← 该撒利亚的巴西流

书信集

§107-108

慰勉尤利塔并为其债务斡旋求情

在第107封信中,巴西尔对尤利塔再次遭受债务期限的逼迫表示同情,并告知已致信对方及有威望之士进行斡旋;在第108封信中,他极力劝诫尤利塔继承人的监护人信守此前宽限的承诺,宽厚待人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§107

Ἰουλίττῃ ἐλευθέρᾳ Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβολον ἐπιδεικνυμένους τὸ ἦθος, καὶ ἄλλοτε ἄλλα λέγοντας, καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; εἰ γὰρ μετὰ τὰς ἐπʼ ἐμοῦ καὶ τοῦ ἀπὸ ὑπάρχων1 ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυθριακέναι πρὸς ἡμᾶς ὁ ἀνήρ. Πλὴν ἀλλʼ ἐπέστειλα αὐτῷ, ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων. ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ, τῷ οἰκείῳ τοῦ ὑπάρχου, ἵνα δι’ αὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὁ ὕπαρχος. αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπίβαλλον εἶναί μοι,2 διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι, καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα· εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου, ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου, καὶ Θεὸν φοβουμένου, καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. δυνατὸς δὲ ὁ ἅγιος διαγαγεῖν σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπʼ αὐτόν.

致自由妇人尤利塔 我读到您尊贵的来信,得知同样的困厄再次笼罩着您,心中甚感沮丧。对于表现出如此反复无常的品格、朝三暮四且不信守自身约定之人,人们究竟当如何应对?因为如果在我和那位前长官面前作出承诺之后,他如今竟像什么都没说过一样,如此严苛地缩紧期限,那么此人似乎已对我们完全不知廉耻了。 然而,我仍给他写了信,规劝他并提醒他自己所作的许诺。我也给长官的亲友赫拉迪奥斯写了信,以便通过他使长官明了关于您的实情。因为我认为自己贸然去向如此身居高位的长官进言是不合时宜的,毕竟我尚未就私事给他写过信,且心存招致非难的戒惧,正如您所知,显贵之人对于此类事情极易心生愠怒;然而,若能带来任何益处,这也将是通过赫拉迪奥斯促成的,他不仅人品善良、对我们怀有善意,而且敬畏神,在长官面前享有极大的直言之权。倘若我们以真实而纯正的心仰望祂,圣者必能带领您渡过一切患难。

§108

Τῷ κηδεμόνι τῶν κληρονόμων Ἰουλίττης Ἐθαύμασα ἀκούσας ὅτι, τῶν χρηστῶν ἐκείνων καὶ πρεπόντων τῇ σῇ ἐλευθερίᾳ ὑποσχέσεων ἐπιλαθόμενος, νῦν σφοδροτάτην καὶ ἀπαραίτητον ἐπάγεις τὴν ἀπαίτησιν τῇ ἀδελφῇ τῇδε· καὶ τί εἰκάσω ἐκ τῶν λεγομένων οὐκ ἔχω. σοί τε γὰρ πολλὴν παρὰ τῶν πεπειραμένων σου μαρτυρουμένην ἐλευθερίαν σύνοιδα, καὶ τῶν ὑποσχέσεών σου μέμνημαι ὧν ἐποίησας ἐπʼ ἐμοῦ καὶ τοῦδε, λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν3 διὰ τὸ βούλεσθαι συμπεριφέρεσθαι τῇ ἀνάγκῃ τοῦ πράγματος, καὶ συγγνώμην παρέχειν τῇ ἐλευθέρᾳ ἀναγκαζομένῃ τοσοῦτον ἀθρόως ἐκ τῆς οἰκίας προΐεσθαι χρῆμα. Τίς οὖν ἡ αἰτία δι’ ἣν ἡ τοσαύτη μεταβολὴ γέγονεν ἐγὼ νοεῖν οὐκ ἔχω. πλὴν ὅπερ ἂν ᾖ, παρακαλῶ σε, μεμνημένον τῆς σεαυτοῦ ἐλευθεριότητος καὶ πρὸς τὸν Κύριον ἀπιδόντα τὸν ἀμειβόμενον τὰς χρηστὰς προαιρέσεις, δοῦναι τὸν καιρὸν ὃν ἐξ ἀρχῆς ὑπέσχου τῆς ἀνέσεως, ἵνα δυνηθῶσι συμπωλήσαντες τὰ ἑαυτῶν διαλῦσαι τὸ χρέος. δῆλον δὲ ὅτι κἀκείνων μέμνημαι, ὅτι ὑπέσχου, εἰ λάβοις τὸ ὁμολογηθὲν χρυσίον, πάντα τὰ ὁμολογηθέντα χαρτία, καὶ τὰ ἐπὶ τῶν ἀρχόντων πραχθέντα καὶ τὰ ἰδιωτικῶς γενόμενα, παραδώσειν τῇ προειρημένῃ. Παρακαλῶ οὖν, καὶ ἡμᾶς τίμησον καὶ κτῆσαι παρὰ τῷ Κυρίῳ μεγάλην ἑαυτῷ εὐλογίαν, ἀναμνησθεὶς τῶν σεαυτοῦ ὑποσχέσεων, γινώσκων ὅτι ἄνθρωπος εἶ καὶ αὐτὸς ἀναμένειν ὀφείλεις τοὺς καιροὺς ἐν οἷς δεηθήσῃ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως· ἣν μὴ ἀποκλείσῃς σεαυτῷ διὰ τῆς παρούσης σκληρότητος, ἀλλʼ εὐτρέπισον τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπὶ σαυτόν, πᾶσαν χρηστότητα καὶ ἐπιείκειαν τοῖς καταπονουμένοις ἐπιδειξάμενος.

致尤利塔继承人的监护人 听说您遗忘了那些与您的自由身份相称的善意承诺,如今竟对这位姊妹提出如此严酷而毫不容情的索求,我甚感诧异;面对这些传闻,我不知该作何设想。因为我既知晓那些深知您的人所见证的您的宽厚风范,亦记得您在我与那位人士面前所作的承诺——当时您声称,字据上虽然写下较短的期限,但由于愿顺应事态的切迫需要,并体谅这位不得不一次性从家中付出如此巨款的自由妇人,您实际上将给予更长的宽限。 究竟是何原因导致了如此巨大的转变,我实在无从知晓。然而无论缘由为何,我都恳求您记念自身的宽宏风范,仰望赏赐善意的仁慈之主,赐予您起初所许诺的宽限时间,好使他们能够变卖产业来清偿债务。显然我也同样记得这一点:您曾许诺,若收到约定的金钱,便将所有约定的契据——无论是当着官府立下的还是私下订立的——悉数归还给上述妇人。 因此我恳求您,既尊重我们,亦当念及自己的诺言,在主面前为自己积存极大的福分,深知您自己也是凡人,必有需要仰赖神之护佑的时刻;切莫因当下的严苛而为自己堵塞了这条门路,反而应当向受压迫之人彰显一切仁爱与宽厚,从而为自己预备神的怜悯。

语法注3 条
  1. 107τοῦ ἀπὸ ὑπάρχων

    介词短语 τοῦ ἀπὸ ὑπάρχων(带有冠词 τοῦ)是古代晚期希腊语行政用语中表示“前长官/前总督”(相当于拉丁语 ex praefecto)的规范表达,指代与作者一同在场的具有显赫身份的见证人。

  2. 107αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπίβαλλον εἶναί μοι

    句法骨架为 οὐκ ἐνόμισα 支配的不定式从句:ἐπίβαλλον εἶναί μοι(“对我而言是合宜的/分内的”),其主语为不定式 θαρρῆσαι(主格代词 αὐτός 与之呼应并强调主语自身)。与格 δικαστῇ τοσούτῳ 则作 θαρρῆσαι 的补足语(“对如此显要的法官/长官采取大胆进言之举”)。

  3. 108λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν

    在由分词 λέγων 支配的间接引语中,两个被 μέν 与 δέ 并列的不定式展现了时态的鲜明对比:现在时不定式 γράφειν 指书写契据时的动作(“写下较短的期限”),而将来时不定式 συγχωρήσειν 指未来的实际宽限承诺(“将许予更长的时间”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:107-108