← 该撒利亚的巴西流

书信集

§115-116

驳斥辛普利基亚与劝诫菲尔米努斯勿投戎

在第115封信中,巴西尔驳斥了异端女子辛普利基亚的指责并蔑视其宦官仆从的作证,坚信上帝公正的审判。在第116封信中,他告诫青年菲尔米努斯放弃从军投戎的念头,勿弃绝显赫的先祖门第,劝其重返故土继承城邦治理之责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§115

Σιμπλικίᾳ αἱρετικῇ Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς χείρονας. διὸ δὴ καὶ αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν δικαστήν, ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνεσθαι. κἂν γὰρ ὑπὲρ ψάμμον ἐκχέῃ τις χρήματα, βλάπτει ψυχήν, πατήσας τὸ δίκαιον. ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς.1 Σαυτὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, καὶ ἡμᾶς, εἰ βούλει, μὴ δίδασκε. ἴσμεν σου πλείονα, καὶ ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα· οὔτε ἐν ὀλίγοις καλοῖς δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. ἐπήγειρας ἡμῖν σαύρας τε καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. ἀλλʼ ἥξει πτερὸν ἄνωθεν τὸ ταῦτα νεμόμενον. ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλʼ ὡς οἶδε κρίνειν Θεός. εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στήσονται, οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον· τοῦτο δὴ τοῦτο, ἄθηλυ, ἄνανδρον, γυναικομανές, ἐπίζηλον, κακόμισθον, ὀξύθυμον, θηλυδριῶδες, γαστρίδουλον, χρυσομανές, ἀπηνές, κλαυσίδειπνον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορές, μανικὸν καὶ ζηλότυπον· καὶ τί γὰρ ἔτι εἰπεῖν; σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. πῶς οὖν τούτων γνώμη ὀρθή, ὧν καὶ οἱ πόδες στρεβλοί; οὗτοι σωφρονοῦσι μὲν ἄμισθα διὰ σιδήρου· μαίνονται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλʼ ὀφθαλμοὶ δικαίων, καὶ ὄψεις ἀνδρῶν τελείων· ὅσοι τότε ὁρῶσι, πρὸς ἃ βλέποντες νῦν εἰσὶ συνέσει.

致异端辛普利基亚 人们往往盲目地憎恨优秀者而喜爱卑劣者。正因如此,我自己也管束舌头,在沉默中遏止所受凌辱带来的耻辱。但我将等候天上的审判者,祂深知最终如何惩罚一切恶行。因为即便有人倾倒出多于沙粒的钱财,若践踏了正义,亦是在戕害自己的灵魂。上帝从来都在寻求祭物,我想这并非因为祂有所匮乏,而是将虔诚公义的心志接纳为宝贵的牺牲。然而,当有人违背法则而践踏自身时,上帝便将他的祈祷视为不洁。 因此,当提醒你自己铭记那末日;若你愿意的话,莫要来教训我们。我们所知道的比你更多,并未在很大程度上被内在的荆棘所窒息,也没有在少许善行中掺入十倍的恶劣。你煽动蜥蜴和蟾蜍来反对我们,所谓春天的走兽,然而终究是不洁净之物。然而,天上的飞鸟必将来临,以此类生物为食。因为我自有辩明之词,不是照着你的设想,而是照着上帝深知当如何审判的法则。即便需要证人,站出来的也不会是奴隶,更不会是那无尊严而彻底败坏的宦官之流——正是这等造物:非女非男,沉溺女色,嫉妒成性,见利忘义,性情暴躁,柔弱雌化,甘作腹胃之奴,嗜金如命,冷酷无情,搅扰筵席,反复无常,吝啬不施,贪得无厌,不知餍足,狂妄且善妒。还有什么可说的呢?他们自出生起就注定受铁器的刑罚!连双脚都扭曲畸变的人,其心智怎能端正?他们因铁器而毫无报偿地保持贞洁,却因本性的丑恶而毫无益处地癫狂。这些人绝不能作为审判的证人出庭,唯有义人的双目与完全之人的容颜才堪当此任;他们正是在那时看见自己如今运用明辨之心所注视之事的人。

§116

Φιρμίνῳ Καὶ σπάνιά σου τὰ γράμματα, καὶ μικρὰ ταῦτα, ἢ ὄκνῳ τοῦ γράφειν, ἢ ἄλλως, τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος, ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνεθίζοντος.2 ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω διὰ τὸ βούλεσθαι ἕκαστα περὶ σοῦ μανθάνειν, πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὰ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἤ τι καὶ μετεβουλεύσω, πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μετατιθέμενος. Εἰ μὲν οὖν ὁ αὐτὸς διέμεινας σεαυτῷ, οὐκ ἂν πλῆθος γραμμάτων ἐπεζητοῦμεν, ἀλλʼ ἐξήρκει ἡμῖν τοσοῦτον· ὁ δεῖνα τῷ δεῖνι· ὑγιαίνειν ἡμᾶς ἴσθι, καὶ ἔρρωσο. ἐπεὶ δὲ ἀκούομεν ἃ καὶ λέγειν αἰσχυνόμεθα, καταλιπόντα σε τὴν τῶν μακαρίων προγόνων τάξιν, ἐπὶ τὸν πρὸς πατρὸς πάππον αὐτομολεῖν3 καὶ Βρεττάνιον σπουδάζειν γενέσθαι ἀντὶ Φιρμίνου, ἐπιζητοῦμεν αὐτὰ ταῦτα ἀκοῦσαι, καὶ τοὺς λογισμοὺς μαθεῖν καθʼ οὓς ἐπὶ ταύτην ἐλθεῖν τοῦ βίου τὴν ὁδὸν ὑπήχθης. ἀλλʼ ἐπειδὴ αὐτὸς ἀπεσιώπησας αἰδοῖ τοῦ βουλεύματος, ἡμεῖς σε παρακαλοῦμεν μήτε βουλεύεσθαι αἰσχύνης ἄξια, καὶ εἴ τι ὑπέδραμέ σου τὸν νοῦν, ἀπελάσαντα τοῦτο τῆς διανοίας σεαυτοῦ γενέσθαι πάλιν, καὶ μακρὰ χαίρειν εἰπόντα4 στρατείᾳ καὶ ὅπλοις καὶ ταῖς ἐπὶ στρατοπέδου ταλαιπωρίαις, καταλαβεῖν τὴν πατρίδα, ἀρκοῦν πρὸς ἀσφάλειαν βίου καὶ πρὸς πᾶσαν περιφάνειαν τὸ ἐξίσου τοῖς προγόνοις κρατῆσαι τῆς πόλεως ἡγησάμενον· ὅπερ ἀπόνως σοι παραγενήσεσθαι πεπιστεύκαμεν, πρός τε τὴν ἐκ φύσεως ἐπιτηδειότητα ἀφορῶντες καὶ πρὸς τὴν ἐρημίαν τῶν ἐνισταμένων. εἴτε οὖν μὴ γέγονεν ἐξ ἀρχῆς ἡ γνώμη, εἴτε γενομένη πάλιν ἐκβέβληται, γνώρισον ἡμῖν ἐν τάχει· εἰ δέ, ὃ μὴ γένοιτο, τὰ αὐτὰ μένει βουλεύματα, αὐτάγγελτος ἡμῖν ἡκέτω ἡ συμφορά· γραμμάτων δὲ οὐ δεόμεθα.

致菲尔米努斯 你的来信既稀疏又简短,或是出于懒于提笔,或是另有原由,意在避免繁多带来的厌倦,又或是你在习惯于言语简练。然而对我们而言,任何篇幅都嫌不足;即使篇幅极其充裕,仍不及我们的期盼,因为我们渴望了解关于你的一切细节:你的身体状况如何,你的修行操练进展怎样,以及你是否仍坚守起初的决定,还是随着遭遇的变化而改变心意,另有所图。 因此,倘若你始终与原先的自己保持一致,我们绝不会索求大量书信,只要有这样一句话便足够了:“某某致某某:知我安好,愿你珍重。”但如今,我们听到了连启齿都深感羞愧的传闻:说你背弃了蒙福先祖们的阶位,投奔到祖父那里,急切地想成为布雷塔纽斯,而不再是菲尔米努斯。我们渴望亲耳听到这些事情,并了解究竟是怎样的思虑引诱你走上了这条人生道路。然而,既然你因对这计划感到羞怯而保持沉默,我们便恳求你切莫策划可耻之事;若有什么念头曾悄悄潜入你的心灵,当将其从思想中驱逐出去,重新做回你自己,并与兵役、戎装以及军营中的劳苦彻底告别,返回故土,将如同祖先那般执掌城邦视为对于人生的安稳及一切荣耀而言皆已足矣。鉴于你天生的才干,加之竞争者的匮乏,我们确信这一地位将毫不费力地归你所有。因此,无论这种念头自始至终未曾产生,还是产生之后又被彻底摒弃,都请迅速告知我们;但若是——愿这绝不要发生!——同样的念头依然存留,就让这不幸的消息自行传来吧;我们已不需要任何来信。

语法注4 条
  1. 115κοινὰς λογίζεται τὰς εὐχάς

    主动词 λογίζεται 的主语承接上文的 Θεός。形容词 κοινός 在自《新约》(如使徒行传10:14)以来的基督教希腊语中具有“世俗的”、“不洁的”、“凡俗的”之意。此处与前文提到的昂贵祭物(θυσίαν πολυτελῆ)相对照,指上帝将践踏正义与自身之人的祈祷视作不洁且毫无价值。

  2. 116οἰκονομοῦντος... συνεθίζοντος

    这两个属格分词在意义上呼应句首的属格代词 σου(“你的来信”),属于松散的一致结构或具有独立分词色彩的属格分词,作状语表示原因:“因你设法避开……”、“因你使自己习惯于……”。

  3. 116καταλιπόντα σε... αὐτομολεῖν

    动词 ἀκούομεν 以关系从句 ἃ καὶ λέγειν αἰσχυνόμεθα(“我们连启齿都感羞愧的事”)作为宾语,随后通过宾格加不定式结构(以 σε 为逻辑主语,修饰它的宾格分词 καταλιπόντα,以及不定式 αὐτομολεῖν)作同位语展开叙述,意为“即你背弃了……转而投奔……”。

  4. 116μακρὰ χαίρειν εἰπόντα

    古希腊语成语,由 χαίρειν λέγω(“道别”、“问候”)加上用作副词的中性复数宾格 μακρά 构成。字面意思为“向……道长久的告别”,转义为“彻底摒弃”、“断绝关系”,此处支配与格补足语 στρατείᾳ καὶ ὅπλοις(军务与武器)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:115-116