← 该撒利亚的巴西流

书信集

§129

阿波利那利争议与致西方教会的建议

巴西尔向梅勒提乌通报了围绕阿波利那利著述所引发的诬蔑及宫廷动向,并建议致信西方教会,请求他们对来自东方之人切勿盲目接纳共融,而须予以严格审察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§129

Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Ἤιδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ.1 καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν· ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ εἰς τὸ μέσον ἤνεγκαν, καὶ περιφέρουσι σύνταγμα, ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις τοιαύτας· ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταυτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱός, καὶ τρίτως τὸ Πνεῦμα. αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν,2 καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα καθὸ δὴ Πνεῦμα ὁ Θεός. καὶ ὡς βιαιότερον σημᾶναι τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν υἱικῶς Πατέρα. καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς. Ταῦτά ἐστι τὰ θρυλλούμενα, ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων, εἰ καὶ ὅτι3 ἐκ τῆς καθʼ ἡμῶν συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. γράφοντες γάρ τισι τῶν καθʼ ἑαυτούς, καὶ προσθέντες τὴν καθʼ ἡμῶν διαβολήν, ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες, τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι. πλὴν ἀλλʼ οὐκ ἂν μέχρι τοῦ καὶ ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθʼ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι, καὶ δεῖξαι πᾶσιν, ὡς οὐδὲν ἡμῖν ἐστὶ κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι τοῦ ἀνδρός, ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις, μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν· ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. ἐὰν οὖν ἢ ταῦτα μένῃ, ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται. Ὁ μέντοι ἀδελφὸς Σαγκτίσσιμος πάντως ἐστὶ παρʼ ὑμῖν πάλαι, καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφήν, ἐν χάρτῃ κεχωρισμένῳ ἐντετυπωμένην, ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου περικομιζομένῳ. ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ, οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ δύσει. τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται· τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη; Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ἡ ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι, τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι4 τὰς κοινωνίας τῶν ἐκ τῆς ἀνατολῆς ἀφικνουμένων, ἀλλʼ ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας τῶν κοινωνικῶν προσλαμβάνεσθαι· καὶ μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὴ τῆς ὀρθοδοξίας προστίθεσθαι. οὕτω γὰρ εὑρεθήσονται τοῖς μαχομένοις κοινωνοῦντες, οἳ τὰ μὲν ῥήματα πολλάκις τὰ αὐτὰ προβάλλονται, μάχονται δὲ ἀλλήλοις ὅσον οἱ πλεῖστον διεστηκότες. ἵνʼ οὖν μὴ ἐπὶ πλεῖον ἡ αἵρεσις ἐξάπτηται τῶν πρὸς ἀλλήλους διαστασιαζόντων ἀντιπροβαλλομένων τὰ παρʼ αὐτῶν γράμματα, παρακληθῆναι αὐτοὺς ἔδει κεκριμένας ποιεῖσθαι καὶ τὰς τῶν ἐντυγχανόντων αὐτοῖς κοινωνίας καὶ τὰς ἐγγράφως γινομένας κατὰ τὸν τύπον τῆς Ἐκκλησίας.

致安提阿主教梅勒提乌 我知道,针对那素来轻率妄言的阿波利那利所新近生出的指控,定会使足下的全德大为惊诧。因为我自己在此之前也并不知道有这么回事;但如今塞巴斯蒂人不知从何处搜罗出这些东西并公之于众,到处传阅一本论著——他们正主要是依据该论著来定我们的罪,仿佛我们持有相同的见解一般——其中载有如下言论:“是以必须在凡事上将第一同一性与相异性相联结、甚至相联合来加以领会,同时称第二与第三为同一者。因为父在原初意义上所是的,子在第二意义上亦是,灵在第三意义上亦是。反之,灵在原初意义上所是的,子在第二意义上亦是(因主亦是灵);父在第三意义上亦是(因神是灵)。且若更为强加地表达那不可言说者:父在父之方式上乃是子,而子在子之方式上乃是父。至于灵亦复如是,因三位一体乃是独一上帝。” 这些便是广为流传的话柄,尽管从他们针对我们的诬告来看,我认为他们无所不敢为,但我绝无法相信这是传阅者捏造出来的。因为他们在致信某些同党并附上针对我们的诽谤时,引述了这些话,称其为异端者的言论,却隐瞒了该著述的作者,以便让大众以为我们就是这些文字的起草者。然而,至少据我深信,他们的伎俩还不至于走得那么远去亲自编造这些字句。因此,为了既击退那加于我们身上的盛行恶名,又向所有人表明我们与说出那等言论的人毫无共同之处,我们被迫提到了此人,指出他临近萨伯流的邪说。关于这些事且说到这里。 然而,从军营(宫廷)有一人前来通报:继统治者(皇帝)因倾倒于我们身上的谗言而萌生最初的冲动之后,如今又有了第二种决议,即不把我们引渡给原告,也不把我们交由他们的意愿处置(这原本是一开始所决定的);而是暂时予以某种延期。因此,若这一局面得以维持,抑或有比这更为仁慈的决定,我们将告知足下的虔敬。但若先前的严令重新占据上风,此事也定不会瞒过足下。 此外,桑克蒂西穆弟兄想必早已在足下那里,他所寻求的事项对足下的全德而言已十分明了。因此,致西方人的信若看似有何必要之处,请足下屈尊将其草拟妥当并寄送给我们,以便使志同道合之人签署,并将备妥的签名写在单独的纸页上,我们便可将其附在我们这位同作长老的弟兄所携带的信函之后。因为我自己在那份备忘录中并未发现任何紧要内容,故无从就何事致信西方之人。盖必要之事此前已论及,而书写冗余之词则全然徒劳;就同一事项反复打扰,岂不甚至荒谬可笑? 然而,在我看来,那一议题似乎尚未被触及,并为书信提供了余地,那就是:请求他们不要不加审察地接受来自东方之人的共融,而是一旦选定了一派,便根据已有共融者的见证来接纳其余之人;切莫盲目附和每一个假借正统信仰之名写下信经的人。因为这样一来,他们就会被发现竟与彼此争战的双方同时保持共融——这些人往往提出相同的字句,彼此间的争战却丝毫不亚于见解最为对立之人。因此,为了不致使彼此纷争者各自拿出从西方领得的书信相互对抗,从而令派系之争进一步蔓延,实应当请求他们:无论对亲自面见他们之人的共融,还是依照教会规程以书面形式达成的共融,都必须进行严格的审察。

语法注4 条
  1. 129τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ

    形容词 εὔκολος 后接说明性/限制性不定式 εἰπεῖν,构成与格短语,意为“对无所不言轻率随意的阿波利那利”,修饰名词 ἔγκλημα(指控)的对象。

  2. 129αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν

    本句与前文使用主格的 ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱός 相对照。在此,句式转向省略了不定式 εἶναι 的宾格加不定式结构(A.c.I.),以与后文的 τὸν Πατέρα 以及 τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι 相顺应,故 τὸν Υἱόν 作宾格主语或宾格表语。

  3. 129εἰ καὶ ὅτι

    由 εἰ καί(即使)与 ὅτι 结合而成的习惯表达,引出让步从句,意为“即便……也”、“虽然承认……”。

  4. 129τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι

    带冠词的不定式短语,同格修饰并阐释句首的主语短语 ἐκείνη ... ἡ ὑπόθεσις(那个论题)。而 μὴ ... δέχεσθαι 则是依附于 παρακαλέσαι 的不定式,表达请求的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:129