- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:130
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔向责怪自己未及时通报欧斯塔提乌斯行径的狄奥多图致信辩解,历数欧斯塔提乌斯的决裂之举、阿里乌主义信经、中伤言论及违规再按立行为,并表达了深切的悲痛。
Θεοδότῳ, ἐπισκόπῳ Νικοπόλεως Καλῶς καὶ προσηκόντως ἡμῶν καθήψω,1 τιμιώτατε ὡς ἀληθῶς καὶ ποθεινότατε ἀδελφέ, ὅτι ἐξ οὗ ἀνεχωρήσαμεν τότε τῆς σῆς εὐλαβείας τὰς περὶ τῆς πίστεως ἐκείνας προτάσεις τῷ Εὐσταθίῳ φέροντες, οὐδέν σοι οὔτε μικρὸν οὔτε μεῖζον τῶν κατʼ αὐτὸν ἐδηλώσαμεν. ἐγὼ δὲ οὐχ ὡς εὐκαταφρονήτων τῶν παρʼ αὐτοῦ γενομένων εἰς ἡμᾶς ὑπερεῖδον, ἀλλʼ ὡς εἰς πάντας λοιπὸν τοὺς ἀνθρώπους διαβοηθείσης τῆς φήμης,2 καὶ οὐδενὸς τῆς παρʼ ἡμῶν διδασκαλίας εἰς τὸ τὴν προαίρεσιν τοῦ ἀνδρὸς διδαχθῆναι προσδεομένου. τοῦτο γὰρ καὶ αὐτὸς ἐπενόησεν, ὥσπερ φοβούμενος μὴ ὀλίγους σχῇ τῆς ἑαυτοῦ γνώμης μάρτυρας, εἰς πᾶσαν ἐσχατιὰν τὰς ἐπιστολὰς ἃς καθʼ ἡμῶν συνέγραψε διαπεμψάμενος. τῆς μὲν οὖν κοινωνίας ἡμῶν αὐτὸς ἀπέρρηξεν ἑαυτόν, μήτε κατὰ τὸν ὡρισμένον τόπον συνδραμεῖν ἡμῖν ἀνασχόμενος, μήτε τοὺς μαθητὰς ἑαυτοῦ παραγαγών, ὅπερ ὑπέσχετο· ἀλλὰ καὶ ἡμᾶς στηλιτεύων ἐν πανδήμοις συνόδοις, μετὰ τοῦ Κίλικος Θεοφίλου, γυμνῇ καὶ ἀπαρακαλύπτῳ τῇ βλασφημίᾳ ὡς ἀλλότρια τῆς ἑαυτοῦ διδασκαλίας ταῖς ψυχαῖς τοῦ λαοῦ ἐνσπείραντας δόγματα. ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πᾶσαν ἡμῶν τὴν πρὸς αὐτὸν συνάφειαν διαλῦσαι. ἐπειδὴ δὲ καὶ εἰς Κιλικίαν ἐλθών, καὶ συντυχὼν Γελασίῳ τινί, πίστιν αὐτῷ ἐξέθετο, ἣν μόνου ἦν Ἀρείου συγγράψαι3 καὶ εἴ τις αὐτοῦ γνήσιος μαθητής, τότε δὴ καὶ πλέον πρὸς τὸν χωρισμὸν ἐβεβαιώθημεν, λογισάμενοι, ὅτι οὔτε Αἰθίοψ ἀλλάξει ποτὲ τὸ δέρμα αὐτοῦ, οὔτε πάρδαλις τὰ ποικίλματα αὐτῆς, οὔτε ὁ ἐν διαστρόφοις δόγμασι συντραφεὶς ἀποτρίψασθαι δύναται τὸ κακὸν τῆς αἱρέσεως. Ἐπενεανιεύσατο δὲ τούτοις καὶ γράψας καθʼ ἡμῶν, μᾶλλον δὲ συγγράψας λόγους μακροὺς πάσης λοιδορίας καὶ συκοφαντίας γέμοντας· ὑπὲρ ὧν οὐδὲν ἀπεκρινάμεθα τέως, διὰ τὸ διδαχθῆναι παρὰ τοῦ ἀποστόλου, μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ διδόναι τόπον τῇ ὀργῇ· καὶ ἅμα ἐννοήσαντες τὸ βάθος τῆς ὑποκρίσεως, μεθʼ ἧς πάντα τὸν χρόνον ἡμῖν προσηνέχθη, ἀφασίᾳ τινὶ ὑπʼ ἐκπλήξεως κατεσχέθημεν. Εἰ δὲ καὶ μηδὲν ἦν ἐκείνων, τὸ ὑπόγυον τοῦτο, τὸ τολμηθὲν αὐτῷ, τίνι οὐκ ἂν φρίκην καὶ ἀποστροφὴν παντελῆ τοῦ ἀνδρὸς ἐνεποίησεν; ὅς γε, ὡς ἀκούω (εἴ γε ἀληθὴς ὁ λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν,4 ὃ μέχρι σήμερον οὐδεὶς τῶν αἱρετικῶν ποιήσας φαίνεται. πῶς οὖν δυνατὸν πράως φέρειν ἡμᾶς τὰ τοιαῦτα καὶ ἰάσιμα εἶναι νομίζειν τοῦ ἀνδρὸς τὰ ἁμαρτήματα; μὴ τοίνυν ψευδέσι λόγοις παράγεσθε, μηδὲ ὑπονοίαις ἀνδρῶν πάντα εὐκόλως πρὸς τὸ κακὸν ἐκλαμβανόντων πείθεσθε, ὡς ἄρα ἡμεῖς ἀδιάφορα τιθέμεθα τὰ τοιαῦτα. γίνωσκε γάρ, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, ὅτι οὔπω οἶδα τοσοῦτον πένθος ἄλλοτε τῇ ψυχῇ μου παραδεξάμενος, ὅσον νῦν, ὅτε ἤκουσα τῶν ἐκκλησιαστικῶν θεσμῶν τὴν σύγχυσιν. ἀλλὰ μόνον εὔχου, ἵνα δῴη ἡμῖν ὁ Κύριος μηδὲν κατὰ θυμὸν ἐνεργεῖν, ἀλλʼ ἔχειν τὴν ἀγάπην, ἥτις οὐκ ἀσχημονεῖ, οὐ φυσιοῦται. ὅρα γὰρ ὅπως οἱ μὴ ἔχοντες ταύτην ἐπήρθησαν μὲν ὑπὲρ τὰ μέτρα τὰ ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ, κατατολμῶντες πράξεων, ὧν ὁ παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα.
致尼科波利斯主教狄奥多图 真正最值得尊敬且最亲爱的弟兄,你责备我们是正当且合宜的,因为自从我们那时离开你虔敬的身旁,带着关于信仰的提案前往欧斯塔提乌斯那里以来,关于他的事,无论大小,我们都未曾向你说明过分毫。然而,我并非因把他对我们的所作所为视作无足轻重而加以忽视,而是因为这一传闻早已传遍众人,再没有人需要我们的教导来获悉此人的意向。因为他自己也正是如此打算的,仿佛害怕知道自己主张的见证人太少似的,把反对我们的书信分发到了每一个最偏远的角落。他亲自断绝了与我们的交往,既不愿在约定的地点与我们会面,也没有如约带来他自己的门徒;反而与基利家的狄奥菲鲁斯一起,在公众集会上以赤裸坦露的诽谤抨击我们,声称我们向人民的心灵中播撒了与他自己的教导格格不入的教义。这些事情本已足以解除我们与他的一切联系;然而当他前往基利家并与某个名叫革拉修的人相遇,向他阐述了一份唯有阿里乌或其真正的门徒才能撰写出来的信经时,我们便更加坚定了决裂的念头,因为我们考虑到:埃塞俄比亚人绝不可能改变自己的皮肤,豹也绝不可能改变自己的斑纹,而一个在扭曲的教义中成长的人也无法洗脱异端的罪恶。 在这之上,他又狂妄放肆地写信攻击我们,甚至撰写了充斥着各种辱骂与诬陷的长篇大论;对此我们暂时没有作任何答复,因为使徒教导我们不要为自己伸冤,而要给神的忿怒留出地步;同时,当我们思量他在整个时期对我们所表现出的虚伪之深时,因震惊而陷入了某种哑口无言的状态。 即使那些事情一件都没有发生,这件新近被他斗胆犯下的作为,又有谁不会由此对该人产生战栗与彻底的厌恶呢?据我所闻(如果这传闻确实属实,并非为了诽谤而编造的虚构),他竟敢给某些人施行再按立,这是直到今日似乎没有任何异端分子做过的事。既然如此,我们又怎能温和地忍受这等事,并认为此人的过错尚可医治呢?因此,请不要被虚假的言词引入歧途,也不要轻信那些动辄把一切往坏处想的人的猜疑,仿佛我们对这些事漠不关心似的。最亲爱且最受尊敬的弟兄啊,要知道,在我的记忆中,我的灵魂还从未承受过像现在这样巨大的悲痛,就在我听闻教会规条遭受践踏的时刻。只是请你祈求,愿主赐予我们不凭怒气行事,而是拥有那不作害羞之事、不自高自大的爱。因为你看,那些没有这种爱的人不仅狂妄自大超越了常人的限度,而且在生活中肆无忌惮,斗胆做出过往时代毫无先例的行为。
- 130Καλῶς καὶ προσηκόντως ἡμῶν καθήψω
动词 καθάπτομαι 在此由“抓住、触及”引申为“责备、非难”,后接属格(ἡμῶν)表示被责备的对象。
- 130οὐχ ὡς εὐκαταφρονήτων τῶν παρʼ αὐτοῦ γενομένων εἰς ἡμᾶς ὑπερεῖδον, ἀλλʼ ὡς εἰς πάντας λοιπὸν τοὺς ἀνθρώπους διαβοηθείσης τῆς φήμης
由 οὐχ ὡς... ἀλλʼ ὡς 引导的两个属格绝对结构(εὐκαταφρονήτων τῶν... γενομένων 与 διαβοηθείσης τῆς φήμης)形成对比,分别表达对主动词 ὑπερεῖδον 假托的与真实的缘由(“并非因为以为……而是因为……”)。
- 130ἣν μόνου ἦν Ἀρείου συγγράψαι
表特征的表语属格(μόνου... Ἀρείου)与不定式(συγγράψαι)连用,表示“唯独属于阿里乌才能写出”或“唯有阿里乌能写出”。
- 130ὅς γε, ὡς ἀκούω (εἴ γε ἀληθὴς ὁ λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν
该句由关系代词 ὅς γε 开头,但在插入了括号性从句(ὡς ἀκούω...)后,重复引入了连词 ὅτι,从而导致述谓结构形成破格(anacoluthon)。在意义上,ὅς 直接作为动词 ἐτόλμησεν 的主语理解。
