← 该撒利亚的巴西流

书信集

§135

致狄奥多罗书及对其两部著述的评议

巴西尔评述了安提阿长老狄奥多罗寄来的两卷著述,赞赏第二卷的凝练与清晰论证,同时对第一卷中过多的修辞修饰和对论敌的人身攻击提出告诫,并说明自己暂留第二卷以便转抄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§135

Διοδώρῳ, πρεσβυτέρῳ Ἀντιοχείας Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλʼ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν συγγράφοντος. τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον.1 αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς τῷ συγγράμματι, ἀλλʼ οὖν τῷ σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν. Ἐκεῖνο γὰρ πάντως συνεῖδέ σου ἡ ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις, οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις. Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλʼ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα, τινὰ καὶ ἀπὸ προσώπου ποιότητος παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους.2 ἐὰν δὲ ἀόριστον ᾖ τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι. Ταῦτα εἶπον ἵνα δειχθῇ, ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. πάντως γὰρ ὁ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων· ἐπειδὴ οὐδὲ οἱ τὰς ὑποθέσεις παρέχοντες ἀπολήγουσιν. ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα· τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν,3 ἢ καὶ τοῦ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων. Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον, ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. τὸ δὲ δεύτερον παρακατέσχον, βουλόμενος αὐτὸ μεταγράψαι, καὶ μὴ εὐπορῶν τέως τινὸς τῶν εἰς τάχος γραφόντων. μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν.

致安提阿长老狄奥多罗 我拜读了您的尊贵所寄来的书卷。对于第二卷,我感到无比欣喜,这不仅是因为其篇幅简短——对于如今在诸事上皆显迟钝软弱之人而言理当如此——更是因为它思想凝练,其中对立者的异议与针对这些异议的解答皆条理清晰;而且其文辞的简朴与质拙,在我看来正合乎一位不为炫耀而宁为普遍益处著述的基督徒之宗旨。然而第一卷,虽然在内容实质上具有同样的力量,却以更华丽的文辞、多样的修辞技巧和对话的情趣加以装点,在我看来,通读它既需耗费大量时间,若要领会其思想并铭记于心,亦需耗费巨大的心力。因为在中间穿插的对敌方的抨击与对己方的推荐,即便看似为著作增添了辩证法式的甘美,但由于造成了拖延与耽搁,打碎了思想的连贯性,并松懈了争辩言辞的紧张力度。 您的敏锐之心无疑早已明察这一点:即便在外邦哲学家中,撰写对话录的亚里士多德与泰奥弗拉斯托斯,也是因自知缺乏柏拉图式的魅力,便径直切入事物本身。而柏拉图凭借言语的掌控力,既与教义交锋,同时也对登场人物加以戏谑,揭露色拉叙马霍斯的鲁莽与蛮横,希庇阿斯心智的浮躁与空虚,以及普罗泰戈拉的自夸与浮夸。然而,凡是在对话中引入不特定人物之处,他使用对话者仅仅是为了使事物清晰,并未从人物身上引出任何外在之物强加于论题之上;这正是他在《法律篇》中所做的。 因此,我们这些非出于好名之心而动笔,乃是决意为弟兄会留下有益言论之劝勉的人,若设定某个因性格倨傲而众所周知的人物,或许还可在论说中编织进某些源自人物特质的成分——如果抛开实质内容去攻讦人当真合乎我们的本分的话。但若对话者是不确定的,针对人物的分歧与指责便会切断论述的连贯性,而导向毫无用处的结局。 我说这些,是为了表明您并没有将自己的心血交到谄媚者手中,而是与一位最真诚的弟兄分享了劳苦。我说这些亦非为了匡正已成之作,而是为了对未来的写作有所防范。因为凡在写作上具有如此造诣与热忱之人,决不会在写作上退缩;因为那些提供论题之人也绝不会止息。对我们而言,得读您的著述便已知足;至于能写出点什么,我们与此相距之远,正如我几乎想说的,我们距离拥有健康、或从俗务中获得适度闲暇同样遥远。 如今我已在力所能及的范围内将那部更庞大的第一卷浏览完毕,并借由诵经士将其寄回。然而第二卷我留了下来,因为我希望能将其转抄,而目前手头尚未能寻得善于速记者。因为昔日令人艳羡的卡帕多细亚,如今竟已沦落至如此贫乏的境地。

语法注3 条
  1. 135τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον.

    该句的主干结构为「τὸ δὲ πρότερον ... ἐφάνη ... δεόμενον」(前一卷在我看来需要……)。在主格主语 τὸ πρότερον 与动词 ἐφάνη 及其作表语的中性主格单数分词 δεόμενον 之间,插入了表示让步与方式的分词短语(τὴν μὲν δύναμιν ἔχον... κεκομψευμένον)。分词 δεόμενον 支配表需求的属格(χρόνου 与 πόνου),二者各带一个由 πρός 引导表目的的定冠词不定式短语(πρὸς τὸ ἐπελθεῖν 与 πρὸς τὸ ... συλλέξαι ... καὶ παρακατασχεῖν)。

  2. 135εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους.

    动词 ἐπιβάλλει 在此作非人称用法(意为“对……是应当的/合宜的”),后接与格 ἡμῖν 及不定式 διαβάλλειν。分词 ἀφεμένους(“放手/置……于不顾”)在格上作阳性复数宾格,它并未依附于与格代词 ἡμῖν,而是与不定式 διαβάλλειν 的逻辑主语(隐含的宾格 ἡμᾶς)保持一致。

  3. 135τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν

    动词 ἀποδέομεν(意为“匮乏/距……甚远”)支配属格(此处为带定冠词的不定式 τοῦ δύνασθαι 与 τοῦ ὑγιαίνειν)。句法上构成「τοσοῦτον ... ὅσον ...」的相关比较结构:「τοσοῦτον ἀποδέομεν [τοῦ δύνασθαι] ὅσον ... [ἀποδέομεν] τοῦ ὑγιαίνειν」(正如我们在健康上所匮乏的一样,我们在写作能力上也同样相距甚远)。其中「μικροῦ δέω λέγειν」为插入习语,意为“我几乎可以说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:135