← 该撒利亚的巴西流

书信集

§143-146

请求救济所援助与恳请尤西比乌来访

巴西尔向两位官员推荐乡村主教并请求支持贫民救济所,切切恳请尤西比乌主教克服艰难探访受苦的教会,并勉励安条克持守灵性操练且期盼与其相会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§143

Ἑτέρῳ νουμεραρίῳ Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, δι’ ἐμαυτοῦ ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν, ἀντʼ ἐμαυτοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσχόντα χρήσασθαι συμβούλῳ, ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. τὸ γὰρ πτωχοτροφεῖον τὸ παρʼ αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι(ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειρος εἶ τοῦ ἔργου, ἀλλʼ, ὡς ὁ δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι ὁ Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃ τὰ ἐπιζητούμενα. ἤδη γάρ μοι καὶ ὁ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρωπίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι τῶν καλῶν ἡγεμόνα), ἀλλʼ ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσωπήθησαν.

致另一位会计官 若我自身能亲自侍奉于您的高贵品格左右,我定当亲自呈报心中所愿,并为那些困苦之人伸冤挺身。但由于肉身的病弱与繁重的事项将我牵绊,我便推举这位弟兄——即乡村主教代我前往,以便您能真诚地垂听他,并用他作顾问,因为他能在这些事务上本着真诚与明智提出建言。关于由他所管理的贫民救济所,当您垂顾视察之时——我确知您必会亲阅而绝不致忽略,因为您对于此类善工绝非生疏,正如某人向我所报告的那样,您正从主赐予您的财物中资助着阿马塞亚的一所收容所——因此,当您也看到这一所收容所时,您必会提供他所恳求的一切。因为您的同僚此前也已向我应许,愿意对这些贫民救济所施予仁爱之举。我如此陈言,并非为了让您去效仿他人(因为在善举上您理应作他人的表率),而是为了让您知晓,就这完全相同的事宜,他人亦曾顺从了我们的恳请。

§144

Τρακτευτῇ τῶν ἐπάρχων Γνωρίζεις πάντως τόνδε ἐκ τῆς κατὰ τὴν πόλιν συντυχίας, ὅμως δέ σοι αὐτὸν καὶ διὰ τῆς ἐπιστολῆς προσάγομεν συνιστῶντες, ὅτι εἰς πολλά σοι τῶν σπουδαζομένων χρήσιμος ἔσται, διὰ τὸ καὶ συνετῶς καὶ εὐλαβῶς δύνασθαι ὑποτίθεσθαι τὰ πρακτέα. ἃ δὲ ἐμοὶ εἰς τὸ οὖς διελέχθης, ταῦτα νῦν ἐστὶ καιρὸς ἐπιδείξασθαι, ἐπειδάν σοι ὁ προειρημένος ἀδελφὸς τὰ τῶν πτωχῶν ὑποδείξῃ.

致教区长官的税赋稽核官 凭着在城中的会面,您想必已然认识此人,但我们仍借此信将他引荐至您面前,向您推荐他,因他在您所致力的许多事务上皆将大有裨益,全在于他能够既明达又虔敬地建言当行之事。至于您曾对我附耳私谈之事,一旦前述的弟兄向您陈明穷人们的景况,此刻正是将其付诸展现的时机了。

§145

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Οἶδα τοὺς μυρίους πόνους σου, οὓς ἀνέτλης ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τῶν ἀσχολιῶν τὸ πλῆθος οὐκ ἀγνοῶ, ἃς ἔχεις, τὴν οἰκονομίαν οὐ παρέργως ἀλλὰ κατὰ τὸ θέλημα τοῦ Κυρίου διατιθέμενος. καὶ τὸν ἐκ γειτόνων ὑμῖν ἐπικαθήμενον ἐννοῶ, ᾧ ἀνάγκη ὑμᾶς, ὥσπερ ὄρνιθας ἀετῷ ὑποπτήσσοντας, μὴ πόρρω τῆς σκέπης ἕκαστον ἀποτρέχειν. τούτων με οὐδὲν λέληθεν. ἀλλʼ ὁ πόθος πρᾶγμα βίαιον, καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυνάτοις·1 μᾶλλον δὲ ἡ ἐπὶ Κύριον ἐλπὶς ἰσχυρότατον πάντων. οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλʼ ἰσχύϊ πίστεως προσδοκῶ καὶ πόρον ἐν ἀμηχάνοις φανήσεσθαι καὶ πάντων ῥᾳδίως σε τῶν κωλυμάτων περιγενήσεσθαι, πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν ἐκκλησιῶν, καὶ μέντοι καὶ ὀφθῆναι παρʼ αὐτῆς·2 ὃ πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς.3 μὴ τοίνυν αὐτῇ τὰς ἐλπίδας ἀτελεῖς καταστήσῃς. καὶ γὰρ πέρυσιν ἀπὸ τῆς Συρίας ἐπανελθών, ἣν ἐδεξάμην ἐπαγγελίαν, ταύτην διακομίσας, πῶς οἴει μετέωρον αὐτὴν κατέστησα ταῖς ἐλπίσι; μὴ οὖν εἰς ἄλλον καιρὸν ὑπέρθῃ τὴν ἐπίσκεψιν αὐτῆς, ὦ θαυμάσιε. καὶ γὰρ ἐὰν ᾖ δυνατὸν ἰδεῖν αὐτήν ποτε, ἀλλʼ οὐχὶ καὶ μεθʼ ἡμῶν, οὓς ἐπείγει ἡ νόσος ἀπᾶραι λοιπὸν τοῦ ὀδυνηροῦ τούτου βίου.

致萨摩萨塔主教尤西比乌 我深知您为神的众教会所承受的无数辛劳,亦非不知您所背负的繁冗庶务——您绝非草率敷衍、乃是遵照主的旨意料理这治理之职。我亦思及盘踞于邻近压迫你们的那人,因他的缘故,你们便不得不像在苍鹰面前畏缩战栗的雏鸟一般,各自不敢远离避难之所。这一切我无一不知。然而切望乃是一种炽烈之物,甚至使人希冀那不可企及之事,敢于涉足那不可能之举;抑或可以说,对主的盼望乃是一切之中最为坚强者。因为我绝非凭着非理性的欲望,乃是凭着信心的力量,确信即便在穷途末路中亦必显出通路,您必能轻易胜过一切阻碍,得以亲睹那最亲爱的教会,且实实在在为她所瞻仰;对她而言,能瞻仰您的容颜、聆听您的声音,乃是一切福祉中最至高无上的。因此,切莫使她的盼望落空。事实上,去年当我从叙利亚归来,带回我所领受的诺言时,您可知我曾何等地使她在盼望中满怀雀跃?是以,令人钦佩的长者,请勿将探望她的时日推迟至另一时节。因为即使日后某时仍有可能见到她,却未必能有我们作陪了——疾病正催促着我们脱离这痛苦的残生。

§146

Ἀντιόχῳ Οὐκ ἔχω μέμψασθαί σοι ἀργίαν οὐδὲ ῥᾳθυμίαν, ὅτι καιροῦ παραπεσόντος γραμμάτων ἀπεσιώπησας. ἣν γὰρ διὰ τῆς τιμίας ἐμοὶ χειρὸς διεπέμψω προσηγορίαν πολλῶν ἐπιστολῶν τιμιωτέραν ποιοῦμαι. ἀντὶ οὖν ταύτης προσαγορεύω σε, καὶ παρακαλῶ σπουδαίως ἀντέχεσθαι τῆς κατὰ ψυχὴν σωτηρίας, πάντα τὰ πάθη τῆς σαρκὸς παιδαγωγοῦντα τῷ λόγῳ, καὶ διηνεκῶς τὴν περὶ Θεοῦ ἔννοιαν, οἷον ἐν ναῷ τινὶ ἁγιωτάτῳ, τῇ σαυτοῦ ψυχῇ ἐνιδρυμένην ἔχοντα· ἐπὶ πάσης δὲ πράξεως καὶ παντὸς λόγου πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Χριστοῦ δικαστήριον,4 ὥστε σοι τὰς κατὰ μέρος ἐνεργείας συναχθείσας ἐπὶ τῆς ἀκριβοῦς ἐκείνης καὶ φοβερᾶς ἐξετάσεως δόξαν ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ἐνεγκεῖν, ἐπὶ πάσης τῆς κτίσεως τῶν ἐπαίνων ἀξιουμένῳ. εἰ δὲ καταδέχοιτο τὴν μέχρις ἡμῶν ὁδὸν ὁ μέγας, οὐ μικρὸν κέρδος ἰδεῖν σε μετʼ αὐτοῦ ἐπὶ τῆς ἡμετέρας.

致安条克 即便在有修书良机之时您保持了缄默,我亦无由责备您的懈怠或怠惰。因为借由那对我而言至为珍贵之手所转达的问候,在我看来远胜过千言万语的书信。因此,我以此信回问您的安好,并切切劝勉您要竭力坚守关乎灵魂的救恩,以理性训导肉体的一切情欲,如同在至圣的殿堂中一般,使关乎神的意念恒常深植于您的灵魂之内;在一切言行举止之中,当将基督的审判台摆在眼前,以便在彼严谨而可畏的审问中,您的每一细部德行聚集起来,能使您在报偿之日荣获赞誉,在一切造物面前配得褒奖。倘若那位伟大的人物愿意踏上远至我们这里的旅程,能在我们的故土上与他一同见到您,那将是一件绝非微末的幸事。

语法注4 条
  1. 145ἀλλʼ ὁ πόθος πρᾶγμα βίαιον, καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυνάτοις

    不定词 ἐλπίσαι 与 ἐγχειρῆσαι 并列置于表语名词短语 πρᾶγμα βίαιον 之后,作说明性不定词(epexegetical infinitive),用以阐释主语 ὁ πόθος(切望、热望)的特质或结果,即“具有使人希求不可得之事并着手不可能之举的性质”,相当于隐含了表示倾向或结果的结构(如 ὥστε 或 πέφυκε)。

  2. 145πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν ἐκκλησιῶν, καὶ μέντοι καὶ ὀφθῆναι παρʼ αὐτῆς

    介词短语 πρὸς τὸ 接不定词结构表示依附于 προσδοκῶ 的目的或最终结果(“以至于……”、“为了……”)。宾格代词 σε 同时充当主动不定词 ἰδεῖν 的逻辑主语(宾语为 τὴν φιλτάτην τῶν ἐκκλησιῶν)以及并列的被动不定词 ὀφθῆναι 的逻辑主语(搭配施动者状语 παρʼ αὐτῆς)。

  3. 145ὃ πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς

    关系代词 ὃ 为中性单数,指代前文所述事件(尤西比乌探访教会并与之相见),与表语形容词 προτιμότατον 构成主谓判断。随后的两个不定词短语 τῷ σῷ προσβλέψαι προσώπῳ(支配与格)与 τῆς σῆς ἀκοῦσαι φωνῆς(支配属格)构成同格成分,进一步明确 ὃ 所指代的具体福祉内容。

  4. 146ἐπὶ πάσης δὲ πράξεως καὶ παντὸς λόγου πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Χριστοῦ δικαστήριον

    不定词 λαμβάνειν 与前文的不定词 ἀντέχεσθαι 构成并列,二者皆依附于主要动词 παρακαλῶ(劝勉、恳请)。尽管中间插入了分词短语 παιδαγωγοῦντα 和 ἔχοντα 使得距离拉开,但句法骨干依然是 παρακαλῶ [σε] ... λαμβάνειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:143-146