← 该撒利亚的巴西流

书信集

§136-137

致优西比乌叹沉疴与致安提帕特求缓讼

在致优西比乌的信中,巴西尔哀叹自己的沉疴与教会的衰颓并祈愿再次相见;在致安提帕特的信中,他请求暂缓审理关于亲族帕拉狄亚家族的纠纷,直至他从温泉疗养地亲自前来陈述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§136

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ἐν οἵοις ἡμᾶς ὄντας κατέλαβεν ὁ χρηστὸς Ἰσαάκης αὐτός σοι ἄμεινον διηγήσεται, εἰ καὶ μὴ ἀρκοῦσαν ἔχει τὴν γλῶσσαν, ὥστε τραγικῶς ἐξαγγεῖλαι τὸ ὑπεραῖρον τῶν παθῶν, τοσοῦτον ἦν τῆς ἀρρωστίας τὸ μέγεθος. καὶ τὸ εἰκὸς δὲ παντὶ γνώριμον τῷ ἐμὲ καὶ κατὰ βραχὺ ἐπισταμένῳ. εἰ γὰρ ἐν τῇ δοκούσῃ εὐεξίᾳ τῶν ἀπεγνωσμένων πρὸς τὸ ζῇν ἀσθενέστερον διεκείμην, γινώσκειν ἔξεστι τίς ἂν ἤμην ἐπὶ τῆς ἀρρωστίας. καίτοιγε ἐχρῆν (δὸς γὰρ τῷ πυρετῷ συγγνώμην ἐρεσχελοῦντι), ἐπειδή μοι κατὰ φύσιν ἦν τὸ νοσεῖν, ἐν τῇ μεταβολῇ ταύτῃ τῆς ἕξεως ὑγείας μοι νῦν τὸ κράτιστον περιεῖναι. ἀλλʼ ἐπειδὴ μάστιξ τοῦ Κυρίου ἐστὶ προσθήκαις ταῖς κατὰ τὴν ἡμετέραν ἀξίαν τὸ ἀλγεινὸν ἐπιτείνουσα, ἀσθένειαν ἐπὶ τῇ ἀσθενείᾳ προσεκτησάμην, ὥστε τὸ ἀπὸ τούτου καὶ παιδὶ φανερὸν εἶναι, ὅτι πᾶσα ἀνάγκη οἰχήσεσθαι ἡμῖν τὸ ἔλυτρον τοῦτο, πλὴν εἰ μή που ἄρα ἡ τοῦ Θεοῦ φιλανθρωπία ἡμῖν ἐν τῇ μακροθυμίᾳ αὐτοῦ χρόνους εἰς μετάνοιαν χαριζομένη, ποιήσειε καὶ νῦν, ὡς καὶ πολλάκις πρότερον, λύσιν τινὰ καὶ πόρον ἐκ τῶν ἀμηχάνων δεινῶν. ταῦτα μὲν οὖν ἕξει ὡς αὐτῷ φίλον καὶ ἡμῖν συμφέρον. Τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως οἴχεται καὶ προπέποται, ἡμῶν τῆς οἰκείας ἀσφαλείας ἕνεκεν τὰ τῶν πλησίον περιορώντων καὶ οὐδὲ τοῦτο συνορᾷν δυναμένων, ὅτι τῇ τοῦ κοινοῦ κακοπραγίᾳ καὶ τὸ καθʼ ἕκαστον συναπόλλυται, τί χρὴ καὶ λέγειν; ἄλλως τε καὶ πρὸς ἄνδρα, ὃς πόρρωθεν ἕκαστα προειδώς, καὶ προδιεμαρτύρω καὶ προεκήρυξας, καὶ αὐτός τε προεξανέστης, καὶ τοὺς λοιποὺς συνεπήγειρας, ἐπιστέλλων, αὐτὸς παραγινόμενος, τί οὐ ποιῶν, τίνα φωνὴν οὐκ ἀφιείς ϲ ὧν μεμνήμεθα μὲν ἐφʼ ἑκάστῳ τῶν ἐκβαινόντων, ὠφελούμεθα δὲ ἀπʼ αὐτῶν οὐκέτι. καὶ νῦν εἰ μὴ αἱ ἁμαρτίαι ἀντέστησάν μοι, καὶ τὸ μὲν πρῶτον ὁ εὐλαβέστατος καὶ ἀγαπητὸς ἀδελφὸς ἡμῶν Εὐστάθιος ὁ συνδιάκονος, εἰς νόσον χαλεπὴν καταπεσών, εἰς ὅλους με δύο παρέτεινε μῆνας, ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν αὐτοῦ περιμένοντα· ἔπειτα δὲ οἱ σὺν ἐμοὶ πάντες ἠσθένησαν, ὧν τὰ μὲν καταλείμματα ἐξαριθμήσεται ὁ ἀδελφὸς Ἰσαάκης· τὸ δὲ τελευταῖον αὐτὸς ἐγὼ τῇ νόσῳ κατεσχέθην ταύτῃ· ἐπεὶ πάλαι ἂν ἤμην1 παρὰ τὴν σὴν τιμιότητα, οὐκ ὄφελός τι τοῖς κοινοῖς παρεχόμενος, ἀλλʼ ἐμαυτῷ μέγα κέρδος ἐκ τῆς συντυχίας σου κτώμενος. καὶ γὰρ ἐγνώκειν ἔξω τῶν ἐκκλησιαστικῶν γενέσθαι βελῶν διὰ τὸ ἀφύλακτον ἡμῶν πρὸς τὰ σκευωρούμενα παρὰ τῶν ἐναντίων. σώζοι σε τῷ βίῳ παντὶ ἡ μεγάλη τοῦ Θεοῦ χείρ, τὸν γενναῖον φύλακα τῆς πίστεως καὶ νήφοντα τῶν ἐκκλησιῶν προστάτην· καὶ καταξιώσειεν ἡμᾶς πρὸ τῆς ἐξόδου τῆς συντυχίας σου ἐπʼ ὠφελείᾳ τῶν ψυχῶν ἡμῶν.

致萨摩萨塔主教优西比乌 良善的艾萨克将亲自向您更详尽地叙述他见到我们时我们的境况,即便他的言辞不足以戏剧化地宣述苦难的深重,那病情的严重程度亦是如此之巨。对于哪怕稍为了解我的人而言,其情形都是显而易见的。因为若是在看似健康的常态下,我的虚弱程度便已甚于那些生还无望之人,那么人们尽可推知,我在病痛之中该是何等模样。然而(且宽恕发热之人的戏谑吧!),既然患病于我而言本是常态,那么在这体质的转变中,如今反倒理应留给我最充沛的健康了。但既然这是主的鞭笞,正照着我们的罪愆以累加之祸加剧着痛苦,我便在虚弱之上又添虚弱,以至于自此以后哪怕是孩童也明白,我们的这具外壳必将彻底归于毁灭——除非上帝的仁爱在其恒久忍耐中赐给我们悔改的时日,如今亦如以往多次那般,从无可奈何的困厄中开辟出某种解救与出路。因此,这些事必将照着祂所喜悦、亦合乎我们益处的方式成就。 至于教会的事物如何败落与被弃置,因我们为了自身的安全而漠视邻人的事务,甚至无法领悟这一点:即随着公共事业的罹难,个人的福祉亦同归于尽——对此又有何必多言呢?尤其是对您这样一位长者,您从远处便预见了每一件事,既预先见证又预先宣告,自身率先起而行动并唤醒其余之人,寄发书信,亲自到场,无所不为,无言不吐!每当事变发生,我们便想起这些,却再也无法从中获益。如今若非我的罪孽阻拦了我——首先,我们最虔敬且亲爱的弟兄、同僚执事欧斯塔修斯身陷重疾,使我日复一日等待他的痊愈而耽搁了整整两个月;接着我身边的众人皆罹患疾病,其残余病情将由艾萨克弟兄细述;最后我自己亦被这病痛所缠——否则我早该来到您的尊贵面前,虽不能对公事有所贡献,却能从与您的相会中为我自己获取莫大的益处。因为考虑到我们在面对敌手的阴谋时毫无防备,我曾决意远离教会纷争的飞矢。愿上帝的大能之手在您的一生中保守您,您这信仰的英勇卫士与教会清醒的庇护者;并愿祂使我们在离世之前,得蒙恩典与您相见,以惠及我们的灵魂。

§137

Ἀντιπάτρῳ Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας, ἣν ὑπομένω διὰ τὸ ἀρρωστεῖν, ὁπότε, ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος, αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος ἀναγκάζομαι. μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι τῇ ἐκ τῶν αὐτοφυῶς θερμῶν ὑδάτων θεραπείᾳ ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας, ἢ καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λεγούσης. Διόπερ καὶ οὕτως ἔχων βούλομαι πάντα παρεὶς καταλαβεῖν σου τὴν σεμνοπρέπειαν, ὥστε τῶν ἐν σοὶ καλῶν ἀπολαύειν καὶ τὰ κατὰ τὸν οἶκον τὸν ἐμαυτοῦ πράγματα διὰ τῆς σῆς ὀρθότητος εὐπρεπῶς διαθέσθαι. ἐμὸς γάρ ἐστιν ἴδιος ὁ τῆς σεμνοτάτης μητρὸς ἡμῶν Παλλαδίας οἶκος, ἣν οὐ μόνον ἡ τοῦ γένους οἰκειότης ἡμῖν συνάπτει, ἀλλὰ καὶ τὸ τοῦ τρόπου δεξιὸν ἀντὶ μητρὸς ἡμῖν εἶναι πεποίηκεν. ἐπεὶ οὖν κεκίνηταί τις ταραχὴ περὶ τὸν οἶκον αὐτῆς, ἀξιοῦμέν σου τὴν μεγαλόνοιαν μικρὸν ὑπερθέσθαι τὴν ἐξέτασιν καὶ ἀναμεῖναι ἡμῶν τὴν παρουσίαν, οὐχ ὥστε διαφθαρῆναί τὸ δίκαιον (μυριάκις γὰρ ἂν ἀποθανεῖν ἑλοίμην ἢ τοιαύτην αἰτῆσαι χάριν παρὰ δικαστοῦ φίλου τοῖς νόμοις καὶ τῷ δικαίῳ), ἀλλʼ ὥστε ἃ οὐκ εὐπρεπὲς ἐμοὶ γράφειν, ταῦτα ἀπὸ στόματος ἀπαγγέλλοντός μου μαθεῖν. οὕτω γὰρ οὔτε αὐτὸς τῆς ἀληθείας διαμαρτήσῃ, οὔτε ἡμεῖς πεισόμεθά τι τῶν ἀβουλήτων. δέομαι οὖν, τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως,2 ἀνεπαχθῆ ταύτην χάριν καὶ ἀνεπίφθονον ἡμῖν καταθέσθαι.

致安提帕特 如今我似乎格外痛感因患病而承受的损失,当有这样一位杰出之人治理我们的故土时,我自己却因调理身体而被迫远离。整整一个月以来,我已在此专注于天然温泉的疗治,以为定能从中获取某种益处。然而我似乎在这荒僻之地徒劳受苦,甚至在众人眼中显得可笑,仿佛未曾听闻那句谚语所言:温水对死者毫无益处。 因此,纵使处在此等境况之下,我仍愿撇下一切奔赴您的尊严之处,以便领略您身上的美德,并借由您的正直体面地处置我自家的事务。因为我们最尊贵的母亲帕拉狄亚的家庭即是我自己的家庭,不仅血缘的亲密将她与我们紧密相连,其品格的仁厚更使她对我们如同母亲一般。既然关于她的家庭激起了某种纷扰,我们请求您的宽宏大度稍作推迟审理,以等待我们的出席——这绝非为了败坏公义(因为我宁愿死上一万次,也不愿向一位热爱法律与公义的法官求取这般特权),而是为了让您从我口头的陈述中得知那些我不便见诸笔墨之事。因为如此一来,您自己既不会偏离真相,我们亦不会遭受任何不愿见到的损害。因此我恳求您,在该当事人处于安全看管之中并由差役看押之际,赐予我们这一既不沉重亦不招人嫉恨的恩惠。

语法注2 条
  1. 136ἐπεὶ πάλαι ἂν ἤμην

    连词 ἐπεί 在此具有“否则”(otherwise)的含义,它越过前面否定条件从句(καὶ νῦν εἰ μὴ αἱ ἁμαρτίαι ἀντέστησάν μοι...)之后插入的一长串关于同伴与自身病情的叙述,重新引出与过去事实相反的虚拟主句(ἂν ἤμην)。

  2. 137τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως

    属格绝对结构。此处的 τὸ πρόσωπον 指涉纠纷当事人(或嫌疑人),ἡ τάξις 指长官属下的差役或执法队。该分句为主要诉求(δέομαι ... καταθέσθαι)提供了附带的担保条件,用以向审判官说明,延期并无走脱等风险,“只要当事人处于安全监管中且由官署差役看押”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:136-137