← 该撒利亚的巴西流

书信集

§141-142

向尤西比乌的致歉与为贫民院请求免税

巴西尔向萨摩萨塔的尤西比乌去信,解释自己因罹患重病及同道主教们的不配合而未能出席会议、在教务上步履维艰,随后致函教区长官的会计官,恳请为一位乡区主教所管辖的贫民收容所免除赋税。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§141

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ἐδεξάμην ἤδη δύο ἐπιστολὰς παρὰ τῆς ἐνθέου καὶ τελειοτάτης φρονήσεώς σου, ὧν ἡ μὲν ὑπέγραφεν ἡμῖν ἐναργῶς, ὅπως μὲν προσεδοκήθημεν ὑπὸ τοῦ λαοῦ τοῦ ὑπὸ τὴν χεῖρα τῆς ὁσιότητός σου, ὅσον δὲ ἐλυπήσαμεν ἀπολειφθέντες τῆς ἁγιωτάτης συνόδου. ἡ δὲ ἑτέρα, ἡ παλαιοτέρα μέν, ὡς εἰκάζω τῷ γράμματι, ὕστερον δὲ ἡμῖν ἀποδοθεῖσα, διδασκαλίαν περιεῖχε πρέπουσάν σοι καὶ ἡμῖν ἀναγκαίαν, μὴ καταρρᾳθυμεῖν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, μηδὲ κατὰ μικρὸν προΐεσθαι τοῖς ὑπεναντίοις τὰ πράγματα, ἀφʼ ὧν τὰ μὲν ἐκείνων αὐξήσει, τὰ δὲ ἡμέτερα μειωθήσεται. καὶ οἶμαι πρὸς ἑκατέραν ἀποκεκρίσθαι· πλὴν ἀλλὰ καὶ νῦν, ἐπειδὴ ἄδηλον εἰ οἱ πιστευθέντες τὴν διακονίαν διέσωσαν ἡμῶν τὰς ἀποκρίσεις, περὶ τῶν αὐτῶν ἀπολογοῦμαι· πρὸς μὲν τὴν ἀπόλειψιν ἀληθεστάτην πρόφασιν γράφων, ἧς οἶμαι τὴν ἀκοὴν καὶ μέχρι τῆς σῆς ὁσιότητος διαβεβηκέναι, ὅτι ὑπὸ ἀρρωστίας κατεσχέθην τῆς μέχρις αὐτῶν με τῶν πυλῶν τοῦ θανάτου καταγαγούσης. καὶ ἔτι καὶ νῦν, ἡνίκα ἀπέστελλον περὶ τούτων, λείψανα φέρων τῆς ἀρρωστίας ἔγραφον. ταῦτα δέ ἐστι τοιαῦτα, ὥστε ἐξαρκεῖν ἑτέρῳ νοσήματα εἶναι δύσφορα. Πρὸς δὲ τό, ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν ἐκκλησιῶν τοῖς ἐναντίοις προδέδοται,1 εἰδέναι βούλομαι τὴν θεοσέβειάν σου, ὅτι οἱ κοινωνικοὶ δῆθεν ἡμῖν τῶν ἐπισκόπων, ἢ ὄκνῳ, ἢ τῷ πρὸς ἡμᾶς ὑπόπτως ἔχειν ἔτι καὶ μὴ καθαρῶς, ἢ τῇ παρὰ τοῦ διαβόλου ἐγγινομένῃ πρὸς τὰς ἀγαθὰς πράξεις ἐναντιώσει, συνάρασθαι ἡμῖν οὐκ ἀνέχονται. ἀλλὰ σχήματι μὲν δῆθεν οἱ πλείους ἐσμὲν μετʼ ἀλλήλων, προστεθέντος ἡμῖν καὶ τοῦ χρηστοῦ Βοσπορίου, ἀληθείᾳ δὲ πρὸς οὐδὲν ἡμῖν τῶν ἀναγκαιοτάτων συναίρονται· ὥστε με καὶ ὑπὸ τῆς ἀθυμίας ταύτης τὸ πλεῖστον μέρος πρὸς τὴν ἀνάληψιν ἐμποδίζεσθαι, συνεχῶς μοι τῶν ἀρρωστημάτων ἐκ τῆς σφοδρᾶς λύπης ἀποστρεφόντων. Τί δʼ ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἑνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; ἦλθον γὰρ καὶ μέχρι τῆς πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρʼ αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. καὶ παρόντα μὲν αἰδοῦνται, καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν,2 προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς, τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω ἡ μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία. τάχα γὰρ ἂν ἢ γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι, ἢ διαμαρτόντες τῶν σπουδαζομένων, φύγοιμεν τὴν κατάκρισιν.

致萨摩萨塔主教尤西比乌 我已从您那充满神圣且至为圆满的明智中收到了两封信。其中一封向我们生动地描绘了您圣德庇护下的民众是如何切切期盼着我们,以及我们未能出席那至圣的会议给他们带来了多么深沉的忧伤。另一封信,正如我从笔迹所推测的那样,虽然写得更早,却迟至后来才送达我们手中,其中包含了切合于您且对我们至关重要的教诲:切勿懈怠忽视神的众教会,亦不可将局势一步步让与仇敌,否则彼等之势必将渐长,而吾人之力必将削弱。我想我已对这两封信皆作出了答复;然而直到如今,由于无法确知受托付此项差事之人是否已将我们的回复安全送达,我便就同样的事情再次向您分辩。关于我的缺席,我在此写下最为真实的理由——我想其传闻甚至已达于您的圣德之处——即我被一场险些将我引至死亡之门的重病所击倒。即便到了现在,当我为这些事派遣信使之际,我仍是带着这场疾病的余患在给您修书;而这些残存的病痛,若落在他人身上,便足以成为难以忍受的重症。 至于教会的诸事并非由于我们的怠惰而拱手让与敌手这一点,我愿您的敬虔知晓:那些名义上与我们相通共融的主教们,或因迟疑拖延,或因对我仍怀戒心而非纯全相待,或因魔鬼在他们心中所播撒对善工的阻挠,竟无法忍受与我们携手共进。在表面形式上,随着良善的博斯波里乌斯的加入,我们大多数人仿佛彼此同在;但在实际上,对于最紧要的事务,他们却毫无一事与我们同心分担。以至于我因这极度的沮丧,在康复方面大受阻碍,剧烈的悲痛使我的病症接连不断地复发。 然而,如您自身所知,教会法章并不容许将此类教务大权归于一人,我孑然一身又能有何作为?然而,我又何尝未曾竭尽一切关切调解之能事?我又何尝未曾借由书信与面谈,向他们屡屡重申将临的审判之可畏?实际上,他们听闻我死去的噩耗时,甚至远道来到了这座城市。但当神喜悦使我们仍活着被他们见到时,我们便向他们陈述了理所应当的道理。他们在面见之时固然毕恭毕敬,并应许了一切合宜之事;但一旦离去,便又重蹈他们自己的旧辙。这也是我们从这普遍的世局状况中所领受的苦楚,主显然已经舍弃了我们这些因不法之事增多而使爱心渐渐冷淡的人。但愿您在神面前伟大而至有力的祈求,在一切事上足以成为我们的庇护!因为如此一来,我们或许能对事态有所裨益,抑或即便在我们竭力追求的事上归于失败,亦能逃脱定罪之罚。

§142

Νουμεραρίῳ ἐπάρχων Συνήγαγον μὲν πάντας ἐν τῇ συνόδῳ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χωρεπισκόπους, ὥστε γνωρίμους ποιῆσαι τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἀπελείφθης, διὰ γραμμάτων αὐτοὺς ἀναγκαῖόν ἐστι προσαχθῆναί σου τῇ τελειότητι. γνώριζε τοίνυν τὸν ἀδελφὸν τόνδε ἄξιον ὄντα τοῦ πιστεύεσθαι παρὰ τῆς σῆς φρονήσεως διὰ τὸν φόβον τοῦ Κυρίου. καὶ ἅπερ ἂν τῶν πτωχῶν ἕνεκεν ἀναφέρῃ σου τῇ ἀγαθῇ προαιρέσει, καταξίωσον ὡς ἀληθεύοντι πείθεσθαι καὶ τὴν δυνατὴν ἐπικουρίαν παρέχεσθαι τοῖς καταπονουμένοις. καταξιώσεις δὲ δηλονότι καὶ πτωχοτροφίαν τῆς συμμορίας τῆς ὑπʼ αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας.3 τοῦτο γὰρ ἤδη καὶ τῷ ἑταίρῳ σου συνήρεσε τὴν μικρὰν κτῆσιν τῶν πενήτων ἀλειτούργητον καταστῆσαι.

致教区长官的会计官 在福乐的殉道者尤普叙基乌斯的集会上,我曾招聚了我们所有的弟兄——即各位乡区主教,以便将他们引荐给您的高贵品格。但因您未能出席,故有必要借由书信将他们引荐至您的圆德面前。因此,请您知悉:这位弟兄因着对主的敬畏,是完全配受您的明智所信任的。凡他为了贫穷人的缘故向您的良善意愿所呈报之事,恳请您信纳他如信纳讲真话之人,并向那些备受磨难者提供力所能及的援助。毫无疑问,您亦必垂顾视察其管辖下的乡区贫民收容所,并彻底免除其赋税贡赋。因为将穷人们微薄的产业免除课役,亦早已博得您同僚的赞同了。

语法注3 条
  1. 141Πρὸς δὲ τό, ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν ἐκκλησιῶν τοῖς ἐναντίοις προδέδοται

    介词 πρός 支配中性单数宾格定冠词 τό,后接同位语 ὅτι 从句,构成“关于……这一事实/点”的话题提示结构。它充当全句的视点限定短语,引导主句的核心动词 εἰδέναι βούλομαι(“我愿[您的敬虔]知晓”)。

  2. 141ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν

    动词 ἀπολαύω 通常支配属格(此处为 τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων),原义为“享受、从……中受益”,但在此处反讽性地用于承受灾祸与逆境,意为“咽下苦果、承受……的恶果”。句首的 ταῦτα 作副词性宾格(“在这些方面/作为这些苦处”)或内在结果宾格处理。

  3. 142καταξιώσεις δὲ δηλονότι καὶ πτωχοτροφίαν τῆς συμμορίας τῆς ὑπʼ αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας

    直陈式将来时 καταξιώσεις 在书信中用作向上级或对方表示客气请求的委婉表达(“想必您亦必垂顾/恳请您……”)。动词不定式 ἀνεῖναι 支配表分离或免除的属格 τῆς συντελείας(“免除赋税”)。名词 συμμορία 在此指其管区或征税辖区。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:141-142