← 该撒利亚的巴西流

书信集

§112

致总督安德罗尼库求宽宥挚友书

作者因体弱未能亲自拜访而致歉,并向总督安德罗尼库进言,为其挚友多米提亚努恳求宽宥,阐明真正的崇高在于宽大与仁慈而非刑罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§112

Ἀνδρονίκῳ ἡγεμόνι Εἰ μὲν οὕτως εἶχον σώματος, ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλʼ αὐτὸς παρὰ τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖν ἕνεκεν· τοῦ τε παλαιὸν ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβαστείᾳ καὶ ἀπολαῦσαί σου τῆς τελειότητος· ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας, μικρὸν κατόπιν τῆς σῆς καλοκἀγαθίας παραγενόμενος), ἑτέρου δέ, τοῦ τὴν πρεσβείαν δι’ ἐμαυτοῦ πληρῶσαι, ἣν ἀποστεῖλαι τέως ἀπώκνουν, μικρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος,1 καὶ ἅμα λογιζόμενος, ὅτι οὔτε ἄρχοντα οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέγων διὰ γραμμάτων πείσειεν οὕτως, ὡς αὐτὸς παρών, καὶ τὰ μὲν ἀπολυόμενος τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂν ῥᾳδίως δι’ ἐπιστολῆς γένοιτο. πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σεαυτοῦ, πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα. Ἀλλʼ ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυόμενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. Δομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστὶν ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδʼ ὁτιοῦν διαφέρειν. τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; εἶτα τὴν αἰτίαν μαθόντες ἀφʼ ἧς ταῦτα πέπονθεν, ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν. μηδὲ γὰρ ἔστω μηδείς, ὃς μικρὸν ἢ μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας τὴν τιμωρίαν ἐκφύγοι. ἀλλʼ ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα, καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν, ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν. μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος.2 ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλοις, ἐπιδείξασθαι μεγαλοψυχίαν. τοῦτο μέτρον ἀρκοῦν Δομετιανῷ τῆς κολάσεως, τῶν προσδοκωμένων ὁ φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. τούτοις μηδὲν εἰς τιμωρίαν προσθεῖναι αὐτῷ ἱκετεύομεν. καὶ γὰρ ἐκεῖνο σκόπει, ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται. προσκείσθω δὲ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγήμασι. δὸς ἡμῖν, τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σά, τὰς ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας φιλανθρωπίας ὑπερβαλέσθαι. οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται, ἑαυτὸν παραδόντι εἰς τιμωρίαν· καὶ Κῦρος ὁ μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην. τούτοις σε συναριθμήσομεν, καὶ, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντάπασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν. Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλʼ ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξειαν τοῦ σωφρονεῖν παράδειγμα. τούτων τοίνυν οὐθέτερον ἐνδεῖν ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦτον ἀφορῶντας οἴομαι. ὥσθʼ ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε,3 καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων ἢ τοῖς λαμβάνουσιν. οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς ἡ μεγαλοψυχία τοῦ τρόπου. Καππαδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτην ἀπαριθμήσασθαι. Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι, ἡγούμενός μοι ζημίαν οἴσειν τὸ παρεθέν. τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰς ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρʼ ἡμῶν, οὐκ οἶδά που μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων, ἃς ἐφʼ ἡμῖν ἔσχε, καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνολογεῖσθαι, παρακέκλησο, δέσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαποκείμενος.

致总督安德罗尼库 倘若我的身体状况尚能轻易耐受长途跋涉并经受冬日的严寒,我便不会修书致意,而是会为了两个目的亲自前往您博大的胸襟之前:其一,是为了清偿旧日的诺言之债(因我记得自己曾应许要前往塞巴斯蒂亚,去领略您的完满德行;我确实成行了,却因比您的美德之身稍晚抵达而错过了相聚的机会);其二,则是为了亲自完成那项我至今仍犹豫不决、未曾遣使呈递的请托,因我认为自己过于卑微,不配蒙受如此的恩待;同时我也考虑到,通过书信陈辞而在任何事上劝导长官或平民,都绝不如当面陈辞那样有效——既能当面洗清某些指控,又能对某些事发出恳求,更能为另一些事祈求宥恕;而这些都是难以通过书信轻易达成的。然而,面对所有这些顾虑,我只要将至高神圣的您置于心首,并深知只需向您陈明我们对此事的见解,余下的事您自会予以成全,我便不再畏难,毅然着手于这一举动。 但您定能看出,我一直在兜着圈子,因犹豫和退缩而不敢直言我为此陈辞的缘由。这位多米提亚努自父辈起便是我们的至交好友,与骨肉兄弟无异。毕竟,人何必隐瞒真相呢?后来,当我们得知他遭受这些苦难的原因时,我们亦曾说他理应受此责罚。因为任何人若或多或少怠慢了您的美德,都不应免受惩罚。然而,当我们看到他生活在极度的恐惧与屈辱之中,其生死存亡全系于您的一念裁决时,我们便断定他所承受的惩罚已经足够了。我们恳求您以宽宏且仁爱的心怀来看待他。因为制伏反抗之人,诚然属于勇者和真正的统治者;但对屈服之人施以恩慈与温和,则是心胸与柔仁超迈众人者的作为。因此,只要您愿意,您便能在同一时机,随心所欲地同时彰显出惩戒的果决与宽宥的宏量。对于多米提亚努而言,对所预料之事以及自己深知理当承受之事的恐惧,已构成了足够分量的刑罚。我们恳求您不要再在这惩罚之上对他有所增添。请您也思量这一点:往昔确曾有许多人掌控过得罪他们的人,但后世并未流传关于他们的任何话语;然而那些以哲思超拔流俗之人放下了愤怒,他们不朽的记忆便传之万代。愿这件美事亦被载入关于您的传述之中。请赐予我们这些立志颂扬您的人一个机会,使我们得以超越古时所歌咏的仁爱典范。正如传说克罗索斯对杀子凶手在自行引咎受罚之时放下了怒火,而大居鲁士在获胜之后,亦成为了这位克罗索斯的朋友。我们将把您列入这些伟人之列;若我们不被视为为如此伟人宣扬的微不足道之号手,我们必当竭尽所能宣告此事。 此外,有一点必须在诸事之上予以说明:我们惩罚任何行不义之人,绝非为了已经发生的事(因为又有何种巧计能使已成之事化为乌有呢?),而是为了使他们今后能悔过自新,或是让其他人引以为戒、懂得谨守分寸。那么,在当下这两种目的中,有谁能说尚有欠缺呢?因为他自己即便到了死后也必会铭记这一切,而我认为其他人看着他,亦已惊骇得如临死地。因此,若我们在这惩罚上再增添分毫,便会显得我们只是在宣泄自身的私愤——就您而言,我坚信这绝非实情;若非我看出这恩典赐予施予者的荣光远大于领受者,我也绝不会冒昧说出这番话来。您博大的性情绝不会仅为少数人所见。全体卡帕多细亚人都在注视着这一结局,我愿在您身上兼具的各项美德之中,亦向他们陈述此项宏量。 我仍迟疑着不愿搁笔,总以为遗漏之处会给我带来憾恨。不过,我至少还要补充这一点:他虽手握许多人为他求情的书信,却认为来自我们的信件胜过所有其他书信,我想他定是在何处知晓,我们的进言在您完满的尊位前尚有些许分量。因此,为了使他对我们寄予的厚望不至落空,也为了让我们得以在此地众人面前引以为荣,无可比拟的明主啊,恳求您俯允这一祈请。无论如何,您对人类世事的洞察绝不逊于有史以来的任何哲人,您深知扶助一切困乏之人,乃是预先积存下的何等美好的珍宝。

语法注3 条
  1. 112μικρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος

    比较级形容词 μικρότερον 搭配连词 ἢ ὥστε 及不定式 τυγχάνειν,构成表示程度或结果的句式“太……以至于不能……”(too... to...)。在此表示作者认为自己过于微不足道,以致不配获得长官如此厚重的恩宠。

  2. 112τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος

    中性带冠词不定式短语 τὸ μὲν ... λαμβάνειν 与 τὸ δὲ ... εἶναι 分别作主语,其后搭配表示特征与从属的谓语属格(ἀνδρείου τε καὶ ἄρχοντος 与 διαφέροντος)。该句以 μέν...δέ 构成对称结构,意为“制伏抗拒者是勇者与统治者的本分,而温和对待屈服者则是超迈众人者的美德”。

  3. 112ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε

    短语 πολλοῦ δεῖν 为惯用的绝对不定式,意为“绝非如此”或“相去甚远”(far from it)。关系代词 ὃ 指代前文(即额外惩处会被视为在发泄私愤),结合表示委婉断言的潜在希求法 φαίην ἂν,全句意为“就您而言,我敢断言这绝非实情”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:112