- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:140
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信安提阿教会,在述说自身因重病与患难导致肉体衰竭的同时勉励信徒坚忍,引述《尼西亚信条》以重申教父们的正统信仰,并阐明在三位一体中圣灵决非受造物。
Τῇ Ἀντιοχέων Ἐκκλησίᾳ Τίς δώσει μοι πτέρυγας, ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι πρὸς ὑμᾶς καὶ καταπαύσω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ συντυχίᾳ τῆς ὑμετέρας ἀγάπης. νυνὶ δὲ οὐχὶ πτερύγων ἐνδεῶς ἔχω μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος, πάλαι μέν μοι ὑπὸ μακρᾶς τῆς ἀρρωστίας πεπονηκότος, νῦν δὲ ὑπὸ τῶν συνεχῶν θλίψεων παντελῶς συντετριμμένου. τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχήν, τίς οὕτω παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχήν,1 καὶ κατακαμφθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις μερίμναις παντελῶς ἐκτακῆναι; ἀλλὰ δυνατὸς ὁ ἅγιος Θεὸς δοῦναί τινα λύσιν τῶν ἀμηχάνων καὶ χαρίσασθαι ἡμῖν τινὰ τῶν μακρῶν πόνων ἀναπνοήν. ὥστε καὶ ὑμᾶς τὴν αὐτὴν ἔχειν ἀξιῶ παράκλησιν καὶ τῇ ἐλπίδι τῆς παρακλήσεως χαίροντας ὑμᾶς τὸ παρὸν ἀλγεινὸν τῶν θλίψεων ὑπομένειν. εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφʼ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα, δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἀλλʼ ἐπὶ τοῖς προπεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μηδὲ δι’ ἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. οὐ γὰρ μία πρᾶξις ἀνδρείας οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν, ἀλλʼ ὁ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι. Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν, ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω, καὶ ἥξει ἐν τάχει ὁ ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρόν, ἔτι μικρόν. οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ ἅγιον. μετὰ γὰρ τὰς θλίψεις ἡ ἐλπίς, ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. κἂν γὰρ ὅλον τις εἴποι τὸν ἀνθρώπινον βίον, σμικρότατόν ἐστι διάστημα παντελῶς, συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν ταῖς ἐλπίσιν ἀποκειμένου. Πίστιν δὲ ἡμεῖς οὔτε παρʼ ἄλλων γραφομένην ἡμῖν νεωτέραν παραδεχόμεθα, οὔτε αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλʼ ἅπερ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσιν ἡμᾶς διαγγέλλομεν. ἔστι τοίνυν ἐκ πατέρων ἐμπολιτευομένη τῇ ἐκκλησίᾳ ἡμῶν ἡ γραφεῖσα παρὰ τῶν ἁγίων πατέρων πίστις τῶν κατὰ τὴν Νίκαιαν συνελθόντων· ἣν ἡγούμεθα μὲν διὰ στόματος εἶναι καὶ παρʼ ὑμῖν, οὐ παραιτούμεθα δέ, ἵνα μὴ ὄκνου ἔγκλημα ἀπενεγκώμεθα, καὶ αὐτὰ τὰ ῥήματα ἐνσημᾶναι τῷ γράμματι. ἔστι δὲ ταῦτα. πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα· σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτέ, ὅτε οὐκ ἦν· καί, πρὶν γεννηθῆναι οὐκ ἦν· καί, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο· ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Πιστεύομεν τούτοις. ἐπειδὴ δὲ ἀδιόριστός ἐστιν ὁ περὶ τοῦ ἁγίου Πνεύματος λόγος, οὔπω τότε τῶν πνευματομάχων ἀναφανέντων, τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐσίγησαν.2 οὐδὲν γὰρ ὅλως τῆς θείας καὶ μακαρίας Τριάδος κτιστόν.
致安提阿教会 “谁能赐我如鸽子般的翅膀?”我便会飞奔到你们那里,止息我对与你们的爱心相会所怀有的渴望。然而如今,我不单缺乏翅膀,甚至连肉体本身亦已匮乏;我的肉体早已因长年的病痛而精疲力竭,如今更被接连不断的患难彻底压垮。因为谁的心灵能如金刚石般坚硬,谁能如此彻底地冷酷而凶悍,以致听闻从四面八方袭向我们的叹息——犹如一支哀伤的歌队合唱出同声相应的哀歌——却不心灵受创、俯首于地,并不在这些无可奈何的忧患中消瘦殆尽呢?然而圣洁的神有能力为困境赐下某种出路,并在我们漫长的劳苦中赐予我们一丝喘息。因此,我认为你们也当怀有同样的安慰,并在对那安慰的盼望中喜乐,从而忍受患难当下的痛苦。因为我们若是在为罪愆偿还代价,这些鞭挞对于免除神对我们的忿怒而言,如今已足够了;我们若是借着这些试炼被召进入为虔敬而设的争战,公义的裁判亦必不容我们受试炼过于我们所能忍受的,反倒会因我们既往所忍受的劳苦,将忍耐与对祂盼望的冠冕赐予我们。因此,我们不可在为虔敬而设的竞赛中疲倦放弃,亦不可因绝望而抛弃我们受苦所成的果实。因为并非一次勇敢的行动或短暂的痛苦就能彰显心灵的坚定,而是那位鉴察我们人心的主,意欲借着漫长而旷日持久的考验,使我们被显明为公义的得胜受冕者。 只要我们的心志保持不屈,对基督信仰的坚固根基保持不摇动,那扶助我们者便会迅速临到;祂必临到,决不迟延。因为你当期待“苦难上加苦难,盼望上加盼望,还有片刻,还有片刻”。圣灵正是深知如何以将来的应许来抚慰属祂的养子。因为患难之后必有盼望,而所盼望的已近在眼前。即使有人提及人的一生,与那在盼望中所存留的无垠永恒相比,它也全然只是微不足道的一瞬。 至于信仰,我们既不接受由他人为我们所写的较新的信条,亦不敢将我们自己心智的产物传授与人,免得我们将虔敬的言词化作属人的物事;反之,我们乃是将从圣教父们那里所领受的教导,宣讲给凡询问我们的人。因此,由聚集于尼西亚的圣教父们所书写的信仰,自祖辈起便在我们的教会中扎根居留;我们固然认为这信仰亦常在你们口中,但为了不招致怠惰的指责,我们并不拒绝在这封信中记下其原文词句。内容如下:我们信独一的神,全能的父,一切有形与无形之物的创造者。并信独一的主耶稣基督,神的儿子,由父所生的独生子,即出自父的实质;由光所出的光,由真神所出的真神;受生而非被造,与父同质,万物借由祂而成,无论是在天上的还是在地上的;祂为了我们世人及我们的救恩降临,道成肉身,降生成人,受难,并在第三日复活;升天,并将要来审判活人与死人。并信圣灵。至于那些说“曾有一时祂不存在”、“在受生之前祂不存在”、“祂是从无中被造出来的”,或声称神的儿子“出自另一位格或实质”、或“是可变易的”、“可改变的”,这些人公教会与使徒教会皆予以绝罚。 我们笃信这些。然而,鉴于关于圣灵的论述尚未被详细厘定(当时抵挡圣灵者尚未出现),教父们对于必须将那些声称圣灵属于受造及奴役本性的人予以绝罚一事,保持了缄默。因为在神圣而福乐的三位一体中,绝无任何事物是受造的。
- 140μὴ οὐχὶ παθεῖν τὴν ψυχήν
在包含否定意味的修辞疑问句(由疑问词 τίς 引导,意为“谁能如此……以致不……”)及 ὡς 引导的结果从句之后,双重否定词 μὴ οὐ(χὶ) 接不定式(παθεῖν, κατακαμφθῆναι, ἐκτακῆναι),表示必然发生的结果,意为“怎能不心灵受创”。
- 140τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐσίγησαν
带冠词的不定式短语 τὸ χρῆναι ἀναθεματίζεσθαι(“当予以绝罚这一必要性”)充当主动词 ἐσίγησαν(在此用作及物动词,意为“对……保持沉默/未予提及”)的直接宾语(宾格)。在 λέγοντας 之下嵌套着以 τὸ Πνεῦμα τὸ ἅγιον 为主语、以性质属格 τῆς κτιστῆς καὶ δουλικῆς φύσεως 为表语的间接引语不定式结构。
