← 该撒利亚的巴西流

书信集

§125#1

厄斯塔修签署的正统信仰告白

巴西尔呈现了塞巴斯蒂亚的厄斯塔修所签署的正统信仰告白,阐明正确领会尼西亚信经的重要性,并驳斥将实质与位格混为一谈的错误,确立三位格各自独特而实质同一的教义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§125#1

Ἀντίγραφον Πίστεως ὑπαγορευθείσης παρὰ τοῦ ἁγιωτάτου Βασιλείου, ᾗ ὑπέγραψεν Εὐστάθιος ὁ Σεβαστείας ἐπίσκοπος. Τοὺς προληφθέντας ἑτέρᾳ πίστεως ὁμολογίᾳ καὶ μετατίθεσθαι πρὸς τὴν τῶν ὀρθῶν συνάφειαν βουλομένους, ἢ καὶ νῦν πρῶτον ἐν τῇ κατηχήσει τοῦ λόγου τῆς ἀληθείας ἐπιθυμοῦντας γενέσθαι, χρὴ τὴν ὑπὸ τῶν μακαρίων πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτηθείσῃ συνόδῳ γραφεῖσαν πίστιν.1 τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον ἂν εἴη καὶ πρὸς τοὺς ὑπονοουμένους ἐναντίως ἔχειν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ συσκιάζοντας ἑαυτῶν ἀποφυγαῖς εὐπροσώποις τὸ τῆς κακοδοξίας φρόνημα. καὶ γὰρ καὶ τούτοις αὐτάρκης ἡ ἐγκειμένη πίστις. ἢ γὰρ διορθώσαιντο ἑαυτῶν τὴν ἐν τῷ κρυπτῷ νόσον, ἢ συγκαλύπτοντες αὐτὴν ἐν τῷ βάθει, αὐτοὶ μὲν τὸ κρῖμα τῆς ἀπάτης βαστάσουσιν, ἡμῖν δὲ τὴν ἀπολογίαν κούφην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως παρασκευάσουσιν, ὅτε ἀποκαλύψει ὁ Κύριος τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. λαμβάνειν τοίνυν αὐτοὺς ὁμολογοῦντας προσήκει, ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν. Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δολοῦντες τὸν λόγον τῆς ἀληθείας καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν, ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον, ἐκεῖθεν προφασίσασθαι τὰς ἀρχὰς εἰληφέναι, τοῦ ὁμοουσίου τὴν διάνοιαν κακῶς ἐξηγούμενος. καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου, ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, ὅτι Ἐὰν δέ τις λέγῃ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως τὸν Υἱόν, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. οὐ γὰρ ταὐτὸν εἶπον ἐκεῖ οὐσίαν καὶ ὑπόστασιν.2 εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; ἀλλὰ δῆλον ὅτι, ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας ἀλλʼ ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα, ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἀπηγόρευσαν. ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν, οὐκέτι προσθέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως. ὥστε ἐκεῖνο μὲν ἐπʼ ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος.3 δεῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, καθὼς γέγραπται, ὁμολογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱόν, καὶ ἐν ἰδίᾳ τὸ Πνεῦμα τὸ ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶς ἐκδεδώκασιν. αὐτάρκως γὰρ καὶ σαφῶς ἐνεδείξαντο εἰπόντες, φῶς ἐκ φωτός, ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, φῶς μέντοι καὶ φῶς· ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον. ἐγκείσθω δὴ ἡμῖν καὶ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν συγγραφεῖσα.

至圣的巴西尔所口述的信仰告白副本,塞巴斯蒂亚主教厄斯塔修在其上签署。 对于那些此前受其他信仰告白影响而希望归入正统派团契的人,或者如今初次渴望在真理之道中受教的人,应当[持守并学习]往昔聚集在尼西亚公会议上的受福诸教父所写成的信仰。而这同样一件事,对于那些被怀疑与健全教义相抵触、并用冠冕堂皇的托辞掩盖其错误见解之心的人,也是有益的。因为对于这些人而言,载于此处的信仰也是充分的。他们要么改正潜藏在隐秘处的病症,要么将其掩盖在深处,自担欺瞒的审判,从而在审判之日为我们备妥轻松的申辩——在那日,主将显明暗昧中的隐秘之事,并揭示人心的谋略。因此,当他们承认按照我们的教父在尼西亚所陈述的话语、以及按照这些话语健全表达的含义来信仰时,接纳他们是适宜的。 因为有些人甚至在这信仰告白中也掺假真理之道,将其中词句的本意拉向自己的私意。正如马塞鲁斯也曾放肆,在亵渎我们主耶稣基督的位格并把祂解释为纯粹的道的同时,借口从那里获得了依据,恶意曲解“同质”的含义。而利比亚人萨伯流之不敬派系中的某些人,假定位格与实质是同一回事,也从那里引申借口以构筑自身的亵渎,理由是信经中写着:“若有人说子来自另一实质或位格,大公使徒教会对其处以绝罚。”因为教父们在那里并非将实质与位格说成是同一事物。假若这些词语表达的是完全相同的概念,何需同时使用两者?显然,正如有人否认子出于父的实质,而另有人说子非出于其实质而是出于某种其他位格,他们因而将这两者同样视为异于教会思想而予以禁绝。因为在教父们表达自身见解之处,他们说子是“出于父的实质”,而不再加上“出于位格”。因此,前者立足于废弃邪恶的思想,后者则旨在显明救恩的信条。因此,应当照着所写的那样承认子与父同质,并承认父在独特的位格中,子在独特的位格中,圣灵亦在独特的位格中,正如他们自己明确传达的那样。因为他们说“出于光之光”,就充分且清楚地表明,施生之光是一,受生之光为另一,但同样是光与光;从而实质的定义乃是一且相同的。那么,就让我们把这在尼西亚写就的信仰告白陈列于前吧。

语法注3 条
  1. 125χρὴ τὴν ὑπὸ τῶν μακαρίων πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτηθείσῃ συνόδῳ γραφεῖσαν πίστιν.

    在无人称动词 χρή 之后,出现了不定式在意义上的主语(即前面的 τοὺς προληφθέντας...)和宾语宾格(τὴν ... πίστιν),但在句法上缺少了受 χρή 统辖的不定式动词(如 κατέχειν 或 διδάσκεσθαι 等)。根据上下文,持守或受教于该信条的动作被当作不言自明而省略。

  2. 125οὐ γὰρ ταὐτὸν εἶπον ἐκεῖ οὐσίαν καὶ ὑπόστασιν.

    此处为双重宾格结构。οὐσίαν καὶ ὑπόστασιν(实质与位格)为直接宾语,ταὐτόν(同一事物)为谓语宾格,全句意为“教父们在那里并非将实质与位格说成是同一事物”。

  3. 125ὥστε ἐκεῖνο μὲν ἐπʼ ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος.

    在指示代词的对比中,ἐκεῖνο 指代前文讨论过的尼西亚信经绝罚条款(较远提及:ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως 一语),而 τοῦτο 则指代信经正文中的正面认信(较近提及:ἐκ τῆς οὐσίας τοῦ Πατρός)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:125#1