← 该撒利亚的巴西流

书信集

§131

致奥林匹乌就阴谋与异端指控的抗辩

巴西尔致信奥林匹乌,坚决驳斥了在致达齐纳斯的信件以及假托著作中针对他的指控,否认参与危害教会的阴谋、追随阿波利奈里或主张三神论,以表明自身清白。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§131

Ὀλυμπίῳ Ὄντως ἡ τῶν ἀπροσδοκήτων ἀκοὴ ἱκανή ἐστι ποιῆσαι ἀνθρώπου ἠχῆσαι ἀμφότερα τὰ ὦτα. ὃ καὶ ἐμοὶ νῦν συνέβη. εἰ γὰρ καὶ τὰ μάλιστα γεγυμνασμέναις μου λοιπὸν ταῖς ἀκοαῖς προσέπεσε τὰ περιφερόμενα καθʼ ἡμῶν ταῦτα συντάγματα, διὰ τὸ καὶ πρότερον αὐτὸν ἐμὲ δεδέχθαι τὴν ἐπιστολήν, πρέπουσαν μὲν ταῖς ἐμαῖς ἁμαρτίαις, οὐ μὴν προσδοκηθεῖσάν ποτε γραφήσεσθαι παρὰ τῶν ἐπιστειλάντων· ἀλλʼ ὅμως τὰ δεύτερα τοσαύτην ὑπερβολὴν ἐφάνη ἡμῖν ἔχειν ἐν ἑαυτοῖς τῆς πικρίας, ὥστε ἐπισκοτῆσαι τοῖς προλαβοῦσι. πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην1 τῶν ἐμαυτοῦ, ἐντυχὼν τῇ πρὸς τὸν εὐλαβέστατον ἀδελφὸν Δαζίναν ἐπιστολῇ, μυρίων μὲν ὕβρεων καὶ κατηγοριῶν ἀφορήτων γεμούσῃ καθʼ ἡμῶν καὶ ἐπαναστάσεων, ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων;2 εὐθὺς δὲ καὶ ἀποδείξεις τοῦ ἀληθεῖς εἶναι τὰς καθʼ ἡμῶν βλασφημίας ἐπήχθησαν ἀπὸ συγγράμματος οὐκ οἶδα ὑπὸ τίνος γραφέντος. μέρη μὲν γὰρ ἐπέγνων, ὁμολογῶ, παρὰ τοῦ Λαοδικέως Ἀπολιναρίου γεγράφθαι, καὶ αὐτὰ οὐδὲ ἀναγνοὺς ἐξ ἔργου ποτέ, ἀλλʼ ἀκούσας ἑτέρων ἀπαγγειλάντων· ἄλλα δέ τινα εὗρον ἐγγεγραμμένα, ἃ μήτε ἀνέγνων ποτέ, μήτε ἑτέρου λέγοντος ἤκουσα· καὶ τούτων ὁ μάρτυς ἐν οὐρανῷ πιστός. πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι, οἱ τὴν ἀγάπην πλήρωμα εἶναι τοῦ νόμου δεδιδαγμένοι, οἱ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν ἐπαγγελλόμενοι, ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν καὶ ἀπʼ ἀλλοτρίων συγγραμμάτων ἡμᾶς κατακρῖναι, πολλὰ λογισάμενος κατʼ ἐμαυτόν, ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω,3 εἰ μή, ὅπερ ἐξ ἀρχῆς εἶπον, μέρος ἔκρινα εἶναι τῶν ὀφειλομένων μοι διὰ τὰς ἁμαρτίας κολάσεων καὶ τὴν ἐπὶ τούτοις λύπην. Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ, μή ποτε πρὸς ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρʼ ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα, οὔτε ἀρέσκεσθαι αὐτοῖς, ἐπεὶ μὴ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐνιαυτῶν Ἀπολιναρίῳ ἢ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω, οὔτε γὰρ αὐτὸς ἐγκαλῶ, εἴ τις ἐκ τῆς ἑταιρίας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη (οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται. Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον, ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ὡς ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσῃς. ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιήσομεν, τοῦ Θεοῦ συνεργοῦντος. ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν, οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν.

致奥林匹乌 听到出乎意料之事,确实足以令人两耳轰鸣;而这如今也正发生在我身上。因为,即便这些反对我们而流传的著作落在了我那已受过充分锻炼的听闻之中——由于我自己此前曾收到过那封信,那信虽配得我的罪过,却绝非意料中会由发信之人所写出——然而,这第二批事端在我们看来本身包含了如此过分的苦涩,以至于使先前的一切都黯然失色。因为,当我读到致至虔敬的弟兄达齐纳斯的那封信时,我怎能不几乎丧失理智呢?那信充满了针对我们的无数辱骂、难以忍受的指控和攻击,仿佛我们被发现在针对教会的最险恶的阴谋之中似的。紧接着,证明对我们的毁谤属实的证据,竟引自一部不知由何人撰写的著作。我承认,我确实认出了其中的某些部分是劳狄刻亚的阿波利奈里所写,而这些内容我自己甚至从未特意阅读过,只是听闻他人转述;但我发现其中还写着另外一些内容,是我从未阅读过、也未曾听他人讲过的;对此,天上的见证人是信实的。既然如此,那些弃绝谎言、受教晓得爱是律法的完全、并声称担当软弱者之软弱的人,究竟怎能忍心把这些诬陷加在我们身上,并根据别人的著作来定我们的罪?我自己在心中反复思量,也无法想出缘由,除非正如我从一开始所说的那样,我认为对此事的悲痛也是因我的罪过所当受的惩罚的一部分。 因为首先,我的灵魂深感悲哀,因真理从世人中减少了;其次,我也为自己感到担忧,唯恐在其他罪过之外,自己竟又染上厌恶世人的情绪,认为没有任何人身上有值得信任之处——若是那些在最重大的事上受我信任的人,对我竟是这副嘴脸,对待真理本身也竟是这般态度的话。因此,弟兄,以及每一位真理之友,请你们知晓:那些著作既非我所写,我也不赞同它们,因为它们并非依我的见解撰写的。如果我曾于多年以前给阿波利奈里或其他人写过信,我也不应受到指责;因为即使有人从某个人的团体中分裂出去陷入异端,我自己也不予以指责(即便我不指名道姓,你们也必定知道这些人是谁),因为各人必因自己的罪而死。 针对送来的那卷文册,我目前作出了这样的答复,以便你本人知晓真理,并向那些不愿以不义压制真理的人阐明真理。如果需要就加在我们身上的每一项指控作更详尽的辩白,在神的协助下,我们也会照办。奥林匹乌弟兄,我们既不宣扬三神,也不与阿波利奈里相交通。

语法注3 条
  1. 131πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην

    修辞反问与习语的结合。修辞反问词组“πῶς οὐ...”(“怎能不……?”表示强烈的肯定含义)与程度属格“μικροῦ”(“几乎、差一点”)及习语“τῶν φρενῶν ἔξω γίγνεσθαι”(“丧失理智、发狂”)搭配,表达了极为强烈的震惊与动摇。

  2. 131ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων

    由“ὡς”引导的属格绝对独立结构(ἡμῶν ... εὑρεθέντων)。此处用于表示主观理由,指控告者在信中捏造的借口或定性(“仿佛我们被发现参与了……”),而非说话者自身认同的客观事实。

  3. 131πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι... ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν... πολλὰ λογισάμενος κατʼ ἐμαυτόν, ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω

    破格句(句法不一致)。句子开篇以第三人称复数为主语构成反问句:“πῶς οὖν οἱ... κατεδέξαντο...”(“既然如此,他们……怎能忍心……”);但在插入分词短语“πολλὰ λογισάμενος κατʼ ἐμαυτόν”(“我自己反复思量”)之后,主句谓语转为了第一人称单数:“ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω”(“我无法想出缘由”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:131