← 该撒利亚的巴西流

书信集

§139

勉励受迫害的亚历山大信众坚守信仰

大圣巴西尔致信亚历山大人,勉励身陷阿里乌派迫害的信众效法古代圣徒与殉道者的坚忍,并解释自己因重病缠身及本地险境无法亲往,故遣修士欧根尼乌斯致送信函。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§139

Τοῖς Ἀλεξανδρεῦσιν Ἡμᾶς μὲν ἡ ἀκοὴ τῶν γεγενημένων κατά τε τὴν Ἀλεξάνδρειαν καὶ τὴν λοιπὴν Αἴγυπτον διωγμῶν πάλαι κατέλαβε, καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐχθρῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλησίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλήν, καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος ὃ περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας.1 ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν ἐπὶ τῇ ἀγγελίᾳ τῶν γεγενημένων ἐκπεπληγμένοι. καὶ γὰρ τῷ ὄντι ἤχησαν ἡμῶν ἀμφότερα τὰ ὦτα μαθόντα τὴν ἀναιδῆ καὶ μισάνθρωπον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθησαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳ καμάτους, οὐ λαῶν ἀγάπην· ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα, καὶ ἠτίμωσαν, καὶ ἐξορίαις παρέδωκαν, καὶ διήρπασαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὔτε τὴν παρὰ ἀνθρώπων κατάγνωσιν ἐντρεπόμενοι, οὔτε τὴν φοβερὰν τοῦ δικαίου κριτοῦ ἀνταπόδοσιν προορώμενοι. ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· ἆρα μὴ2 ἐγκατέλιπεν ἑαυτοῦ τὰς ἐκκλησίας παντελῶς ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστί, καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα; Πλὴν εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμός, βαστάσατε αὐτόν, οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλʼ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν ὁ δίκαιος κριτής, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ὑπενεγκεῖν;3 Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν οὐδὲ κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες, διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο. οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον. ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτόν με παραγενέσθαι, οὐδὲν ἂν προετίμησα τῆς συντυχίας ὑμῶν, ὥστε καὶ ἰδεῖν τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, καὶ περιπτύξασθαι, καὶ κοινωνῆσαι τῶν προσευχῶν καὶ τῶν πνευματικῶν ἐν ὑμῖν χαρισμάτων. ἐπειδὴ δὲ τὸ σῶμά μοι λοιπὸν ὑπὸ χρονίας νόσου κατανάλωται, ὡς μηδὲ ἀπὸ τῆς κλίνης δύνασθαί με καταβαίνειν, καὶ οἱ ἐφεδρεύοντες ἡμῖν πολλοί, ὡς λύκοι ἅρπαγες, ἐπιτηροῦντες καιρὸν πότε δυνηθῶσι διαρπάσαι τὰ πρόβατα τοῦ Χριστοῦ, ἀναγκαίως ἐπὶ τὴν διὰ τοῦ γράμματος ἐπίσκεψιν ἦλθον, παρακαλῶν προηγουμένως μὲν ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιεῖσθαι ὑμᾶς δεήσεις, ἵνα καταξιωθῶ τὰς γοῦν λειπομένας ἡμέρας ἢ ὥρας δουλεῦσαι τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον τῆς βασιλείας, ἔπειτα καὶ συγγνώμην ἔχειν μου τῇ ἀπολείψει καὶ τῇ βραδυτῆτι ταύτῃ τῶν γραμμάτων. μόλις γὰρ ηὐπορήσαμεν ἀνθρώπου τοῦ δυναμένου ἐξυπηρετήσασθαι ἡμῶν τῇ ἐπιθυμίᾳ· λέγομεν δὲ τὸν υἱὸν ἡμῶν Εὐγένιον τὸν μονάζοντα, δι’ οὗ παρακαλῶ εὔξασθαι ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας πάσης, καὶ ἀντιγράψαι ἡμῖν τὰ περὶ ὑμῶν, ἵνα γνόντες εὐθυμότερον διατεθῶμεν.

致亚历山大人 关于在亚历山大及埃及其余各地所发生教难的传闻,早已传到我们耳中,并且正如理所应当的那样,深深震撼了我们的心灵。因为我们识破了魔鬼征战的诡计:他见教会因仇敌的逼迫反而人数繁衍且更加昌盛,便转变了自己的策略,不再公然征战,而是为我们布下隐蔽的圈套,借着逼害者所佩戴的名号来掩盖自身的阴谋,以致我们遭受与列祖相同的苦难,却因逼害者亦拥有基督徒的名号而不被视为为基督受苦。沉思着这些事,我们因所发生之事的噩耗而久久呆坐,震惊不已。事实上,当我们听闻逼迫你们之人的无耻与残暴派系时,我们双耳轰鸣:他们既不顾惜年岁,亦不体谅在公职生活中的辛劳,更不在意民众的爱戴;反而残害肉体,加以羞辱,付诸流放,并抄没他们所能搜寻到之人的财产,既不怕世人的谴责,亦未预见到公义审判者的可畏报应。这些事令我们震骇,几乎使我们丧失了理智。在这些沉思中,又浮现出这般念头:难道主真的彻底遗弃了自己的诸教会吗?难道这已是最后的时辰,而背道正借由这些事得以侵入,好让那不法之人、沉沦之子、抵挡者、且高抬自己超过一切称为神的或受人敬奉者的,终于显露出来吗? 然而,这试炼若不过是暂时的,基督的优秀健儿们,请忍受它;或者事态纵然真被交于彻底的毁灭,我们亦不可对现状心灰意冷,而当等候我们伟大的神和救主耶稣基督从天上显现与降临。因为全受造物若都将解体,这世界的样式亦将改变,那么我们作为受造物的一部分,经历共同的苦楚并被交于患难,又何足为奇呢?公义的审判者乃是按照我们力量的分寸将患难加给我们,不容我们受试炼过于我们所能受的,反倒在受试炼时总给我们开一条出路,叫我们能忍受得住。 弟兄们,殉道者的冠冕正等待着你们;认信者的队伍已准备好向你们伸出双手,接纳你们进入他们自身的行列。当记念古时的圣徒,没有一个贪图安逸或受人奉承者曾蒙恩配得坚忍的冠冕,反而全都是经由巨大的患难受烈火熬炼,展现出经过考验的品格。有些人受了戏弄和鞭打的试炼,另有些人被锯锯死,还有些人被刀剑杀害。这些正是圣徒们的荣耀。配为基督受苦的人是有福的;在苦难中格外充裕的人更是有福的;因为当下的苦难,若比起将要显于我们的荣耀,就不足介意了。 因此,我若有可能亲自前往,我决不会把任何事置于与你们相会之上,好得见基督的健儿,与你们相拥,并分享你们的祷告和属灵的恩赐。但如今我的身体已被慢性疾病消耗殆尽,以致我甚至无法从卧榻上下地;加之伏击我们的人甚多,如同贪婪的豺狼窥伺着何时能够掠夺基督的羊群,我因而被迫诉诸书信的探访,首先恳求你们为我献上恳切的祈祷,使我至少在余下的日子或时辰中,得以配按着国度的福音侍奉主;其次亦请宽恕我的未能亲至与这信函的迟缓。因为我们好不容易才觅得一位能顺遂我们心愿的人:我们所指的乃是我们的儿子、修士欧根尼乌斯,我借由他恳请〔你们〕为我们及全教会代祷,并回信告知我们关于你们的消息,以便我们获知后心境得以更为欣慰。

语法注3 条
  1. 139διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας

    介词 διά 连带定冠词不定式 τὸ ἔχειν 构成表示原因的副词短语。καὶ τοὺς διώκοντας 为不定式的逻辑主语(宾格),Χριστιανῶν ὄνομα 为其直接宾语。此处指逼害者(阿里乌派)亦自称基督徒,从而掩盖了受难者是为基督受苦的事实。

  2. 139ἆρα μή

    疑问小词 ἆρα 与 μή 连用,在语法上通常引导预期否定回答的疑问句,但此处传达出充满忧虑的忐忑反问(“难道……不成?”)。与陈述语气不定过去时 ἐγκατέλιπεν 连用,抒发了教会是否已被弃绝的深沉惶恐。

  3. 139τοῦ δυνηθῆναι ὑπενεγκεῖν

    属格定冠词不定式短语,充当说明性属格或表示目的/结果,修饰前文的 τὴν ἔκβασιν(化用《哥林多前书》10:13),意即“叫我们能忍受得住的开路/出路”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:139