ... διαγγεῖλαι 与前句中的名词词组 ταύτην τὴν χάριν 构成同位语(说明性同位用法),明确指出了巴西尔所应允施予的“恩情”的具体内容,即从诸多听闻中选取少许事项进行通报。

  3. 149ὡς οὐκ ὤφελεν

    带有 ὡς 的惯用插入式感叹短语,动词 ὤφελεν(未完成过去直陈式表达过去未实现的愿望)意为“但愿他不曾(任职/遭此不幸)”。此句作为对前文 τοῦ ἄρξαντος 的插话式慨叹,表达对马克西穆斯出任该官职导致悲惨结局的痛惜之情。

  4. 149ὡς φιλανθρωπίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα

    在由 ὡς 引导的结果从句中,致使动词不定式 ποιῆσαι 支配了一个被动不定式结构:τὰ φθάσαντα 作 νομισθῆναι 的主格宾格,φιλανθρωπίαν 作其表语宾格,整体意为“以至于使先前发生之事(被)视为仁慈”,极度强调后起迫害之严重。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:147-149