← 该撒利亚的巴西流

书信集

§120-122

致西方教会书信与安提穆斯非法祝圣

巴西尔致信安提阿的梅勒提乌斯,商议起草致西方教会的书信并通报安提穆斯非法祝圣福斯图斯之事;同时向狄奥多图斯与波埃梅尼乌斯详述福斯图斯绕过正规推荐而接受安提穆斯祝圣的经过及自身的严正立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§120

Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Γράμματα ἐδεξάμην παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου, προστάσσοντα πάλιν γραφῆναι τοῖς δυτικοῖς περί τινων ἐκκλησιαστικῶν. καὶ ἐβουλήθη παρʼ ἡμῶν τυπωθῆναι τὴν ἐπιστολὴν ὑπογραφῆναι δὲ παρὰ πάντων τῶν κοινωνικῶν. ἐπεὶ οὖν οὐχ εὗρον ὅπως ἐπιστείλω περὶ ὧν ἐπέταξε, παρέπεμψα τὸ ὑπομνηστικὸν τῇ θεοσεβείᾳ σου, ἵνα καὶ αὐτῷ ἐντυχὼν καὶ τοῖς ἀναφερομένοις παρὰ τοῦ ποθεινοτάτου ἀδελφοῦ Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου προσέχων, αὐτὸς καταξιώσῃς ὡς παρίσταταί σοι περὶ τούτων τυπῶσαι, ἡμῶν ἑτοίμως ἐχόντων καὶ αὐτῷ συνθέσθαι καὶ ταχέως ποιῆσαι περικομισθῆναι τοῖς κοινωνικοῖς, ὥστε τὰς πάντων ὑπογραφὰς ἔχοντα ἀπελθεῖν τὸν μέλλοντα ὁρμᾷν πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους. ταχέως ἡμῖν τὸ παριστάμενον τῇ ὁσιότητί σου γνωρισθῆναι κέλευσον, ἵνα μὴ ἀγνοῶμεν τὰ δόξαντά σοι. Περὶ δὲ τῶν τυρευομένων ἢ καὶ ἤδη ἐσκευωρημένων καθʼ ἡμῶν ἐν τῇ Ἀντιοχείᾳ ἀνοίσει ὁ αὐτὸς ἀδελφὸς τῇ τιμιότητί σου, ἐάν περ μὴ προλαβοῦσα ἡ φήμη τῶν γενομένων φανερὰ ποιήσῃ τὰ πεπραγμένα. καὶ γὰρ ἐγγύς ἐστιν ἡ ἐλπὶς τῆς ἐκβάσεως τῶν ἀπειλουμένων. γινώσκειν δὲ βούλομαι τὴν εὐλάβειάν σου, ὅτι ὁ ἀδελφὸς Ἄνθιμος Φαῦστον, τὸν συνόντα τῷ πάπᾳ, ἐπίσκοπον ἐχειροτόνησε, μηδὲ ψήφους δεξάμενος, καὶ τῷ τόπῳ χειροτονήσας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Κυρίλλου·1 ὥστε στάσεων ἐμπλῆσαι τὴν Ἀρμενίαν. ἵνα τοίνυν μὴ καταψεύσωνται ἡμῶν, μηδὲ αὐτοὶ τὴν αἰτίαν σχῶμεν τῆς ἀταξίας τῶν γενομένων, ἐγνώρισα ταῦτα τῇ σεμνότητί σου. δῆλον δέ, ὡς καὶ αὐτὸς καταξιώσεις γνώριμα ποιῆσαι τοῖς λοιποῖς. ἡγοῦμαι γὰρ πολλοὺς λυπήσειν τὴν ἀταξίαν ταύτην.

致安提阿主教梅勒提乌斯 我收到了极蒙上帝所爱之优西比乌主教的来信,指示应当就若干教会事务再次致信西方人。他希望由我们起草此信,并由所有共融者共同签署。鉴于我未能寻得就其所吩咐之事恰当致信的途径,便将备忘录转呈于阁下的敬虔,以便阁下亲自阅读,并留心听取最亲爱的弟兄暨同道长老桑克蒂西穆斯所陈述的各项事宜之后,能屈尊按照阁下以为美善的方式就这些事情起草书信;我们亦乐意赞同阁下的草案,并迅速安排在共融者中传阅,以便前往西方诸位主教处的人能够带着所有人的签名出发。请吩咐尽快将阁下之圣洁所作出的决议告知我们,免得我们不知晓阁下的主张。 至于在安提阿针对我们所图谋或已然策动的事情,那位弟兄自会向阁下的尊荣陈报,除非事态的风声已然抢先一步揭示了实情;因为那些恐吓所得结局的临头已是指日可待。我切望阁下的虔敬知晓,弟兄安提穆斯甚至在未曾接获选票的情况下,竟在最堪尊敬的弟兄西里尔的位置上,将常伴宗主教身旁的福斯图斯祝圣为主教,以至于使亚美尼亚陷入了党派纷争。因此,为了不让他们造谣中伤我们,亦免得我们自身为所发生的混乱承担责任,我特将这些事情告知阁下的威严。显然,阁下亦会屈尊将之转告其他人;因为我认为,这一无秩序之举必会使许多人深感忧伤。

§121

Θεοδότῳ, ἐπισκόπῳ Νικοπόλεως Πολὺς ὁ χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. ἀλλʼ ἐπειδὴ ὁ ποθεινότατος ἀδελφὸς ἡμῶν Σαγκτίσσιμος ὁ συμπρεσβύτερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, δι’ αὐτοῦ καὶ προσφθέγγομαί σου τὴν κοσμιότητα, καὶ παρακαλῶ προσεύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ, ὥστε παρʼ αὐτοῦ διδαχθῆναι τὰ τῶν ἐκκλησιῶν ἐν οἵοις ἐστὶ καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προκείμενα. Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰ πάπα, ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς, μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο, καὶ παρʼ αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως2 ἐπανῆκε.

致尼科波利斯主教狄奥多图斯 寒冬严酷且漫长至极,以至于我们甚至难以轻易借由书信获得慰藉。因此我知道,我极少向阁下的虔敬致信,亦极少收到回信。然而,既然我们最亲爱的弟兄暨同道长老桑克蒂西穆斯承担了前往阁下那里的行程,我便借由他向阁下的端庄致以问候,并恳请阁下为我代祷,且垂听上述弟兄的陈述,以便从他那里获知各教会的事务处于何等境地,并对目下的事务竭尽所能予以关切。 须知,福斯图斯携来自宗主教、请求立他为主教的信件来到我们这里。但当我们要求出具阁下的虔敬及其他主教的见证时,他竟蔑视我们而投奔安提穆斯,并在未经我们提请推荐的情况下从他那里领受了祝圣,随后返回。

§122

Ποιμενίῳ, ἐπισκόπῳ Σατάλων Πάντως ἐπεζήτησας γράμματα παρὰ τῶν Ἀρμενίων, ὅτε ἐπανῆκαν διὰ σοῦ, καὶ τὴν αἰτίαν ἔμαθες, δι’ ἣν οὐκ ἔδωκα αὐτοῖς τὴν ἐπιστολήν. εἰ μὲν οὖν εἶπον φιλαλήθως, ἔδωκας ἡμῖν αὐτόθεν τὴν συγγνώμην· εἰ δὲ ἀπεκρύψαντο ἐκεῖνοι, ὅπερ οὐκ εἰκάζω—ἀλλὰ παρʼ ἡμῶν ἄκουε. Ὁ τὰ πάντα γενναῖος Ἄνθιμος, ὁ διὰ μακροῦ χρόνου τὴν πρὸς ἡμᾶς εἰρήνην σπεισάμενος, ἐπειδὴ εὗρε καιρὸν ἑαυτοῦ τε κενοδοξίαν ἐκπληρῶσαι καὶ ἡμῖν λύπην τινὰ προξενῆσαι, ἐχειροτόνησε τὸν Φαῦστον ἰδίᾳ αὐθεντίᾳ καὶ ἰδίᾳ χειρί, οὐδενὸς ὑμῶν ἀναμείνας ψῆφον καὶ ἡμῶν καταγελάσας ἀκριβολογουμένων περὶ τὰ τοιαῦτα.3 ἐπεὶ οὖν συνέχεε μὲν παλαιὰν εὐταξίαν, κατεφρόνησε δὲ καὶ ὑμῶν, παρʼ ὧν ἀνέμενον ἐγὼ τὴν μαρτυρίαν δέξασθαι, ἐποίησε δὲ πρᾶγμα οὐκ οἶδα εἰ εὐάρεστον τῷ Θεῷ, τούτου ἕνεκεν λυπηθεὶς πρὸς αὐτούς, οὐδεμίαν ἔδωκα ἐπιστολὴν πρὸς οὐδένα τῶν Ἀρμενίων, οὐδὲ πρὸς τὴν σὴν εὐλάβειαν. ἀλλʼ οὐδὲ εἰς κοινωνίαν ἐδεξάμην τὸν Φαῦστον, φανερῶς διαμαρτυρόμενος, ὅτι εἰ μὴ ὑμέτερά μοι κομίσειε γράμματα, πάντα τὸν χρόνον ἔσομαι καὶ αὐτὸς ἠλλοτριωμένος καὶ τοὺς ὁμοψύχους μοι οὕτω διαθήσω πρὸς αὐτὸν ἔχειν. Εἰ μὲν οὖν ἰάσιμα τὰ γενόμενα, σπούδασον αὐτός τε ἐπιστεῖλαι μαρτυρῶν αὐτῷ, εἰ ὁρᾷς ἀγαθὴν τοῦ ἀνδρὸς τὴν ζωήν, καὶ τοὺς ἄλλους προτρέψασθαι· εἰ δὲ ἀνίατα, καὶ τοῦτό μοι φανερὸν ποίησον, ὥστε μηκέτι με αὐτοῖς καθόλου προσέχειν, εἰ καὶ ὅτι,4 ὡς ἔδειξαν, ὥρμηνται λοιπὸν πρὸς τὸν Ἄνθιμον ἑαυτῶν μεταθεῖναι τὴν κοινωνίαν, ἡμῶν καὶ τῆς ἐκκλησίας ταύτης, ὡς ἑώλων εἰς φιλίαν,5 καταφρονήσαντες.

致萨塔拉主教波埃梅尼乌斯 当亚美尼亚人取道阁下之地返回时,阁下定然曾向他们索要信件,且获悉了我未给他们书信的缘由。若他们坦诚相告,阁下想必当场便已宽恕了我们;但若他们有所隐瞒——我并不作此推测——那么且听我们陈述。 那位在凡事上都显出高贵作风的安提穆斯,历经长久岁月方才与我们媾和,如今一觅得满足自身虚荣并带给我们痛苦的机会,便凭一己专断并亲手祝圣了福斯图斯,既未等待你们任何一人的选票,又嘲笑我们在对待此类事务上的严谨审慎。既然他扰乱了古老的良好秩序,蔑视了我正等待从其处获取见证的阁下等人,且做下了不知是否得蒙上帝悦纳的事,我因对他们深感忧愤,便未向亚美尼亚人中的任何人给予任何信件,甚至亦未给阁下的虔敬致信。不仅如此,我亦未接纳福斯图斯进入共融,而是公开严正声明:除非他给我带来阁下等人的信件,否则我自身将永远与其疏离,并使与我同心之人亦对他持相同态度。 因此,若已成之事尚可挽回,若阁下见那人的品行端正,请尽力亲自致信为他作证,并劝勉其他人亦如此行;若已无可挽回,亦请将此明白告知于我,使我不再对他们有任何挂念——即便他们正如其所显露的那样,如今已决意将自身的共融转投安提穆斯,蔑视我们以及这间教会,视我们的友谊犹如陈腐过时之物。

语法注5 条
  1. 120τῷ τόπῳ χειροτονήσας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Κυρίλλου

    与格名词短语 τῷ τόπῳ 配合属格 τοῦ... Κυρίλλου,作副词性短语,表示“处于……的位置/替代……的位置”。

  2. 121χωρὶς ἡμετέρας ὑπομνήσεως

    ὑπόμνησις 在此并非单纯的“回忆”或“提醒”,而是指教规语境中的“正式推荐书”或“公定提请备忘录”。

  3. 122ἡμῶν καταγελάσας ἀκριβολογουμένων περὶ τὰ τοιαῦτα

    复合动词 καταγελάω 支配嘲笑对象的属格(ἡμῶν),现在分词 ἀκριβολογουμένων 与该属格一致,表示伴随状态(“嘲笑在这些事上严谨审慎的我们”)。

  4. 122εἰ καὶ ὅτι

    短语 εἰ καὶ ὅτι 是让步连词 εἰ καί 与说明性 ὅτι 的惯用结合,整体引导让步从句,意为“即便……/即便承认……”。

  5. 122ὡς ἑώλων εἰς φιλίαν

    形容词 ἕωλος(昨天的、陈腐的、过时的)作属格复数,指代前述的 ἡμῶν καὶ τῆς ἐκκλησίας ταύτης,介词短语 εἰς φιλίαν 则限定其范围(“在友谊上已显陈腐过时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:120-122