← 该撒利亚的巴西流

书信集

§14

致格列高利论本都隐修地的胜景

巴西尔向友人格列高利解释了未能等待相聚的缘由,并详尽描绘了本都隐修地险峻优美的自然景致(高山、湍流、绝壁构成的天然要塞以及世外桃源般的静谧),敦促其前来会合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

Γρηγορίῳ ἑταίρῳ Ἐγὼ τοῦ ἀδελφοῦ μοι ἐπιστείλαντος Γρηγορίου πάλαι βούλεσθαι ἡμῖν συντυχεῖν, προσθέντος δὲ ὅτι καὶ σοὶ αὐτὸ τοῦτο δεδογμένον ἐστί, τὸ μέν τι καὶ διὰ τὸ πολλάκις ἀπατηθῆναι ὀκνηρῶς ἔχων πρὸς τὸ πιστεύειν, τὸ δέ τι καὶ ὑπὸ ἀσχολιῶν περισπώμενος,1 ἐπιμεῖναι οὐκ ἠδυνήθην. δεῖ γάρ με ἤδη ἀπελαύνειν ἐπὶ τὸν Πόντον, ἐν ᾧ τάχα ποτέ, τοῦ Θεοῦ βουληθέντος, τῆς πλάνης λήξομεν. μόλις γὰρ ἀπογνοὺς τῶν ματαίων ἐλπίδων, ἃς ἐπὶ σοὶ εἶχόν ποτε, μᾶλλον δὲ τῶν ὀνείρων, εἰ δεῖ ἀληθέστερον εἰπεῖν (ἐπαινῶ γὰρ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνια), κατὰ βίου ζήτησιν ἐπὶ τὸν Πόντον ἀπῆλθον. ἔνθα δή μοι ὁ Θεὸς χωρίον ὑπέδειξεν ἀκριβῶς συμβαῖνον τῷ ἐμῷ τρόπῳ, ὥστε, οἷον πολλάκις εἰώθαμεν ἀργοῦντες ἅμα καὶ παίζοντες τῇ διανοίᾳ συμπλάττειν, τοιοῦτον ἐπὶ τῆς ἀληθείας καθορᾷν. Ὄρος γάρ ἐστιν ὑψηλὸν βαθείᾳ ὕλῃ κεκαλυμμένον, ψυχροῖς ὕδασι καὶ διαφανέσιν εἰς τὸ κατʼ ἄρκτον κατάῤῥυτον. τούτου ταῖς ὑπωρείαις πεδίον ὕπτιον ὑπεστόρεσται, ταῖς ἐκ τοῦ ὄρους νοτίσι διηνεκῶς πιαινόμενον. ὕλη δὲ τούτῳ αὐτομάτως περιφυεῖσα ποικίλων καὶ παντοδαπῶν δένδρων, μικροῦ δεῖν ἀντὶ ἕρκους αὐτῷ γίνεται, ὡς μικρὰν εἶναι πρὸς τοῦτο καὶ τὴν Καλυψοῦς νῆσον, ἣν δὴ πασῶν πλέον Ὅμηρος εἰς κάλλος θαυμάσας φαίνεται. καὶ γὰρ οὐδὲ πολὺ ἀποδεῖ τοῦ νῆσος εἶναι, ἕνεκά γε τοῦ πανταχόθεν ἐρύμασι περιείργεσθαι· φάραγγες μὲν γὰρ αὐτῷ βαθεῖαι κατὰ δύο μέρη περιεῤῥώγασι, κατὰ πλευρὰν δὲ ἀπὸ κρημνοῦ ὁ ποταμὸς ὑποῤῥέων τεῖχός ἐστι καὶ αὐτὸς διηνεκὲς καὶ δυσέμβατον· ἐκ δὲ τοῦ ἐπὶ θάτερα τεταμένον εἶναι τὸ ὄρος δι’ ἀγκώνων μηνοειδῶν ταῖς φάραγξιν ἐπιζευγνύμενον, τὰ βάσιμα τῆς ὑπωρείας ἀποτειχίζει.2 μία δέ τις εἴσοδος ἐπʼ αὐτῆς, ἧς ἡμεῖς ἐσμὲν κύριοι. τήν γε μὴν οἴκησιν αὐχήν τις ἕτερος ὑποδέχεται, ὑψηλόν τινα ἐπὶ τῆς ἄκρας ἀνέχων τένοντα, ὥστε τὸ πεδίον ἐκ τούτου ὑφηπλῶσθαι ταῖς ὄψεσι καὶ ἐκ τοῦ μετεώρου ἐξεῖναι καὶ τὸν ποταμὸν περιῤῥέοντα καθορᾷν, οὐκ ἐλάττονα τέρψιν, ἔμοιγε δοκεῖν, παρεχόμενον ἢ τοῖς ἐκ τῆς Ἀμφιπόλεως τὸν Στρύμονα καταμανθάνουσιν. ὁ μὲν γὰρ σχολαιοτέρῳ τῷ ῥεύματι περιλιμνάζων, μικροῦ δεῖν καὶ τὸ ποταμὸς εἶναι ὑπὸ τῆς ἡσυχίας ἀφῄρηται· ὁ δὲ ὀξύτατα ὧν ἐγὼ οἶδα ποταμῶν ῥέων βραχύ τι τῇ γείτονι πέτρᾳ παρατραχύνεται· ἀφʼ ἧς ἀναχεόμενος εἰς δίνην βαθεῖαν περιειλεῖται, ὄψιν τε ἡδίστην ἐμοὶ καὶ παντὶ θεατῇ παρεχόμενος, καὶ χρείαν τοῖς ἐπιχωρίοις αὐταρκεστάτην, ἰχθύων γε πλῆθος ἀμύθητον ταῖς δίναις ἐντρέφων. Τί δεῖ λέγειν τὰς ἐκ τῆς γῆς ἀναπνοάς, ἢ τὰς ἐκ τοῦ ποταμοῦ αὔρας; τό γε μὴν τῶν ἀνθέων πλῆθος ἢ τῶν ᾠδικῶν ὀρνίθων ἄλλος μὲν ἄν τις θαυμάσειεν, ἐμοὶ δὲ οὐ σχολὴ τούτοις προσέχειν τὸν νοῦν. ὃ δὲ μέγιστον εἰπεῖν ἔχομεν τοῦ χωρίου, ὅτι3 πρὸς πᾶσαν ὑπάρχον καρπῶν φορὰν ἐπιτήδειον δι’ εὐκαιρίαν τῆς θέσεως, ἥδιστον ἐμοὶ πάντων καρπῶν τὴν ἡσυχίαν τρέφει, οὐ μόνον καθότι τῶν ἀστικῶν θορύβων ἀπήλλακται, ἀλλʼ ὅτι οὐδὲ ὁδίτην τινὰ παραπέμπει πλὴν τῶν κατὰ θήραν ἐπιμιγνυμένων ἡμῖν. πρὸς γὰρ τοῖς ἄλλοις καὶ θηροτρόφος ἐστίν, οὐχὶ ἄρκτων ἢ λύκων τῶν ὑμετέρων (μὴ γένοιτο), ἀλλʼ ἐλάφων ἀγέλας καὶ αἰγῶν ἀγρίων καὶ λαγωοὺς βόσκει, καὶ εἴ τι τούτοις ὅμοιον. Ἆρʼ οὖν οὐκ ἐνθυμῇ παρʼ ὅσον ἦλθον κινδύνου4 ὁ μάταιος ἐγώ, τοιούτου χωρίου τὴν Τιβερίνην, τῆς οἰκουμένης τὸ βάραθρον, φιλονεικῶν ἀνταλλάξασθαι; πρὸς ὅπερ νῦν ἐπειγομένῳ συγγνώσῃ. πάντως γὰρ οὐδὲ Ἀλκμαίων Ἐχινάδας εὑρὼν ἔτι τῆς πλάνης ἠνέσχετο.

致友人格列高利 我的兄弟格列高利写信告诉我,他早有意愿与我们相会,并补充说你也已作此决断;然而,我一方面由于屡次受骗而心存疑虑不敢轻信,另一方面又为杂务所牵绊,以致无法久留等待。因为我必须立即启程前往本都,若蒙天主垂旨,我们在那里或许终能停止流徙。我好不容易放弃了从前对你抱有的虚妄期待,或者更确切地说是梦想(因为我赞同那句名言,说希望不过是清醒者的幻梦),便动身前往本都以寻觅一种生活方式。天主果然在那里向我指示了一处完全符合我心性的居所,以至于我们在闲暇打趣时心中所构想的景象,如今竟真切地呈现在眼前。 那里有一座高山,覆盖着茂密的树林,寒冷而澄澈的泉水向北倾泻而下。山脚下铺展着一片平坦的平原,不断受着山间泉水的滋养润泽。平原周围自然生长着各式各样的繁茂树林,几乎成了它的天然围栏,以至于与此地相比,就连荷马赞叹其美丽胜过一切的卡吕普索之岛也显得微不足道了。事实上,由于四面皆有险阻环卫,这里与一座岛屿已相差无几;因为深邃的峡谷在两侧断裂开来,而在另一侧,从悬崖下奔流而过的河流本身便是一道连续且难以逾越的高墙;而在另一侧,由于山峦绵延并通过半月形的弯折山脊与峡谷相连,便将山脚可通行的路径尽数封阻。其上的入口仅有一处,且全由我们所掌控。此外,另一座山梁承托着居所,在其峰顶托起一道险峻的脊梁,使得平原从此处尽收眼底,而且从这高耸之处还可以俯瞰环绕奔流的河流;在我看来,这所带来的愉悦丝毫不亚于那些在安菲波利斯俯瞰斯特律蒙河的人所体会到的。因为后者水流迟缓如积水成湖,因过分平静而几乎失却了作为河流的面貌;而这条河流以我所知最湍急的势头奔腾,稍稍触碰邻近的岩石便激起浪花,随即倾泻回旋入深邃的漩涡之中,为我以及所有观者提供了极其怡人的景致,并通过在漩涡中育养无数游鱼,为当地居民提供了极充足的食用之资。 大地散发的气息,或是河上吹拂的微风,又何须多言?至于那些繁花与鸣禽,别人或许会赞叹不已,我却没有闲暇把心思放在这些上面。但关于这地方我们所能说的至妙之处,在于它凭借绝佳的地势不仅宜于出产各类果实,更孕育出对我而言最甘美的果实——静谧;这不仅因为它远离了城市的喧嚣,更因为它除却因狩猎而与我们接触的人之外,不曾送来任何过路之人。因为除却其他长处,它也是野生兽类的育养之地;它饲育的绝非你们那里的熊或狼(愿这绝不发生!),而是成群的鹿、野山羊和野兔,以及诸如此类的动物。 那么,你难道没有想过,我这糊涂之人曾冒了何等凶险,竟力图用如此美地去换取那号称世间深坑的蒂贝里纳?因此,如今请宽恕我急于赶赴此地;毕竟,就连阿尔克迈翁在寻得埃喀那得斯群岛之后,也再不肯忍受流浪之苦了。

语法注4 条
  1. 14τὸ μέν τι καὶ διὰ τὸ πολλάκις ἀπατηθῆναι ὀκνηρῶς ἔχων πρὸς τὸ πιστεύειν, τὸ δέ τι καὶ ὑπὸ ἀσχολιῶν περισπώμενος

    关联副词性宾格 τὸ μέν τι ... τὸ δέ τι(一方面……另一方面……)将修饰主句主语 ἐγώ 的两个分词结构对比连接起来:带有原因介词短语的 ὀκνηρῶς ἔχων 与被动分词 περισπώμενος。

  2. 14ἐκ δὲ τοῦ ἐπὶ θάτερα τεταμένον εἶναι τὸ ὄρος δι’ ἀγκώνων μηνοειδῶν ταῖς φάραγξιν ἐπιζευγνύμενον, τὰ βάσιμα τῆς ὑπωρείας ἀποτειχίζει

    ἐκ δὲ τοῦ ... τεταμένον εἶναι 是介词 ἐκ 支配的属格带冠词不定式结构(“由于……绵延”),其中 ἐπὶ θάτερα(在另一侧)修饰 τεταμένον,τὸ ὄρος 既是该不定式的宾格主语,又兼作主句动词 ἀποτειχίζει 的主语,随后的分词 ἐπιζευγνύμενον 与 τὸ ὄρος 一致,修饰山峦如何与峡谷相连。

  3. 14ὃ δὲ μέγιστον εἰπεῖν ἔχομεν τοῦ χωρίου, ὅτι

    句首的关系分句 ὃ δὲ μέγιστον εἰπεῖν ἔχομεν τοῦ χωρίου(“关于这地方我们所能说的至妙之处”)作为悬空主格的主题呈现,后续的整个 ὅτι 分句充当阐明其实质内容的表语部分。属格 τοῦ χωρίου 表示主题或部分属格。

  4. 14παρʼ ὅσον ἦλθον κινδύνου

    惯用结构,介词短语 παρʼ ὅσον(“离……多么近”、“濒临到何等地步”)结合表示程度或范围的部分属格 κινδύνου,意为“我曾濒临了何等巨大的危险”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:14