- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:123-124
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信修士乌尔比基乌斯,请求其代祷与探访,以便在逼迫的困厄中持守感恩之心而不至绝望;随后致信狄奥多罗,表达深挚的思慕之情,并通过到访弟兄的品德来慰藉未能亲自相见的缺憾。
Οὐρβικίῳ μονάζοντι Ἔμελλες ἡμῖν παρέσεσθαι(καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ καταψύξαι1 ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγομένους. εἶτα τί; αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώλυσαν τὴν ὁρμήν, ἵνʼ ἀθεράπευτα κάμνωμεν. ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται· καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν. Ἀλλὰ καὶ πάρεσο ἡμῖν, ἢ παραμυθούμενος, ἢ καὶ γνώμην δώσων, ἢ καὶ προπέμψων, πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιήσων. καὶ τὸ μέγιστον, εὔχου, καὶ ὑπερεύχου, μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ καὶ τοῦ κλύδωνος, ἀλλʼ ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ προστιθέμενοι·2 ἀλλὰ καὶ δι’ αὐτῶν τῶν δυσχερῶν ὠφελώμεθα, μᾶλλον αὐτῷ πιστεύοντες, ὅτε καὶ μᾶλλον χρῄζομεν.
致修士乌尔比基乌斯 阁下原是要来到我们这里的(那福乐曾离我们近在咫尺),好在我们于试炼中如遭火焚之时,至少能用指尖为我们送来一丝凉意。然而后来如何呢?我们的罪孽从中作梗,阻碍了阁下的启程,以致我们陷于无法救治的苦楚中。因为正如在波涛之中,有的退去,有的耸立,有的已因颤栗的涟漪而变黑,我们的祸患亦是如此,有的已平息,有的正临头,有的在预料之中;而我们摆脱祸患的大致唯一的出路,就是顺应时势,退避那些逼迫我们的人。 然而,还是请阁下来到我们这里吧,无论是为了安慰,或是出谋划策,或是为我们送行,无论如何,仅仅是阁下的显现就必能使我们感到宽慰。而最要紧的是,请为我们恳切代祷,祈求我们的心智不致被邪恶与狂澜所吞没,而是在凡事上都能对上帝持守感恩之心,免得我们在上帝施恩时称颂祂,却在祂借由逆境施行管教时不愿顺从,因而被列于恶仆之列;相反,愿我们正是在这些艰难之中得着益处,在我们愈加匮乏之时更加信靠祂。
Θεοδώρῳ Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. εἰ μὲν οὖν ἀληθῆ ταῦτα ἢ μὴ λέγειν οὐκ ἔχω· ὃ δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγαθότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵνʼ οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, οὐκ ἐν εὐκολίᾳ ἡμῖν ἐστὶ διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγαθότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἡμῶν ἀδελφῶν παρουσίᾳ ἑωρακέναι. καὶ εἰ δίχα τούτων συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν3 ἐν σοὶ κἀκείνους ἑωρακέναι· διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστίν, ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς τό γε νῦν ἄθλιον πρᾶγμα τὸ ζῇν καὶ φευκτὸν εἶναι ἡγοῦμαι, τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον. οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφʼ ᾧ τις ἂν εὐθυμήσειε,4 τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος.
致狄奥多罗 有人说,那些被爱情之激情俘获的人,每逢因某种更强烈的强迫而与心爱之人分离时,若凝视所爱面容的肖像,便能借由眼目的享乐来平息激情的炽热。至于此话是真是假,我无从评说;然而就阁下的美德而言,在我身上所发生的事与上述说法相去不远。因为在我心中,对阁下圣洁纯全的心灵产生了一种可以说是热烈倾慕的情愫,但由于罪孽所带来的阻碍,要享受所爱之人的陪伴——犹如享受其他任何美善之事一样——对我们而言绝非易事,因此我认为,在我们那些极虔敬的弟兄们的莅临中,我已然看见了阁下之美德的最清晰的肖像。而且,即便是在没有他们的情况下我有幸与阁下的真挚相遇,我亦会认为自己在阁下身上看见了他们;因为我说,你们每一个人心中的爱心容量皆是如此深广,以致争相付出更多爱心的热忱在每个人身上同样昭然可见。为此我感谢了圣洁的上帝,并且祈愿,若今生尚存有些许光阴,愿我的生命因阁下而变得甜美,因为至少在眼下,与最亲爱之人的团聚隔绝,我觉得活着是一件凄凉且令人厌弃之事。因为依我之见,当人与真正相爱之人分离时,便再无任何足以令人欣慰之事了。
- 123καταψύξαι
不定式 καταψύξαι 用作依附于前文 ἔμελλες ... παρέσεσθαι 的目的或结果不定式。此处化用了《路加福音》16:24中财主恳求拉撒路用指尖沾水凉润其舌头的著名意象,与前面的限制性副词短语 ἄκρῳ γοῦν δακτύλῳ 紧密呼应。
- 123μὴ προστιθέμενοι
中动态分词 προστιθέμενοι 支配与格分词 παιδεύοντι,意为“顺从”、“附从”或“赞同”。它与前半句的 ἀγαθύνοντι μὲν ἐξομολογούμενοι 形成对比,描绘那些在上帝赐福时予以赞美、而在上帝通过逆境施行管教时却不肯顺服的恶仆。
- 124ἐλογισάμην ἂν
过去与事实相反的条件句的归结节。承接前面的条件从句 εἰ δίχα τούτων συνέβη(“若是没有他们而发生”),小词 ἄν 与不定过去直陈式 ἐλογισάμην 相结合,表达了对过去未发生之事的虚拟假设:“我本会认为”。
- 124οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφʼ ᾧ τις ἂν εὐθυμήσειε
此句中关系代词 ἐφʼ ᾧ 的先行词在否定动词 οὐκ ἔστι 之后被省略。关系从句内部的 τις ἂν εὐθυμήσειε 为带有 ἄν 的潜能祈愿语气,表示“人借以振作/欢欣的事物”,整句构成全盘否定:“在与……分离之时,绝无任何人可以为之欢欣之事”。
