← 该撒利亚的巴西流

书信集

§138

致优西比乌关于病情与教会诸事务的信

作者诉说了因重病缠身无法前往萨摩萨塔的苦楚,并就从西方归来的埃瓦格里乌斯的要求、塞巴斯蒂亚的异端纷争以及以哥念的主教祝圣这三项紧急事务,向收信人征询建议并请求代祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§138

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Τίνα με οἴει ψυχὴν ἐσχηκέναι, ὅτε τὴν ἐπιστολὴν ἐδεξάμην τῆς θεοσεβείας σου; εἰ μὲν γὰρ πρὸς τὴν ἐν τῷ γράμματι ἀπεῖδον διάθεσιν, εὐθὺς ὥρμων πέτεσθαι τὴν εὐθὺς Σύρων,1 εἰ δὲ πρὸς τὴν ἀρρωστίαν τοῦ σώματος, ὑφʼ ἧς πεπεδημένος ἐκείμην, ᾐσθανόμην οὐχὶ τοῦ πέτεσθαι μόνον ἀλλὰ καὶ τοῦ ἐπὶ τῆς κλίνης στρέφεσθαι ἐνδεῶς ἔχων. πεντηκοστὴν γὰρ ταύτην ἡμέραν ἦγον ἐν τῇ ἀρρωστίᾳ, καθʼ ἣν ἐπέστη ἡμῖν ὁ ἀγαπητὸς καὶ σπουδαιότατος ἀδελφὸς ἡμῶν συνδιάκονος Ἐλπίδιος· πολλὰ μὲν τῷ πυρετῷ δαπανηθείς, ὃς ἀπορίᾳ τῆς τρεφούσης αὐτὸν ὕλης, τῇ ξηρᾷ ταύτῃ σαρκὶ οἷον θρυαλλίδι κεκαυμένῃ περιειλούμενος, μαρασμὸν καὶ χρονίαν ἐπήγαγεν ἀρρωστίαν· τὰ δὲ ἐφεξῆς, ἡ ἀρχαία πληγή μου, τὸ ἧπαρ τοῦτο διαδεξάμενον,2 ἀπέκλεισε μέν με τῶν σιτίων, ἀπεδίωξε δὲ τῶν ὀμμάτων τὸν ὕπνον, ἐν μεθορίοις δὲ κατέσχε ζωῆς καὶ θανάτου, τοσοῦτον ζῆν ἐπιτρέπον, ὅσον τῶν ἀπʼ αὐτοῦ δυσχερῶν ἐπαισθάνεσθαι. ὥστε καὶ ὕδασιν ἐχρησάμην αὐτοφυῶς θερμοῖς καί τινας παρʼ ἰατρῶν ἐπιμελείας κατεδεξάμην. ἅπαντα δὲ ἤλεγξε τὸ νεανικὸν τοῦτο κακόν· ὅ, τοῦ μὲν ἔθους παρόντος, κἂν ἄλλος ἐνέγκοι, ἀμελετήτως δὲ προσπεσόντος οὐδεὶς οὕτως ἀδαμάντινος ὥστε ἀντισχεῖν. Ὑφʼ οὗ πολὺν ὀχληθεὶς χρόνον, οὐδέποτε οὕτως ἠνιάθην ὅσον νῦν, ἐμποδισθεὶς παρʼ αὐτοῦ πρὸς τὴν συντυχίαν τῆς ἀληθινῆς ἀγάπης σου. οἵας γὰρ ἀπεστερήθημεν θυμηδίας οἶδα καὶ αὐτός, εἰ καὶ ἄκρῳ δακτύλῳ τοῦ γλυκυτάτου μέλιτος τῆς παρʼ ὑμῖν ἐκκλησίας ἀπεγευσάμην πέρυσιν. Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸν γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν. ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕροι, οὐκ ἔστιν ὁ δυνάμενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ πολλῶν τῶν περὶ τὰς ἐκκλησίας συνελέξω καμάτων, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων. Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν· ἃ δʼ οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. ὁ πρεσβύτερος Εὐάγριος, ὁ υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, ὁ συναπάρας ποτὲ ἐπὶ τὴν δύσιν τῷ μακαρίῳ Εὐσεβίῳ ἐπανῆκε νῦν ἐκ τῆς Ῥώμης, ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρʼ ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρʼ ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ), καὶ πρεσβείαν τινὰ δι’ ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι,3 ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν. Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες, Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες, ἀπαιτοῦσί τινα παρʼ ἡμῶν ἐκκλησιαστικὴν ἐπιμέλειαν. Ἰκόνιον πόλις ἐστὶ τῆς Πισιδίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην ἡ πρώτη, νῦν δὲ καὶ αὐτὴ προκάθηται μέρους, ὅ, ἐκ διαφόρων τμημάτων συναχθέν, ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο. αὕτη καλεῖ καὶ ἡμᾶς εἰς ἐπίσκεψιν, ὥστε αὐτῇ δοῦναι ἐπίσκοπον. τετελευτήκει γὰρ ὁ Φαυστῖνος. Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας, καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν, καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι4 αὐτὸς δι’ ἐμαυτοῦ συντυχὼν τῇ τιμιότητί σου, ὧν πάντων ἀπεστερήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. ἐὰν μὲν οὖν ᾖ τινὸς ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι, ὅπερ εὐάρεστον ᾖ τῷ Κυρίῳ. ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι, καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν, καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παροικίας ἡμῶν καταξιωθῶμεν δουλεῦσαι, ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ.

致萨摩萨塔主教优西比乌 当我收到来自您虔敬之人的信件时,您以为我心中是何等情怀?因为若是我顾及信中流露的情义,便渴望立即直奔叙利亚而去;但若顾及束缚着我躺卧在床的肉体病痛,我便察觉自己不仅无力飞奔,甚至在卧榻上翻身亦感力不从心。因为当我敬爱且极其热忱的弟兄、同僚执事埃尔皮迪乌斯来到我们这里时,我患病已是第五十日了;我饱受高热的耗折,由于缺乏滋养它的养料,那热度在这干瘪的肉躯上盘旋,恰似缠绕在烧焦的灯芯上,引致了日渐消瘦与绵延不绝的疾患;随后,我的旧疾即这肝脏接踵而至,它断绝了我的饮食,驱散了双目的睡眠,将我羁留在生死交界之处,仅容我活着感受到由此产生的苦楚。因此,我既使用了天然温泉水,亦接受了医师们的某些调理;然而这凶猛的病痛使这一切皆显无益。此疾若为常态,旁人尚可承受,但若毫无预演地骤然降临,则无人能坚如金刚以抵挡之。 长期受其困扰的我,从未像如今这般痛苦,因受其阻碍而无法与您真挚的爱相会。因为我自己深知我们被剥夺了何等喜悦,纵然去年我仅以指尖略尝了您所在教会最甘美的蜜糖。 至于我,亦因其他紧要之事,切望能与您的虔敬共聚一处,既可商榷诸多事务,亦可聆受诸多教益。因为在此地甚至无法觅得真诚之爱;纵使有人觅得深爱之人,亦无人能比肩于您的圆融智慧以及您从关乎教会的诸多辛劳中积聚的经验,就眼前的难题为我们提供见解。 因此,其余事项本不便见诸笔墨;而披露亦属安全的则是这些:长老埃瓦格里乌斯,即安提阿人庞培亚努斯之子,曾随福者优西比乌同赴西方,如今自罗马归来,要求我们呈上一封逐字照录他们所写原话的书信(他将我们此前寄去的信件退回给我们,称其未能取悦彼处较为严谨之人),并要求立即催促派遣一支由显赫人士组成的使团,以便那些人有得体的由头探访我们。 塞巴斯蒂亚一带持我们见解的人,揭露了欧斯塔修斯潜藏的异端溃疡,正要求我们给予某种教会的眷顾。 以哥念是皮西迪亚的一座城邑,昔日仅次于最大者而位列第一,如今自身亦统辖着一片从不同地区汇集而成、获得自身行省建制的疆土。该城召请我们也前往视察,以便为其指派一名主教;因为福斯蒂努斯业已故去。 因此,究竟是否应当在境外祝圣上毫不迟疑,应当给予塞巴斯蒂亚人何种答复,以及应当如何应对埃瓦格里乌斯的意见,我本切望亲自拜会您的尊荣以求受教,却因当下的病弱而被剥夺了这一切。故而,若能觅得速达我们此处之人,请屈尊就所有这些事赐我回复;若不能,则请祈求让合乎主喜悦的意念临到我的心中。在公会议中请吩咐纪念我们,您自己亦当为我们祈祷,并率领会众一同祈求,使我们得以在寄居于世所余下的日月或时辰中,蒙恩照着主所喜悦的方式侍奉祂。

语法注4 条
  1. 138τὴν εὐθὺς Σύρων

    这是一种成语性表达,表示方向的副词 εὐθύς 支配属格(Σύρων),并与省略了表示道路或方向的阴性名词(如 ὁδόν)的冠词宾格(τὴν)结合,意为“直奔叙利亚而去 / 沿通往叙利亚的直路”。

  2. 138τὸ ἧπαρ τοῦτο διαδεξάμενον

    该中性名词句(含分词)以松散同位语或主格绝对结构的形式附于前文的阴性主语 ἡ ἀρχαία πληγή μου(“我的旧疾”)之后,共同作为后文限定动词 ἀπέκλεισε 的主语。

  3. 138καὶ πρεσβείαν τινὰ δι’ ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι

    由分词 ἀπαιτῶν(“要求”)支配的宾格不定式结构,通过 καί 与前面的直接宾语短语 ἐπιστολὴν ... ἔχουσαν 并列,意为“要求一封……的书信,并要求立即催促派遣使团”。

  4. 138Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας, καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν, καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι

    句首由 Εἰ、ποίαν 和 πῶς 引导的三个间接疑问从句均依附于被动不定式 διδαχθῆναι(“受教”)。主句未完成过去时动词 ἐδεόμην 表达了因受现实阻碍(疾病)而未能实现的渴望(“我本切望受教……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:138