- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:128
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信萨莫萨塔的尤西比乌,拒绝模糊妥协,坚持要求对方在尼西亚信仰与圣灵的神性问题上给出明确答复,否则绝不接受和解共融。
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς ἐκκλησίας τοῦ Κυρίου σπουδὴν ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυμίαν φημί, ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι ἡ ζωή.1 εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπʼ αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ· καὶ ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης,2 κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφʼ ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτὲ τῶν ῥημάτων τούτων μεταμελήσει. Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων, καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντʼ ἄλλων ἐρωτημάτων δεχόμενον, μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπʼ αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνημόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. ὁ δέ, ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτήσεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐρραψῴδησεν ἅπερ ἀπέστειλας· καὶ τοῦτο οὐκ ἀφελείᾳ γνώμης, ὡς ἄν τῳ δόξαι, οὐδὲ τῷ μὴ δύνασθαι συνορᾷν τὸ ἀκόλουθον. ἀλλʼ ἐκεῖνο λογίζεται, ὅτι ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν, τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει, συντιθέμενος δὲ ἡμῖν, τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. μὴ τοίνυν ἡμᾶς κατασοφιζέσθω, μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν· ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ἢ ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως, ἢ ἀρνούμενος. ἐὰν ταῦτα συμπείσῃς αὐτὸν καὶ πέμψῃς μοι ὀρθὰς καὶ οἵας εὔχομαι τὰς ἀποκρίσεις, ἐγώ εἰμι ὁ τὰ κατόπιν πάντα ἡμαρτηκώς· ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπʼ ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν. ἕως δʼ ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι. εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐϊππίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; εἰ δὲ ἐκεῖνα καλῶς καὶ προσηκόντως ὑπὲρ τῆς ἀληθείας ἐπράξαμεν, γελοῖον δή που τοῖς τὰ αὐτὰ ἐκείνῳ λέγουσι διὰ τῆς τῶν εὐφυῶν τούτων καὶ χαριέντων μεσότητος συναπτόμενον φαίνεσθαι. Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης, πᾶσαν παράκλησιν μετʼ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι· ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους,3 ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν, ᾗ συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία. ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιούς, καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.
致萨莫萨塔主教尤西比乌 关于使主的众教会得享和平的热忱,我虽尚未能在实际行动中相称地彰显出来,但我敢断言,在我的心中怀有如此巨大的愿望,以至于我甚至乐意舍弃自己的生命,只要能熄灭那由恶者点燃的仇恨烈焰。如果我忍受前往靠近科洛尼亚的地方并非为了对和平的渴望,愿我的生命得不到和平。然而,我所寻求的是真正的和平,是主亲自留给我们的和平;而我所请求给予我作为确据之事,正是出于一个除真正和平之外别无所求之人的作为,即便有人歪曲真理作其他解释。那么,就让他们随心所欲地使用他们的舌头罢;因为他们迟早必会为这些话语后悔。 但我恳请足下的圣德牢记最初的提案,不要因接受与所提问题风马牛不相及的回答而受误导,也不要使那些毫无辩才、单凭其险恶心意便最可怕地糟蹋真理之人的诡辩得逞。因为我当初提出的言词朴素、明晰且易于记诵:即我们是否拒绝让那些不接受尼西亚信仰的人参与共融,以及我们是否不容忍与那些胆敢称圣灵为受造物之人站在一起。然而,他不仅没有针对问题逐字作答,反而向我们翻来覆去诵读足下寄来的那些言论;而这并非出于有些人可能以为的心思单纯,亦非由于他无法洞悉其逻辑后果。相反,他在盘算的是:若拒绝我们的提案,他就会在民众面前暴露自己的真面目;但若同意我们,他又将脱离其中立立场,而迄今为止对他而言没有什么比这中立更宝贵的了。因此,休让他以诡辩愚弄我们,也休让他在欺骗其他人的同时又蒙蔽足下的睿智;相反,让他针对这一问题向我们寄来一份简短明了的答复,要么承认与信仰之敌的共融,要么加以拒绝。若足下能说服他做到这一点,并向我寄来正直且如我所祈愿的答复,那么过去的一切过犯就全算在我一人身上;我将所有责难揽于己身;届时足下尽可要求我展现谦逊。但在此事实现之前,至蒙神喜爱的父亲,请宽恕我,因我无法怀着伪善侍立在上帝的祭坛前。因为我若不怕这一点,我又何必将自己与尤伊庇乌隔绝呢?他在言辞辩才上如此出众,年纪又如此尊长,并对我们拥有如此深厚的友谊情理!如果我们当初为了真理的缘故行得端正得体,那么如今通过这些圆滑讨喜之人的折中调和,而显得与那些和他持有相同见解的人联结在一起,这岂非荒谬可笑吗? 然而,我并不认为我们应当与那些不接受信仰的人完全断绝关系,而是应当按照古老的爱德法则对这些人给予某种关照,同心合意地写信给他们,怀着怜悯提出一切规劝,并通过阐明教父们的信仰召唤他们达至联合;如果我们能说服他们,便在公同之中与他们合一;但如果我们失败了,我们彼此之间当知足自安,并将这种模棱两可的骑墙态度从品格中驱除,重拾那最初归向圣道之人共同生活的纯朴福音生活方式。因为经上记着说:“信的人都一心一意。”因此,如果他们被足下说服,那自是最好不过。但若不然,就请认清制造纷争之人,今后切勿再为和解之事向我们致信了。
- 128μὴ εἰρηνευθείη μοι ἡ ζωή
此处的希求法接否定词 μή,紧随一个过去直说法的条件从句(εἰ μὴ ... ἠνεσχόμην),构成一种发誓性质的自我诅咒。它并未采用带 ἄν 的标准非现实条件句主句,而是以祈愿希求法表达“愿我的生命得不到和平”,以起誓其对和平的渴望确系真实。
- 128καὶ ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης
主语是由中性关系代词引导的从句 ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι(“我所请求给予我作为确据之事”)。谓语动词 ἐστίν 搭配分词构成的属格表语 οὐκ ἄλλο τι ἐπιθυμοῦντος(“属于除……外别无所求之人的特征/行为”),该分词后接属格宾语 τῆς ἀληθινῆς εἰρήνης。
- 128ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους
此处的两个不定式延续了句首 Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ(“在我看来并不应当……”)所统辖的一系列不定式结构(与 ἀλλοτριοῦν、ποιήσασθαι、ἐπιστεῖλαι 等并列)。它们构成了应对说服失败(ἐὰν δὲ ἀποτύχωμεν)时的行动方案:即“我们彼此满足”(ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις)与“驱除这种骑墙态度”(ἐξορίσαι)。
