← 该撒利亚的巴西流

书信集

§117-119

修道请愿的汇报与致约维努斯及欧斯塔修斯信

作者报告了为维护修行生活而递交请愿书的进展,敦促约维努斯以亲自来访偿还爱的债务,并请求欧斯塔修斯就巴西尔的逃亡诽谤及索弗罗纽斯的分裂行径主持公道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§117

Ἀνεπίγραφος, ἐπὶ ἀσκήσει Ἐγὼ καὶ ἄλλως ὀφείλεσθαι τῇ ὑμετέρᾳ τιμιότητι ἐμαυτὸν νομίζω, καὶ τὸ νῦν δὲ τοῦτο φρόντισμα, ἐν ᾧ ἐσμέν, ἀναγκαίως ἡμᾶς ὑπευθύνους ταῖς τῶν τοιούτων πραγμάτων ὑπηρεσίαις καθίστησι, κἂν οἱ τυχόντες ὦσιν οἱ ἐπιτάττοντες, μὴ ὅτι1 ὑμεῖς οἱ πολλοῖς δικαίοις καὶ ἄλλοις πρὸς ἡμᾶς συναπτόμενοι. τὰ μὲν οὖν παρελθόντα εἰς ἐξέτασιν ἀγαγεῖν οὐκ ἀναγκαῖον· ἐπεὶ ἐνῆν εἰπεῖν,2 ὅτι ἡμεῖς ἐγενόμεθα ἑαυτοῖς τῶν ταράχων αἴτιοι, τῆς ἀγαθῆς ἐκείνης ἀσκήσεως καὶ μόνης ἀγούσης πρὸς σωτηρίαν φιλονεικήσαντες ἀποστῆναι· διὸ τάχα καὶ τῷ ταράχῳ τούτῳ εἰς πειρασμὸν παρεδόθημεν. Ἀλλʼ ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν. τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν, ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχωρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρύ, καὶ τῶν φίλων ἡμῶν πολλῶν ἑτοίμως χαριζομένων, ὄντων ἐν τῷ στρατοπέδῳ. τυπωθήσεται οὖν παρʼ ἡμῶν δέησις, κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ᾗ ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀποπεμψόμεθα τὴν ἐκ τοῦ γράμματος ἄδειαν παρεχόμενοι. πέπεισμαι δὲ ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγμάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνεπιχείρητος ἡμῖν καὶ ἄσυλος διὰ τῆς τοῦ Θεοῦ βοηθείας τῆς παρθενίας ἡ φυλακὴ εἴη. Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως, καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις, εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας.

无题,论修行操练 我不仅在其他方面自认为亏欠阁下的尊荣,而且我们如今所处的这一操心职责,也必然使我们有责任在这些事务上效劳;即便下达指示的是微不足道之人,亦复如此,更何况是因诸多正义之由及其他纽带与我们紧密相连的阁下。因此,并无必要审视过往之事;因为人们本可以说,是我们自己固执地背离了那唯一通向拯救的美善操练,才成为自身动荡的始作俑者;正是因此,我们或许才被交于这动荡之中作为试炼。 然而,那些事情既已发生,便当视作铭记之鉴,免得我们重蹈覆辙。至于接下来的事,我切望阁下的虔敬确信,在上帝的允准下,事情必会极顺利地向我们推进;因为此事既属合法,又无任何沉重负担,且我们在军营中的诸多友人亦乐意施予恩惠。因此,我们将仿照向代理官呈递的呈状格式起草一份请愿书,若其中未生迟延,我们随即便将出具依该公文所得的许可而返还。我深信,在此类事上,我们的决意比帝王的指令更有力量;若我们自壮年起便展现出这毫不动摇、坚定不移的意志,那么在上帝的相助下,贞洁的持守对我们而言必是无可动摇、不受侵害的。 至于由阁下托付给我们的弟兄,我们欣然接纳,并列于熟识之人当中,祈愿他不负于上帝,亦不负于阁下的见证。

§118

Ἰοβίνῳ, ἐπισκόπῳ Πέρρης Ἔχω σε χρεώστην ὀφλήματος ἀγαθοῦ. ἐδάνεισα γάρ σοι χρέος ἀγάπης, ὃ χρή με ἀπολαβεῖν σὺν τόκῳ, ἐπειδὴ καὶ ὁ Κύριος ἡμῶν τὸ τοιοῦτον εἶδος τῶν τόκων οὐ παραιτεῖται. ἀπόδος τοίνυν, ὦ φίλη κεφαλή, ἐπιστὰς ἡμῶν τῇ πατρίδι. τοῦτο μὲν οὖν ἐστὶν αὐτὸ τὸ κεφάλαιον. τίς δὲ ἡ προσθήκη; τὸ σὲ εἶναι τὸν παραγινόμενον,3 ἄνδρα τοσοῦτον ἡμῶν διαφέροντα ὅσῳ πατέρες εἰσὶ βελτίους παίδων.

致佩拉主教约维努斯 我视你为一笔美善债务的负债人。因为我借予你一份爱的债务,而我必须连本带利收回它,因为我们的主亦不排斥这等利息。因此,亲爱的长兄啊,请亲临我们的故里来偿还吧。这便是本金本身。那么附加的利息是什么呢?正是阁下亲自降临——这样一位胜过我们之人,正如父亲优于儿女一般。

§119

Εὐσταθίῳ, ἐπισκόπῳ Σεβαστείας Καὶ διὰ τοῦ αἰδεσιμωτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ μου Πέτρου προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν σε ὡς διὰ πάσης προφάσεως καὶ νῦν προσεύχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα, μεταβαλλόμενος ἀπὸ τοῦ φευκτοῦ τούτου καὶ βλαβεροῦ τρόπου, γένωμαί ποτε ἄξιος τοῦ ὀνόματος τοῦ Χριστοῦ. πάντως δέ, κἂν ἐγὼ μὴ λέγω, διαλεχθήσεσθε πρὸς ἀλλήλους περὶ τῶν καθʼ ἡμᾶς, καὶ γνωρίσει σοι τὴν ἀκρίβειαν τῶν πεπραγμένων, ὥστε μὴ παραδεχθῆναι ἀβασανίστως τὰς πονηρὰς καθʼ ἡμῶν ὑπονοίας, ἃς εἰκὸς κατασκευάζειν τοὺς καὶ παρὰ τὸν τοῦ Θεοῦ φόβον καὶ παρὰ τὴν τῶν ἀνθρώπων ὑπόληψιν εἰς ἡμᾶς ἐξυβρίσαντας. οἷα γὰρ ἡμῖν ἐνεδείξατο ὁ γενναῖος Βασίλειος, ὃν ἀντὶ φυλακτηρίου τῆς ἐμῆς ζωῆς παρὰ τῆς σῆς εὐλαβείας ὑπεδεξάμην, ἐγὼ μὲν καὶ εἰπεῖν αἰσχύνομαι· εἴσῃ δὲ τὰ καθʼ ἕκαστον παρὰ τοῦ ἀδελφοῦ ἡμῶν διδαχθείς. καὶ τοῦτο λέγω οὐκ ἐκεῖνον ἀμυνόμενος (εὔχομαι γὰρ αὐτῷ μὴ λογισθῆναι παρὰ τοῦ Κυρίου), ἀλλὰ βεβαίαν μοι τὴν παρὰ σοῦ ἀγάπην μεῖναι ἡμῖν διοικούμενος, ἣν φοβοῦμαι μὴ διασαλεύσωσι ταῖς ὑπερβολαῖς τῶν διαβολῶν, ἃς εἰκὸς αὐτοὺς κατασκευάσαι εἰς ἀπολογίαν τοῦ πταίσματος. ὅπερ δʼ ἂν κατηγορήσωσιν ἡμῶν, ἐκεῖνο παρὰ τῆς σῆς ἀγχινοίας ἐξεταζέσθωσαν, εἰ ἐνεκάλεσαν ἡμῖν, εἰ τὴν διόρθωσιν τοῦ ἁμαρτήματος οὗ νῦν ἡμῖν ἐπάγουσιν ἐπεζήτησαν, εἰ ὅλως φανερὰν ἑαυτῶν τὴν πρὸς ἡμᾶς λύπην κατέστησαν. νῦν δέ, ἐν φαιδρῷ τῷ προσώπῳ καὶ πεπλασμένοις ἀγάπης ῥήμασιν ἀμύθητόν τινα δόλου καὶ πικρίας βυθὸν τῇ ψυχῇ συγκαλύπτοντες, διὰ τῆς ἀνελευθέρου φυγῆς ἐφανέρωσαν. ἐφʼ ᾧ ὅσον μὲν ἡμῖν ἐποιήσαντο πένθος,4 ὅσον δὲ τὸν γέλωτα τοῖς ἀεὶ τὸν εὐλαβῆ βίον ἐν τῇ ἀθλίᾳ ταύτῃ πόλει βδελυσσομένοις καὶ τέχνην πρὸς τὸ πιστευθῆναι καὶ σχηματισμὸν εἰς ἀπάτην τὸ πλάσμα τῆς σωφροσύνης διαβεβαιουμένοις ἐπιτηδεύεσθαι, πάντως, κἂν ἡμεῖς μὴ διηγησώμεθα, γνώριμον τῇ συνέσει σου. ὡς μηδὲν ἐπιτήδευμα οὕτως ὕποπτον εἶναι πρὸς κακίαν λοιπὸν τοῖς ἐνταῦθα, ὡς τὸ ἐπάγγελμα τοῦ ἀσκητικοῦ βίου. Ἃ πῶς χρὴ θεραπευθῆναι, τῆς σῆς ἂν εἴη συνέσεως φροντίσαι. τὰ γὰρ παρὰ Σωφρονίου συρραπτόμενα ἐγκλήματα ἡμῖν οὐκ ἀγαθῶν ἐστὶ προοίμια, ἀλλʼ ἀρχὴ διαιρέσεως καὶ χωρισμοῦ καὶ σπουδὴ τοῦ καὶ τὴν ἐν ἡμῖν ἀγάπην ἀποψυγῆναι. ὃν ὑπὸ τῆς σῆς εὐσπλαγχνίας παρακαλοῦμεν κατασχεθῆναι ἀπὸ τῆς βλαβερᾶς ταύτης ὁρμῆς, καὶ πειραθῆναι τῇ παρʼ ἑαυτοῦ ἀγάπῃ κατασφίγγειν μᾶλλον τὰ διιστάμενα καὶ μὴ τοῖς πρὸς διάστασιν ὡρμημένοις συνεπιτείνειν τὸν χωρισμόν.

致塞巴斯蒂亚主教欧斯塔修斯 借由至为可敬而虔诚的兄弟彼得,我亦向阁下的仁爱致以问候,恳请您借着一切契机、也包括如今为我代祷,使我能脱离这应当逃避且有害的行径,有朝一日配得上基督的圣名。无论如何,即便我不言说,你们彼此也会谈论关于我们的境况,他亦会将事情的详细确情告知阁下,免得那些罔顾敬畏上帝之心又罔顾人间公论而肆意凌辱我们之人所罗织的恶毒猜忌,未经审视便被采信。那位高贵的巴西尔——我曾自阁下的虔敬处领受他作为我生命的守护者——竟向我们做出何等行径,我实羞于启齿;但阁下自我们的弟兄受教后,自会得知个中细末。我说这番话,并非为了向他复仇(因为我祈愿主不将此归罪于他),而是为了使阁下对我的仁爱能牢固留存;我深恐他们为推卸自身过咎而极尽诽谤之能事,进而动摇这份爱。无论他们对我们作何指控,且由阁下的敏锐加以审察:他们可曾指责过我们?可曾要求纠正他们如今加之于我们的过犯?又可曾将他们对我们的怨尤哪怕略微表露出来?然而如今,他们面上带着明朗的神色,口中说着虚饰的爱之言语,灵魂深处却掩盖着无法言喻的诡诈与怨毒,竟以卑劣的逃逸将之全然显露。由此带给我们的悲痛,以及带给这悲惨城邦中一贯厌弃虔敬生活之人的嘲笑——他们坚称贞洁之假象是作为博取信任的伎俩与行欺瞒之伪装而操持的——即便我们不作叙述,阁下的洞察亦全然明了。以至于在此地之人看来,再无任何行业像修道生活的表白那样饱受邪恶之嫌疑。 对于这些事情当如何医治,理当由阁下的明智去操心。因为索弗罗纽斯针对我们罗织的罪名,绝非美善的前奏,而是分裂与疏离的开端,是竭力使连我们之中的爱也冷淡下来的企图。我们恳求阁下的慈悲制止他这有害的冲动,使他以自身的仁爱去努力紧固正在离析的关系,切莫与那些奔向分裂的人一同加剧这隔离。

语法注4 条
  1. 117μὴ ὅτι

    习惯性省略短语,意为“更不用说……”;承接前文“即使是微不足道之人(κἂν οἱ τυχόντες ὦσιν)”,在此引申为“更何况是阁下……”。

  2. 117ἐπεὶ ἐνῆν εἰπεῖν

    连词 ἐπεί 后接表示可能性的未完成过去时 ἐνῆν(不带 ἄν),表达过去未实现的客观可能性或与事实相反的语气:“因为人们本可以说……”。

  3. 118τίς δὲ ἡ προσθήκη; τὸ σὲ εἶναι τὸν παραγινόμενον

    冠词+不定式短语 τὸ σὲ εἶναι 作为谓语(或同位语),回答疑问句 τίς δὲ ἡ προσθήκη(“附加的利息是什么?”)。宾格 σέ 作不定式 εἶναι 的逻辑主语,分词 τὸν παραγινόμενον 作其表语。

  4. 119ἐφʼ ᾧ ὅσον μὲν ἡμῖν ἐποιήσαντο πένθος

    关系代词短语 ἐφʼ ᾧ(“因之/其结果是”)置于句首,后接由关联词 ὅσον μὲν... ὅσον δέ... 引导的感叹性分句,整体作为后文 [ἐστὶ] γνώριμον τῇ συνέσει σου(“已为阁下的敏锐所深知”)的主语,并延展出表结果的 ὡς 从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:117-119