← 该撒利亚的巴西流

书信集

§109-111

为寡妇说情与请求减免铁矿赋税

巴西尔致信伯爵赫拉迪奥斯,请求协助受困寡妇免除利息纠纷;随后两度致信长官莫德斯图,恳请减免陶鲁斯山民沉重的铁矿贡赋,并为一位被传唤而惶恐的友人求情宽宥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§109

Ἑλλαδίῳ Κόμητι Πάνυ παραιτούμενος δι’ ὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέτρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πράγματος φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρʼ αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη παριοῦσα ὑπέσχετο ὑφʼ ἡμῶν, ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους.1 Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν ὁ τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπʼ ἐλπίδι τῆς παρʼ αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. οἶμαι γὰρ καὶ τὴν ἡμερότητα τοῦ θαυμασιωτάτου ἐπάρχου μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται, συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις. παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι δι’ ἣν ὤχλησά σοι, καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν, ἣν ἔδωκέ σοι ὁ Χριστὸς χρηστῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι, καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ.

致伯爵赫拉迪奥斯 因您所掌权柄之重,我本极不愿给您的仁厚添惹烦扰,以免显得毫无节制地滥用您的情谊;然而,迫切的困厄却使我无法保持缄默。这位姊妹既与我们有亲属之谊,又因孀居而备受艰辛,且要操持孤儿的产业,当我见她如今被无法承受的困境压迫得力不能支,心中甚感怜悯与悲痛,遂急忙向您恳求:若尚有一丝可能,务请屈尊协助她所遣去的人,好使她既然已经偿还了先前在我们见证下所承诺的数额,便得以免遭更进一步的欺凌。因为她曾达成约定,只要付清本金,利息便得免除。 然而如今,继承人的监护者们在收取本金之后,竟又图谋征收利息。因此,深知将寡妇与孤儿之事视作己任的乃是主,就请您怀着仰赖我们神亲自赏赐的指望,勉力将自己的热忱倾注于此事。因为我想,那位极其尊贵的长官之宽仁,一旦得知本金已被全额偿清,定会对这个如今凄凉可怜、屈膝倒地、再也无力抵御外界强加欺凌的家族心生怜恤。所以我恳求您,既宽宥我不得不烦扰您的迫切困局,亦请按照基督赐予您的能力协助此事——您秉性善良宽厚,且善用自己所得的权柄行善。

§110

Μοδέστῳ ὑπάρχῳ Ὅσης ἡμῖν τιμῆς καὶ παρρησίας μεταδίδως, τῇ ἡμερότητι τοῦ τρόπου καταβαίνειν πρὸς ἡμᾶς ἀνεχόμενος, τοσαύτην σοι καὶ ἔτι πλείω ἐν παντὶ τῷ βίῳ παρὰ τοῦ ἀγαθοῦ ἡμῶν Δεσπότου τὴν αὔξησιν γενέσθαι τῆς περιφανείας εὐχόμεθα. ἐμὲ δὲ καὶ πάλαι ἐπιθυμοῦντα γράφειν καὶ ἀπολαύειν τῆς παρὰ σοῦ τιμῆς, κατεῖχεν ἡ πρὸς τὸ ὑπερέχον αἰδώς, εὐλαβούμενον μήποτε νομισθῶ ἀμέτρως ἐμφορεῖσθαι τῆς παρρησίας. Νῦν δὲ ὁμοῦ μὲν καὶ τὸ λαβεῖν τὴν ἐξουσίαν τοῦ ἐπιστέλλειν παρὰ τῆς ἀπαραβλήτου σου μεγαλοφυΐας, ὁμοῦ δὲ καὶ χρεία τῶν καταπονουμένων ἐξεβιάσατό με πρὸς τὸ θαρσεῖν. εἴ τις οὖν καὶ παρὰ τῶν μικρῶν ἐπὶ τοῖς μεγίστοις ἱκετηρίας ἰσχύς, παρακλήθητι, θαυμασιώτατε, φιλανθρώπῳ νεύματι ἐλεεινῇ ἀγροικίᾳ τὴν σωτηρίαν χαρίσασθαι, καὶ τοῖς τὸν Ταῦρον οἰκοῦσι τὸν σιδηροφόρον φορητὴν προστάξαι γενέσθαι τὴν τοῦ σιδήρου συντέλειαν, ὡς μὴ εἰς ἅπαξ αὐτοὺς ἐκτριβῆναι, ἀλλὰ διαρκῇ αὐτῶν εἶναι τὴν ὑπηρεσίαν τοῖς δημοσίοις· οὗ μάλιστα πάντων μέλειν τῇ ἀξιαγάστῳ σου φιλανθρωπίᾳ πεπείσμεθα.

致长官莫德斯图 您以温和的性情降卑屈尊临到我们,赋予我们如此隆重的敬重与直言之权;我们亦同样祈求,我们善良的主在您一生的岁月中,赐予您如此之多乃至更甚的荣光增长。我虽早已渴望修书向您致意并沐浴于来自您的尊荣,然而对卓越尊位的心存敬畏一直阻拦着我,惟恐被人认为我不加节制地滥用了直言之权。 但如今,一方面由于从您无与伦比的高风亮节中获得了修书的权柄,另一方面受苦之人的迫切需要亦迫使我鼓起勇气。因此,若卑微之人就重大之事发出的恳请尚有些许分量,最值得钦佩的长官啊,求您受此祈请,以仁慈的俯允将拯救赐予凄苦的农夫,并下令使居住在产铁之陶鲁斯山区的居民所承担的铁赋变得可以承受,免得他们被彻底压垮,好让其对国赋的服役能够长久维系——我们坚信,这正是您令人赞叹的仁爱之心最关切之事。

§111

Μοδέστῳ ὑπάρχῳ Ἄλλως μὲν οὐκ ἂν ἐθάρρησα δι’ ὄχλου γενέσθαι τῇ μεγαλοφυΐᾳ σου, εἰδὼς καὶ ἐμαυτὸν μετρεῖν καὶ τὰς ἐξουσίας γνωρίζειν. ἐπειδὴ δὲ εἶδον ἄνδρα φίλον ἐναγωνίως διακείμενον ἐπὶ τῷ μετακληθῆναι, ἀπετόλμησα αὐτῷ δοῦναι τὴν ἐπιστολὴν ταύτην, ἵνα ἀνθʼ ἱκετηρίας αὐτὴν προβαλλόμενος τύχῃ τινὸς φιλανθρωπίας. πάντως δέ, εἰ καὶ ἡμεῖς οὐδενὸς λόγου ἄξιοι, ἀλλʼ αὐτὸ τὸ μέτριον ἱκανὸν δυσωπῆσαι τὸν φιλανθρωπότατον τῶν ὑπάρχων καὶ ἡμῖν δοῦναι συγγνώμην, ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν δι’ αὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ δι’ ἡμᾶς τοὺς ἱκετεύσαντας.2 Οἷα δὲ τὰ ἐνταῦθα τῶν πραγμάτων ἐστί, τίς μᾶλλον ἐπίσταται σοῦ, τοῦ καὶ ἐπιβλέποντος τὰ παρʼ ἑκάστῳ σαθρὰ καὶ τῇ θαυμασίᾳ προμηθείᾳ τὰ πάντα διακρατοῦντος;

致长官莫德斯图 若非事出有因,我绝不敢烦扰您崇高的尊位,因我深知自量分寸,亦明晓对掌权者当怀的敬畏。然而,因我见一位友人因被传唤而陷入极大的焦虑与不安,我才斗胆将这封信交予他,以便他能以此代替求告的枝条呈上,从而获得些许宽仁。无论如何,即便我们微不足道,但这谦抑的姿态本身就足以打动这位最慈仁的长官并向我们施予恩宥:好使那人若未曾犯下任何过失,便能因真理本身而得保全;若确有过错,亦能因我们这些恳求之人的缘故而获免罪。 至于此地的情势究竟如何,除了您这位既能明察各地积弊、又以卓越远见统摄全局的长官之外,又有谁能知晓得更为透彻呢?

语法注2 条
  1. 109ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους.

    动词 ὑπέσχετο(中间态不定过去时第三人称单数)的主语承接前文指代该寡妇(αὕτη),阴性单数主格分词 δοῦσα 与之保持一致。不定词 συγχωρεῖσθαι 为现在时被动态,以 τοὺς τόκους 作其宾格主语,意为“利息被免除”。整句结构表达其曾经达成的契约内容:“盖因她曾立约,只要支付本金,利息即得免除”。

  2. 111ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν δι’ αὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ δι’ ἡμᾶς τοὺς ἱκετεύσαντας.

    连词 ἵνα 在此并未接续古典惯用的连接式,而是引出了带宾格主语(αὐτόν)的不定词(σωθῆναι, ἀφεθῆναι)。这是后古典希腊语中目的连词 ἵνα 结构与表结果/目的的不定词结构(如 ὥστε + 不定词)相互混淆所形成的句法现象,统摄插入的条件从句(εἰ μέν... εἰ δέ...),表示最终目的(“以便他得救……且获赦免”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:109-111