- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:125#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在引述《尼西亚信经》全文之后,文本阐明由于信经当时对圣灵一笔带过,如今必须界定圣灵论以绝罚将圣灵视为受造物或服役之灵的异端并维持三位一体的次序,最终由主教厄斯塔修签名表示赞同。
Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας· Ἦν ποτέ, ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκριβῶς διώρισται,1 τὰ μὲν ἐπὶ διορθώσει τῶν βλαβέντων, τὰ δὲ εἰς προφυλακὴν τῶν προσδοκωμένων ὑποφυήσεσθαι· ὁ δὲ περὶ τοῦ Πνεύματος λόγος ἐν παραδρομῇ κεῖται οὐδεμιᾶς ἐξεργασίας ἀξιωθεὶς διὰ τὸ μηδέπω τότε τοῦτο κεκινῆσθαι τὸ ζήτημα, ἀλλʼ ἀνεπιβούλευτον ἐνυπάρχειν ταῖς τῶν πιστευόντων ψυχαῖς τὴν περὶ αὐτοῦ διάνοιαν· κατὰ μικρὸν δὲ προϊόντα τὰ πονηρὰ τῆς ἀσεβείας σπέρματα, ἃ πρότερον μὲν ὑπὸ Ἀρείου τοῦ προστάτου τῆς αἱρέσεως κατεβλήθη, ὕστερον δὲ ὑπὸ τῶν τὰ ἐκείνου κακῶς διαδεξαμένων, ἐπὶ λύμῃ τῶν ἐκκλησιῶν ἐξετράφη, καὶ ἡ ἀκολουθία τῆς ἀσεβείας εἰς τὴν κατὰ τοῦ Πνεύματος βλασφημίαν ἀπέσκηψεν· ἀναγκαῖον πρὸς τοὺς μὴ φειδομένους ἑαυτῶν, μηδὲ προορωμένους τὴν ἄφυκτον ἀπειλήν, ἣν τοῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Κύριος ἡμῶν ἐπανετείνατο, ἐκεῖνο προτείνειν, ὅτι χρὴ αὐτοὺς ἀναθεματίζειν τοὺς λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς νοοῦντας οὕτω, καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, ἀλλʼ ἀποξενοῦντας αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως. ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρονήματος τὸ μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ (δεῖ γὰρ ἡμᾶς βαπτίζεσθαι μέν, ὡς παρελάβομεν· πιστεύειν δέ, ὡς βαπτιζόμεθα· δοξάζειν δέ, ὡς πεπιστεύκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα), ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων, ὡς φανερῶς βλασφημούντων· ἐκείνου διωμολογημένου2 (ἀναγκαία γὰρ ἡ ἐπισημείωσις διὰ τοὺς συκοφάντας), ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄντων ἀρχήν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὔτε γεννητόν· ἕνα γὰρ μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδιδάγμεθα· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες, ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτίστως. ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν. τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν ἡ Γραφὴ παρέδωκεν, εἰποῦσα, ὅτι Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα. διὰ δὲ τοὺς πάντα φύροντας καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς εὐαγγελίοις διδασκαλίαν, ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν προσήκει τὴν ἀκολουθίαν, ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν, εἰπόντος· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου. Εὐστάθιος ἐπίσκοπος σοὶ Βασιλείῳ ἀναγνοὺς ἐγνώρισα,3 καὶ συνῄνεσα τοῖς προγεγραμμένοις. ὑπέγραψα δὲ συμπαρόντων μοι τῶν ἀδελφῶν, τοῦ ἡμετέρου Φρόντωνος, καὶ τοῦ χωρεπισκόπου Σεβήρου, καὶ ἄλλων τινῶν κληρικῶν.
我们信仰独一的上帝,全能的父,一切有形与无形之物的创造者。并信仰独一的主耶稣基督,上帝的儿子,由父所生的独生子,即出于父的实质;出于上帝的上帝,出于光的光,出于真上帝的真上帝,受生而非受造,与父同质,万物藉着祂而造成,无论是天上的还是地上的;祂为了我们世人和我们的救恩降临,道成肉身,成为人,受难,并在第三日复活,升天,将要来临审判活人与死人。并信仰圣灵。至于那些说“曾经有一时不曾有祂存在”,以及“在受生之前祂并不存在”,以及“祂是由无中化生”,或声称上帝之子“出于另一位格或实质”,或“是可变迁的”或“是可变易的”人,大公使徒教会对这类人处以绝罚。 因此,既然此处关于其他方面已被充分且精确地厘定,一部分是为了纠正那些受损害者,另一部分则是为了防备预期将要萌生的错谬;然而关于圣灵的论述却只是顺带提及,未蒙任何详尽的阐发,因为当时这个问题尚未被挑起,对于祂的领悟在信徒的灵魂中安然长存、未受侵扰;但是,随着不敬的邪恶种子——先前由异端首领阿里乌撒下,后来由恶劣继承其观点的人为了祸害教会而加以培植——逐渐萌发,不敬的发展最终爆发为针对圣灵的亵渎:对于那些不顾惜自己、也不预见我们主对亵渎圣灵者所发出的不可逃避的威吓之人,提出以下要求乃是必要的:他们必须绝罚那些称圣灵为受造物的人、如此作想的人、以及不承认祂在本质上是圣的(正如父在本质上是圣的,子在本质上是圣的),反将祂隔绝于神圣且至福之本质以外的人。而正确见解的明证,乃是不将祂与父和子相隔开(因为我们应当如我们所领受的那样受洗;如我们受洗那样去信;如我们所信的那样去荣耀父、子与圣灵),并且脱离与称祂为受造物之人的团契,因他们显然是亵渎者;在此已明确确认(由于诬蔑者的缘故,此项说明乃属必要):我们既不称圣灵为非受生的——因为我们只知独一的非受生者,万有的独一始源,即我们主耶稣基督的父;我们也不称祂为受生的——因为在信仰的传承中我们受教知道独有一位独生者;但既受教知道真理的圣灵出于父,我们便承认祂非受造地出于上帝。并且也必须绝罚那些称圣灵为服役之灵的人,因为他们藉着这一称呼将祂降贬至受造物的品阶。圣经向我们传授服役之灵乃是受造物,说道:“他们都是奉差遣服役的服役之灵。”然而,为了防备那些混淆一切、不持守福音书教导的人,进一步明确界定这一点也是必要的:即必须避开那些调换主传授给我们的次序之人,因他们显然与敬虔相抗争,将子置于父之前,并将圣灵置于子之前。因为理当将我们从主亲口之言所领受的次序保持为不可动摇与不可侵犯的,祂曾说:“你们要去,使万民作门徒,奉父、子、圣灵的名给他们施洗。” 主教厄斯塔修的签署。 我,主教厄斯塔修,阅读之后向你巴西尔确认无误,并同意前述各项。且在我的弟兄们,即我们的弗隆通、乡区主教塞维鲁以及其他若干神职人员的在场见证下,签署了此文。
- 125Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκριβῶς διώρισται
由 Ἐπεὶ οὖν 引出的长篇原因从句(包含 ὁ δὲ περὶ τοῦ Πνεύματος λόγος... 以及 κατὰ μικρὸν δὲ προϊόντα... 等分句)一直延续至 ἀπέσκηψεν;主句骨架则始于 ἀναγκαῖον [...] ἐκεῖνο προτείνειν, ὅτι...(“提出……乃是必要的”)。理解该长句的关键在于理清原因从句内部的前后对比(τὰ μὲν ἄλλα 对比 ὁ δὲ περὶ τοῦ Πνεύματος λόγος)及其与主句谓语 ἀναγκαῖον 的呼应。
- 125ἐκείνου διωμολογημένου
以中性指示代词 ἐκείνου 作逻辑主语的属格独立结构(genitive absolute),后接的 ὅτι 从句(“我们既不称圣灵为非受生的……”)作为同位语具体阐释其内容,表示“在……已被明确确认的前提下”。
- 125ἀναγνοὺς ἐγνώρισα
不定过去时分词 ἀναγνούς 与限定动词 ἐγνώρισα 的结合。虽然 γνωρίζω 通常意为“告知、显明”,但在公文署名套语中引申为“(在阅读后)已确认、已知悉、已认定”。它与随后的 συνῄνεσα(“我同意了”)相并列,表明签署人对文本内容的法定确认与接受。
