- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:113-114
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信塔尔苏斯的长老们与基督徒,劝勉他们以尼西亚信条为基准接纳不称圣灵为受造物的人进入教会交通,从而恢复教会的合一与和平。
Τοῖς ἐν Ταρσῷ πρεσβυτέροις Συντυχὼν τῷδε, πολλὴν ἔσχον τῷ ἁγίῳ Θεῷ τὴν χάριν, ὅτι με καὶ διὰ τῆς αὐτοῦ παρουσίας ἀπὸ πολλῶν θλίψεων παρεμυθήσατο, καὶ τὴν ὑμετέραν ἀγάπην ἐναργῶς ἔδειξε δι’ αὐτοῦ. σχεδὸν γὰρ τὸν πάντων ὑμῶν περὶ τὴν ἀλήθειαν ζῆλον ἐν τῇ τοῦ ἑνὸς ἀνδρὸς προαιρέσει κατέμαθον. ἃ μὲν οὖν ἰδίᾳ διελέχθημεν πρὸς ἀλλήλους αὐτὸς ὑμῖν ἀπαγγελεῖ· ἃ δὲ παρʼ ἐμοῦ γνωρισθῆναι ὑμῶν προσῆκε τῇ ἀγάπῃ, ταῦτά ἐστιν. Ὁ καιρὸς πολλὴν ἔχει ῥοπὴν πρὸς καταστροφὴν τῶν ἐκκλησιῶν, καὶ τοῦτο πολὺν ἔχομεν ἤδη χρόνον ἐξ οὗ καταμανθάνομεν.1 οἰκοδομὴ δὲ Ἐκκλησίας, καὶ σφαλμάτων διόρθωσις, καὶ συμπάθεια μὲν πρὸς τοὺς ἀσθενοῦντας ὑπερασπισμὸς δὲ πρὸς τοὺς ὑγιαίνοντας τῶν ἀδελφῶν οὐδὲ εἷς. ἀλλʼ οὔτε βοήθημα ἢ θεραπευτικὸν τῆς προκατασχούσης νόσου, ἢ προφυλακτικὸν τῆς προσδοκωμένης οὐδέν. καὶ ὅλως ἔοικε λοιπὸν ἡ τῆς Ἐκκλησίας κατάστασις (ἵνα ἐναργεῖ χρήσωμαι τῷ ὑποδείγματι, κἂν εὐτελέστερον εἶναι δοκῇ) ἱματίῳ παλαιῷ, ὑπὸ τῆς τυχούσης προφάσεως ῥᾳδίως καταρρηγνυμένῳ, ὃ πρὸς τὴν ἐξ ἀρχῆς ἰσχὺν ἐπανελθεῖν πάλιν ἀδυνατεῖ. ὡς οὖν ἐν καιρῷ τοιούτῳ, μεγάλης χρεία τῆς σπουδῆς καὶ πολλῆς τῆς ἐπιμελείας εὐεργετηθῆναί τι τὰς ἐκκλησίας.2 εὐεργεσία δέ ἐστιν ἑνωθῆναι τὰ τέως διεσπασμένα. ἕνωσις δʼ ἂν γένοιτο, εἰ βουληθείημεν, ἐν οἷς μηδὲν βλάπτομεν τὰς ψυχάς, συμπεριενεχθῆναι τοῖς ἀσθενεστέροις. Ἐπεὶ οὖν πολλὰ στόματα ἤνοικται κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου καὶ πολλαὶ γλῶσσαι ἠκόνηνται εἰς τὴν κατʼ αὐτοῦ βλασφημίαν, ἀξιοῦμεν ὑμᾶς, ὅσον ἐστὶν ἐφʼ ὑμῖν, εἰς ὀλίγον ἀριθμὸν περιστῆσαι τοὺς βλασφημοῦντας· καὶ τοὺς μὴ λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον δέχεσθαι εἰς κοινωνίαν, ἵνα μόνοι καταλειφθῶσιν οἱ βλάσφημοι, καὶ ἢ καταισχυνθέντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν, ἢ ἐπιμένοντες τῇ ἁμαρτίᾳ ἀναξιόπιστοι ὦσι διὰ τὴν ὀλιγότητα. μηδὲν τοίνυν πλέον ἐπιζητῶμεν, ἀλλὰ προτεινώμεθα τοῖς βουλομένοις ἡμῖν συνάπτεσθαι ἀδελφοῖς τὴν ἐν Νικαίᾳ πίστιν· κἂν ἐκείνῃ συνθῶνται, ἐπερωτῶμεν καὶ τὸ μὴ δεῖν λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον,3 μηδὲ κοινωνικοὺς αὐτῶν εἶναι τοὺς λέγοντας. πέρα δὲ τούτων ἀξιῶ μηδὲν ἐπιζητεῖσθαι παρʼ ἡμῶν. πέπεισμαι γάρ, ὅτι τῇ χρονιωτέρᾳ συνδιαγωγῇ καὶ τῇ ἀφιλονείκῳ συγγυμνασίᾳ, καὶ εἴ τι δέοι πλέον προστεθῆναι εἰς τράνωσιν, δώσει ὁ Κύριος ὁ πάντα συνεργῶν εἰς ἀγαθὸν τοῖς ἀγαπῶσιν αὐτόν.
致塔尔苏斯的长老们 与此人相会,我向神圣的上帝献上极大的感恩,因为祂借着他的同在,从诸多的患难中抚慰了我,并借着他清晰地彰显了你们的爱。因为在这一个人的心志中,我几乎领会了你们众人对真理的全部热忱。至于我们彼此私下所谈论的事,他自会向你们回报;但从我这里应当告知你们爱心之辈的事,乃是如下的言论。当前的局势具有瓦解诸教会的巨大趋势,而我们察觉到这一点已有很长的时间了。然而,教会的建立、过错的纠正、对软弱者的体恤,以及对健全弟兄的庇护,却全然无存。既没有任何疗法能医治那业已蔓延的沉疴,也没有任何手段能防备那预料之中的灾祸。总而言之,教会当前的境况(容我使用一个生动但或许显得有些粗鄙的比喻),便宛如一件旧衣,因任何偶然的缘由便轻易破裂,再也无法恢复原初的坚韧。因此,在这样的时期,若要使诸教会得到哪怕些许益处,便需要极大的热忱与深切的关怀。而所谓的益处,就是使迄今分崩离析的各方重新归于联合。若我们愿意在丝毫不损害灵魂的前提下,对较为软弱的人表现出包容与体谅,联合便能实现。既然如今已有许多口向着圣灵张开,许多舌头磨砺出来亵渎祂,我们便要求你们,在你们力所能及的范围内,将亵渎者的数量缩减至最少;并接纳那些不称圣灵为受造之物的人进入交通,以便只让亵渎者孤立地留在那儿,或是让他们蒙羞而归向真理,或是让他们固执于罪中而因人数寥寥而丧失信任。因此,让我们别无他求,只向那些愿意与我们联合的弟兄提出尼西亚的信仰;若他们赞同那份信仰,我们亦当要求不可称圣灵为受造物,也不可与那些如此称呼的人有所交通。除了这些之外,我认为我们不应再作任何索求。因为我确信,通过更长久的相处与不事争辩的共同砥砺,即便为了使教义更为清晰而需要补充什么,那位使万事都互相效力以使爱祂之人得益处的恩主,也必会赐予这一切。
Τοῖς ἐν Ταρσῷ περὶ Κυριακόν Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθόν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; ἐπεὶ οὖν τὸ μέγα τοῦτο καὶ θαυμαστὸν καὶ πᾶσι περισπούδαστον τοῖς ἀγαπῶσι τὸν Κύριον κινδυνεύει λοιπὸν εἰς ὄνομα ψιλὸν περιστῆναι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης λοιπὸν ἐν τοῖς πολλοῖς τῆς ἀγάπης, οἶμαι προσήκειν μίαν ταύτην εἶναι σπουδὴν τοῖς γνησίως καὶ ἀληθινῶς δουλεύουσι τῷ Κυρίῳ, τὸ ἐπαναγαγεῖν πρὸς ἕνωσιν τὰς ἐκκλησίας τὰς πολυμερῶς καὶ πολυτρόπως ἀπʼ ἀλλήλων διατμηθείσας. ὃ δὴ καὶ αὐτὸς ἐπιχειρῶν ποιεῖν οὐκ ἂν δικαίως πολυπράγμονος αἰτίαν λάβοιμι. οὐδὲν γὰρ οὕτως ἴδιόν ἐστι Χριστιανοῦ ὡς τὸ εἰρηνοποιεῖν· διὸ καὶ τὸν ἐπʼ αὐτῷ μισθὸν μέγιστον ἡμῖν ὁ Κύριος ἐπηγγείλατο. συντυχὼν τοίνυν τοῖς ἀδελφοῖς καὶ θεασάμενος αὐτῶν πολὺ μὲν τὸ φιλάδελφον καὶ τὸ περὶ ὑμᾶς ἀγαπητικόν, πολλῷ δὲ ἔτι πλέον τὸ φιλόχριστον καὶ τὸ περὶ τὴν πίστιν ἀκριβές τε καὶ εὔτονον, καὶ ὅτι πολλὴν ἀμφοτέρων ποιοῦνται σπουδήν, τῆς τε ὑμετέρας ἀγάπης μὴ χωρίζεσθαι καὶ τὴν ὑγιαίνουσαν πίστιν μὴ καταπροδοῦναι, ἀποδεξάμενος αὐτῶν τὴν ἀγαθὴν προαίρεσιν ἐπιστέλλω τῇ σεμνότητι ὑμῶν, παρακαλῶν πάσῃ ἀγάπῃ ἔχειν αὐτοὺς ἡνωμένους γνησίως καὶ πάσης ἐκκλησιαστικῆς φροντίδος κοινωνούς· ἐγγυησάμενος καὶ αὐτοῖς τὴν ὑμετέραν ὀρθότητα, ὅτι καὶ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι τῷ ὑπὲρ τῆς ἀληθείας ζήλῳ πρὸς πάντα ἐστὲ παρατεταγμένοι, ὅσαπερ ἂν δέῃ παθεῖν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας. Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπεναντία, καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν, ταῦτα, ὁμολογεῖν ὑμᾶς4 τὴν ὑπὸ τῶν πατέρων ἡμῶν ἐκτεθεῖσαν πίστιν τῶν ἐν Νικαίᾳ ποτὲ συνελθόντων, καὶ μηδεμίαν τῶν ἐκεῖ λέξεων ἀθετεῖν, ἀλλʼ εἰδέναι ὅτι τριακόσιοι δέκα καὶ ὀκτώ, ἀφιλονείκως συνιόντες, οὐκ ἄνευ τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας ἐφθέγξαντο· προσθεῖναι δὲ τῇ πίστει ἐκείνῃ καὶ τὸ μὴ χρῆναι λέγειν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μέντοι μηδὲ τοῖς λέγουσι κοινωνεῖν, ἵνα καθαρὰ ᾖ τοῦ Θεοῦ ἡ Ἐκκλησία, μηδὲν ζιζάνιον ἑαυτῇ παραμεμιγμένον ἔχουσα. ταύτης αὐτοῖς τῆς πληροφορίας παρὰ τῆς εὐσπλαγχνίας ὑμῶν προτεθείσης, καὶ αὐτοὶ πρέπουσαν ὑμῖν ὑποταγὴν ἕτοιμοί εἰσι παρασχέσθαι. αὐτὸς γὰρ ἐγγυῶμαι τὸ μέρος τῶν ἀδελφῶν, ὡς εἰς οὐδὲν ἀντεροῦσιν, ἀλλὰ πᾶσαν ὑμῖν ἐπιδείξονται εὐταξίας ὑπερβολήν, ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητουμένου παρʼ αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος.5
致塔尔苏斯居里亚库身边的人 和平的益处究竟有多大,对作为和平之子的诸位何须赘言?既然因着不法之事的增多,许多人的爱心已经冷淡,以致对于所有爱主之人而言本是伟大、奇妙且极为渴望的和平,如今面临沦为空名的危险,我认为对于真诚且真实服事主的人而言,唯一的关怀就应当是将那在多方面以多种方式彼此割裂的诸教会重新领回到合一之中。我亲自着手进行此事,绝不应当遭受好事妄动的非难。因为没有任何事比缔造和平更属于基督徒的本分;正因如此,主也应许了以此作为赐给我们的最大奖赏。因此,我与弟兄们会面,看到他们身上深厚的弟兄之爱与对你们的爱慕之情,更看到他们对基督的热爱以及对信仰精确而坚定的持守,并且看到他们对这两件事都付出了极大的关切——既不愿与你们的爱心隔绝,亦不愿背叛健全的信仰——我嘉纳了他们的善志,特致书于你们的尊崇之身,以满腔的爱心恳求你们使他们真实地合为一体,并成为教会一切关切的共同承担者;我亦向他们担保了你们的正道,证明靠着上帝的恩典,你们以对真理的热忱,已为真理之道甘愿承受一切应受的苦难做好了准备。 而依我所确信的,对你们既无冲突、对上述弟兄亦足以作为确据的事,乃是如下各项:即你们承认昔日齐聚于尼西亚的父辈们所阐述的信仰,不废弃其中任何词句,并且深知那三百一十八位不事纷争而相聚的教父,绝非在没有圣灵的运行下发出宣示;此外,亦要在该信仰上增补:决不可称圣灵为受造物,亦绝不可与如此称呼的人交通,以使上帝的教会保持纯洁,不带有任何混入其中的稗子。当这一确据由你们的慈悲心怀向他们出示之时,他们自己亦已准备好向你们献上应有的顺服。因为我亲自为弟兄们这一方担保,只要这一项由他们向你们完满的尊位所寻求的事迅速得到应允,他们绝不会在任何事上提出异议,反而会向你们展现出至高无上的规矩与秩序。
- 113καὶ τοῦτο πολὺν ἔχομεν ἤδη χρόνον ἐξ οὗ καταμανθάνομεν
属于“ἔχομεν χρόνον ἐξ οὗ”(自……以来已有很长时间)这一惯用句型。宾格 πολὺν χρόνον 表示持续的时间,ἐξ οὗ 引导的从句充当时间起点,指长期以来一直观察到前文所述教会走向瓦解的态势。
- 113μεγάλης χρεία τῆς σπουδῆς καὶ πολλῆς τῆς ἐπιμελείας εὐεργετηθῆναί τι τὰς ἐκκλησίας
名词 χρεία(需要)在省略系动词 ἐστί 的情况下充当谓语,支配属格 μεγάλης... σπουδῆς 与 πολλῆς... ἐπιμελείας。其后的不定式短语 εὐεργετηθῆναί τι τὰς ἐκκλησίας(以 τὰς ἐκκλησίας 为主格性宾格主语)起说明或结果作用,指明这一紧迫需要的目的所在(即让教会获得裨益)。
- 113κἂν ἐκείνῃ συνθῶνται, ἐπερωτῶμεν καὶ τὸ μὴ δεῖν λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον
ἐπερωτῶμεν 为现在时劝告助诫式虚拟语气(hortatory subjunctive),与前文的 μηδὲν... ἐπιζητῶμεν 及 προτεινώμεθα 并列(“让我们亦要求……”)。中性单数宾格定冠词 τό 将其后的不定式短语(μὴ δεῖν λέγεσθαι...)名词化,作为 ἐπερωτῶμεν 的直接宾语。
- 114Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπεναντία, καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν, ταῦτα, ὁμολογεῖν ὑμᾶς
全句骨干为 Ἔστι... ταῦτα。指示代词 ταῦτα 呼应前面带有定冠词的分词性/形容词性结构(τὰ οὔτε ὑμῖν ὑπεναντία...),并先行指引其后作为同位语展开的一系列不定式短语(ὁμολογεῖν ὑμᾶς... 及 προσθεῖναι δέ...)。
- 114ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητουμένου παρʼ αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος
属格独立结构(genitive absolute),在此作条件状语(“只要这唯一由他们所寻求的事得以提供……”)。其逻辑主语为 ἑνὸς τούτου... τοῦ ἐπιζητουμένου,谓语分词为过去被动态 παρασχεθέντος。αὐτοῖς 为利益与格,παρʼ αὐτῶν 指明请求的发起方。
