- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:132-134
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信巴特奈主教亚伯拉罕,为探明其行踪而欣慰并恳请其代祷念旧;致信亚历山大主教彼得,勉励其继承前任阿塔那修的精神关怀众教会;致信佩奥尼乌长老,表达得信之喜及对往日沉默的憾恨,并解释文书人员短缺而劝其继续修书。
Ἀβραμίῳ, ἐπισκόπῳ Βατνῶν Πάντα τὸν ἀπὸ τοῦ μετοπώρου χρόνον ἠγνόησα περὶ τῆς εὐλαβείας σου, ὅπου διάγεις.1 καὶ γὰρ πεπλανημένας τὰς φήμας εὕρισκον, τῶν μὲν ἀπαγγελλόντων ἐν Σαμοσάτοις διατρίβειν σου τὴν εὐλάβειαν, τῶν δὲ ἐν τῇ χώρᾳ, ἄλλων δὲ περὶ τὰς βάτνας αὐτὰς διαβεβαιουμένων ἑωρακέναι· διὸ οὐδὲ συνεχῶς ἐπέστειλα. νῦν δὲ μαθὼν ἐν Ἀντιοχείᾳ διάγειν, ἐν τῇ οἰκίᾳ τοῦ αἰδεσιμωτάτου Σατορνίνου τοῦ κόμητος, ἔδωκα τὴν ἐπιστολὴν προθύμως τῷ ποθεινοτάτῳ καὶ εὐλαβεστάτῳ ἀδελφῷ Σαγκτισσίμῳ τῷ συμπρεσβυτέρῳ, δι’ οὗ προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν ὅπουπερ ἂν ᾖς μεμνῆσθαι μάλιστα μὲν τοῦ Θεοῦ, εἶτα καὶ ἡμῶν, οὓς ἀγαπᾷν ἐξ ἀρχῆς προείλου, καὶ ἔχειν ἐν τοῖς οἰκειοτάτοις ἀριθμουμένους.
致巴特奈主教阿布拉米乌斯 自秋天以来的全部时间里,关于您的虔敬到底身在何处,我一直一无所知。因为我发现传闻各不相同:有人报告说您的虔敬停留在萨摩萨塔,有人说在乡间,还有人断言在巴特奈附近亲眼见到了您;因此我也未能频频致信。但如今得知您正逗留在安提阿,在最受尊敬的萨图尔尼努斯伯爵的府邸中,我便欣然将这封信交托给最受渴慕、至为虔敬的弟兄兼同工长老桑克提西穆斯,借着他我向您的仁爱致意,恳请您无论身在何处,首先当记念神,其次也当记念我们——您自始就选择爱我们,并请继续将我们列在您最亲近的人之中。
Πέτρῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται, καὶ ἡ διὰ μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ· τὴν δὲ ἀληθινὴν ἀγάπην ἡ τοῦ Πνεύματος δωρεὰ συνίστησι, συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωματικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὃ δὴ καὶ ἐφʼ ἡμῶν ἡ τοῦ Κυρίου χάρις ἐποίησε, παρασχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ, καὶ οἱονεὶ συμφυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα, καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετʼ αὐτοῦ λαχόντα, τῷ αὐτῷ πορεύεσθαι πνεύματι, καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι. Διὸ καὶ προσφθεγγόμεθά σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι·2 ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτόν, καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προθυμίᾳ, ᾗ καὶ ὁ μακαριώτατος ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ.
致亚历山大主教彼得 对于肉身的友谊而言,眼睛充当了媒介,而经由长久岁月所形成的熟识使之巩固;但真正的爱乃由圣灵的恩赐所奠定,它联结空间上远隔的事物,使蒙爱之人不是凭着肉身的特征,而是凭着灵魂的特质相互认识。主之恩典确乎在我们身上成就了这一点:赐予我们以灵魂的眼睛注视您,以真正的爱拥抱您,并因着信仰中的相交,仿佛与您融为一体,达到同一的联合。因为我们深信,您既是如此伟人之培养成果,且自古便有幸常随其侧,必在同一的灵里行事,遵循敬虔的相同教义。 因此,我们向您的尊贵致意,并恳求您,在其他诸事之外,亦能继承那位伟人对我们的善意关怀;照常致信通报您的近况,并以那位至福之人对待凡在真理中爱神之人所展现的相同慈肠与热忱,关顾各处的弟兄会。
Παιονίῳ πρεσβυτέρῳ Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς ἐπέστειλας· οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφʼ ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. καὶ γὰρ ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ. σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειότητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἢ ἠνιάθην3 τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος. Ἀλλʼ ἐπειδὴ ἤρξω γράφειν, μὴ διαλίπῃς τοῦτο ποιῶν. εὐφρανεῖς γὰρ πλέον ἢ οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι· τῶν δὲ γραφέων οὐδείς μοι παρῆν, οὔτε τῶν καλλιγραφούντων οὔτε τῶν ταχυγράφων. οὓς γὰρ ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους, χρονίαις ἀρρωστίαις κεκακωμένοι.
致佩奥尼乌长老 因着您的来信您令我们何等欢欣,您从您所写的内容本身大概就完全可以推想得到;因为那些言辞所由出的那颗心的纯洁,如此精确地从书信中显露出来。正如水流指明其本有的源泉,言辞的性质亦描摹出发出言辞的心灵。因此,我承认自己经历了一种奇异且大悖常理的感受。因为,尽管我素来热切期盼得读您那全德的书信,可当我把信拿到手中并读毕之时,我因信中所写之事感到的喜悦,反倒不如我思量在沉默的岁月里我们遭受了何等大的损失时所感到的痛心。 然而,既然您已开始动笔,就请不要停止这样做。因为比起向贪财之人输送巨款者,您更能令我们欢悦。至于我身旁,抄写员无一人在场,无论是缮写师还是速记员均付阙如。因为我曾训练过的人当中,一些人重返了早年的生活习性,另一些人则受慢性疾患折磨,在劳苦面前已力竭放弃了。
- 132περὶ τῆς εὐλαβείας σου, ὅπου διάγεις
先取句法(prolepsis),间接疑问从句 ὅπου διάγεις 本应包含的主语,被提前作为由动词 ἠγνόησα 统辖的 περί 加属格介词短语置于句中。直译为“关于您的虔敬,我不知您身在何处”,即“我不知您的虔敬身在何处”。τῆς εὐλαβείας σου 系当时对主教的尊称。
- 133διαδέξασθαι
由主节动词 παρακαλοῦμεν 所统辖的不定式。它与随后的不定式 ἐπιστέλλειν 及 ἐπιμελεῖσθαι 并列,构成了恳请的具体内容。根据上下文,τοῦ μεγάλου ἀνδρός 指的是前任亚历山大主教阿塔那修。
- 134οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἢ ἠνιάθην
由 οὐ... μᾶλλον... ἤ... 构成的比较结构,意为“与其说因……而喜悦,不如说因……而痛心”,表达了强烈的对比与修正。该句具体阐述了前文所述“经历了一种奇异之事”(ἄτοπον... πεπονθέναι)的内容,分词 διαλογιζόμενος(思量着)则补充说明了 ἠνιάθην 的原因或情态。
