- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:126-127
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信阿塔尔比乌,对其仓促离去表示遗憾,敦促其亲来相见以澄清在教会中受指控的不当行为及涉嫌撒伯流主义的创新论点;在随后的致萨莫萨塔主教尤西比乌信中,他则报告了约维努主教在尼科波利斯的混乱中及时赶到并带来慰藉。
Ἀταρβίῳ Παραγενόμενοι μέχρι τῆς Νικοπόλεως ἐπʼ ἐλπίδι τοῦ καὶ τὰς κινηθείσας ταραχὰς ἐπανορθώσασθαι καὶ τὴν ἐνδεχομένην ἐπαγαγεῖν παραμυθίαν τοῖς ἀτάκτως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν γενομένοις, σφόδρα ἠθυμήσαμεν μὴ καταλαβόντες σου τὴν χρηστότητα, ἀλλὰ μαθόντες ἐξεληλακέναι σε πρὸς πᾶσαν ἔπειξιν, καὶ ταῦτα μεσούσης σχεδὸν τῆς συνόδου1 τῆς παρʼ ὑμῶν τελουμένης. διὸ ἀναγκαίως ἐπὶ τὸ γράμμα ἤλθομεν, δι’ οὗ ὑπομιμνήσκομεν ἀπαντῆσαι πρὸς ἡμᾶς, ἵνα αὐτὸς διὰ σαυτοῦ παραμυθήσῃ ἡμῶν τὴν λύπην, ἣν μέχρι θανάτου λελυπήμεθα, ἀκούσαντες ἐπὶ μέσης τῆς ἐκκλησίας τετολμῆσθαι πράγματα οὔπω μέχρι τῆς ἡμέρας ταύτης εἰς ἀκοὴν ἡμετέραν ἐλθόντα. καὶ ταῦτα μὲν εἰ καὶ λυπηρὰ καὶ βαρέα, ἀλλʼ ἔτι φορητά, διὰ τὸ εἰς ἄνθρωπον γεγενῆσθαι, ὃς τὴν ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν τῷ Θεῷ ἐπιτρέψας, ὅλος ἐστὶ τῆς εἰρήνης καὶ τοῦ μηδὲν παρὰ τὴν αὐτοῦ αἰτίαν βλαβερὸν γίνεσθαι τῷ λαῷ τοῦ Θεοῦ. Ἐπειδὴ δέ τινες τῶν τιμίων καὶ πάσης πίστεως ἀξίων ἀδελφῶν ἀπήγγειλαν ἡμῖν, ὡς περὶ τὴν πίστιν καινοτομουμένων τινῶν καὶ λαλουμένων παρὰ σοῦ ὑπεναντίως τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ἐπὶ τούτοις πλέον συγκινηθέντες, καὶ πολὺν ἀγῶνα ἀγωνιάσαντες τοῦ μὴ πού τι πρὸς τοῖς μυρίοις τραύμασιν, οἷς πέπονθεν ἡ Ἐκκλησία παρὰ τῶν εἰς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου ἐξαμαρτόντων, ἔτι καὶ ἄλλο ἀναφυῇ κακόν,2 ἀνανεωθείσης τῆς παλαιᾶς τοῦ ἐχθροῦ τῆς Ἐκκλησίας Σαβελλίου αἱρέσεως (τούτοις γὰρ οἱ ἀδελφοὶ ἀπήγγειλαν ἡμῖν συγγενῆ εἶναι τὰ εἰρημένα), τούτου ἕνεκεν ἐπεστείλαμεν, ἵνα μὴ ὀκνήσῃς μικρὸν διάστημα κινηθεὶς καταλαβεῖν ἡμᾶς, καὶ τὴν ἐπὶ τούτοις πληροφορίαν παρασχόμενος, ἡμῶν τε τὴν ὀδύνην καταπραῧναι, καὶ τὰς τοῦ Θεοῦ ἐκκλησίας παραμυθήσασθαι, τὰς νῦν ἀφορήτως καὶ βαρέως ἐπί τε τοῖς πεπραγμένοις καὶ ἐπὶ τοῖς θρυλλουμένοις εἰρῆσθαι παρὰ σοῦ λυπουμένας.
致阿塔尔比乌 我们来到尼科波利斯,本指望平息已被挑起的纷扰,并对那些违规乱序、背离教会规章而发生之事施以可能的抚慰,却未能见到足下的仁德,反获悉足下已极尽仓促离去,且彼时由诸位举行的公会议正值中途,我们甚感沮丧。因此,我们不得不诉诸书信,藉此提醒足下前来与我们相见,以便足下亲身抚慰我们的悲痛——由于听闻在教会当中竟有人胆敢做出直到今日我们耳所未闻之事,我们已悲痛至死。这些事虽属悲痛沉重,但尚可忍受,因为它们是针对一个凡人而发,而此人已将自己所受之事的伸冤交托于上帝,一心致力于和平,并确保不因己过而使上帝的子民蒙受任何损害。 然而,既然几位受人尊敬且完全值得信任的弟兄向我们报告,关于信仰似乎正有一些新奇之论被引入,且由足下说出了与健全教训相背之语,我们因这些事而益发震动,并深怀忧惧,唯恐在教会因那些干犯福音真理之人所蒙受的无数创伤之上,竟因教会之敌撒伯流的古老异端复苏而又滋生另一祸患(因弟兄们向我们报告,所言之事与此异端甚为相类),正是为此缘故,我们致信于足下,望足下勿吝移步于咫尺之间前来与我们相会,并在这些事上提供确凿保证,既平息我们的痛苦,亦抚慰上帝的众教会,它们如今因既成之事以及风传出于足下之言,正承受着难耐且沉重的悲伤。
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ὁ φιλάνθρωπος Θεὸς ὁ συμμέτρους ταῖς θλίψεσι τὰς παρακλήσεις συνάπτων καὶ παρακαλῶν τοὺς ταπεινούς, ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες,3 ἴσην ταῖς ἐπιγενομέναις ἡμῖν κατὰ τὴν Νικόπολιν ταραχαῖς τὴν παραμυθίαν ἐπήγαγε, τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰοβῖνον ἐν καιρῷ ἐπιστήσας· ὃς ὅπως εὐκαίρως ἡμῖν ἐπεφάνη, αὐτὸς διηγησάσθω. ἡμεῖς γὰρ φειδόμενοι τοῦ μήκους τῆς ἐπιστολῆς σιωπήσομεν, καὶ ἵνα μὴ δόξωμεν τοὺς ἐκ μεταβολῆς ἀγαπητοὺς ἡμῖν γενομένους οἱονεὶ τῇ ὑπομνήσει τοῦ σφάλματος στηλιτεύειν. Ἀλλὰ παράσχοι ὁ ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθʼ ἕκαστον. πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν τινὰ ἔχειν ἐν διηγήμασι. πλὴν ἀλλʼ ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν ὁ θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη, ἐπαίνεσον αὐτόν,4 καὶ εὐχαρίστησον τῷ Κυρίῳ, ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν.
致萨莫萨塔主教尤西比乌 那将适度的抚慰与患难相结合、安慰谦卑之人以防其在不知不觉中被过度的忧伤吞噬的爱人之神,通过适时派来至蒙神喜爱的约维努主教,带来了与我们在尼科波利斯所遭遇的纷扰同等的抚慰;至于他是如何及时向我们显现,且由他亲自叙述罢。我们因顾惜信件的篇幅而保持沉默,亦免得我们看似因提及过犯而将那些幡然转变后重归于我们所爱之人公开示众。 然而,愿神圣的上帝赐予足下亲临我们此地的机会,以便我们能够拥抱足下庄重尊贵的仪表,并详叙一切细节。因为在亲历中令人痛苦之事,在叙述中往往自能带给灵魂某种慰藉。无论如何,对于那位至蒙神喜爱的主教所付出的一切行动——他在对我们的爱上全然完备,而在遵循教会法规的严谨上尤为首要且坚定——请赞赏他,并感谢主,因足下所培育之人到处都彰显出足下庄重品德的风范。
- 126καὶ ταῦτα μεσούσης σχεδὸν τῆς συνόδου
καὶ ταῦτα 是一个副词性惯用表达,意为“况且”、“而且是在……之时”,引出其后的属格独立结构(μεσούσης ... τῆς συνόδου),用以强调在公会议正值中途这一极不合时宜的时刻离去。
- 126τοῦ μὴ πού τι ... ἀναφυῇ κακόν
该结构依附于表示担忧的动词 ἀγωνιάω。属格冠词 τοῦ 引出带有连词 μή 及连接式动词 ἀναφυῇ 的从句,类似于表示忧虑或防范性目的的属格冠词不定式结构(“唯恐滋生另一祸患”)。
- 127ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες
λανθάνω 与分词连用的惯用句式,意为“不知不觉地……”、“未被察觉地……”。此处与被动分词 καταποθέντες(被吞噬)连用,表示“以免他们在不知不觉中被过度的忧伤所吞噬”。
- 127ὑπὲρ ὧν ... ἐκινήθη, ἐπαίνεσον αὐτόν
关系从句 ὑπὲρ ὧν ... ἐκινήθη 充当介词短语,表示主句祈使动词 ἐπαίνεσον 的原因或根据(“因他所行动的那些事”)。中性复数属格关系代词 ὧν 包含先行词,受介词 ὑπέρ 支配。
