← 该撒利亚的巴西流

书信集

§105-106

勉励女执事坚守信仰与赞赏虔敬的军人

巴西尔致信特伦提乌斯伯爵之女诸女执事,赞扬她们在异端包围中坚守使徒的三位一体信仰,随后致信一位军人,称赞他在行伍之中仍持守虔敬与对神的完满之爱,并勉励其持之以恒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§105

Διακόνοις θυγατράσι Τερεντίου Κόμητος Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύξασθαι τῇ κοσμιότητι ὑμῶν· καὶ ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν, λογιζόμενος πότε εἴη ἢ ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθʼ ὑμᾶς χωρίοις ἢ ὑμῖν αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. ἀλλʼ ἐκεῖνα μὲν κείσθω ἐν τῷ θελήματι τοῦ Κυρίου. Τὸ δὲ νῦν ἔχον,1 ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορμῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκα ταύτην, προσηγορίαν ὑμῖν κομίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν, καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις, καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν μετατεθῆναι,2 πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχαριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ; εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ προδῶτε ταύτην τὴν παρακαταθήκην· πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, τὴν πηγὴν τῆς ἁγιότητος, δύναμιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, δι’ οὗ υἱοθετεῖται ἄνθρωπος, καὶ ἀπαθανατίζεται τὸ θνητόν, συνημμένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα ἐν δόξῃ καὶ ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ ἡ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ. Οἱ δὲ κτίσμα λέγοντες ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα, ἢ ὅλως αὐτὸ εἰς τὴν λειτουργικὴν καὶ δουλικὴν κατάγοντες τάξιν, μακράν εἰσι τῆς ἀληθείας, ὧν φεύγειν προσήκει τὰς κοινωνίας3 καὶ ἐκτρέπεσθαι τοὺς λόγους ὡς δηλητήρια ὄντα ψυχῶν· ἐὰν δέ ποτε δῷ ἡμῖν ὁ Κύριος γενέσθαι κατὰ ταὐτόν, πλατύτερον ὑμῖν τοὺς περὶ τῆς πίστεως ἐκθησόμεθα λόγους, ὥστε μετʼ ἀποδείξεων γραφικῶν καὶ τὸ τῆς ἀληθείας ἰσχυρὸν καὶ τὸ σαθρὸν τῆς αἱρέσεως ὑμᾶς ἐπιγνῶναι.

致特伦提乌斯伯爵之女诸女执事 我抵达萨摩萨塔时,曾期盼能与您们的端庄风范相聚;然而既然错过了会面,我便深感这一憾事的沉重,思忖着何时才有可能由我再次造访您们的地域,抑或由您们选择前往我们这方。然而,这些事且由主的旨意安排吧。 就目前而言,由于我得知爱子索弗罗尼奥斯正启程前往您们那里,我便欣然将这封信交托予他,为您们带去问候,并表明我们的心志:因着神的恩典,我们未曾停止记念您们,并为您们向主献上感谢,因为您们是出自良善之根的优良嫩枝,结满善行的丰硕果实,确实犹如荆棘之中的百合。因为,置身于那败坏真理之道者的如此严重的错谬环伺之中,却不向欺骗屈服,亦不背弃信仰的使徒性宣讲而转向如今肆虐的一时新说,这难道不配向神献上极大的感恩,不最为公允地为您们赢得极大的称赞吗?您们已信奉了父、子与圣灵;切莫背叛这托付:父是万物的本源;独生子由祂所生,是真神,出自完全者的完全者,是活泼的形象,并在自身彰显完满的父;圣灵从神拥有其实存,是圣洁的泉源,是赐予生命的大能,是使人达于完全的恩典,借着祂,人被收纳为嗣子,必朽坏的获致不朽,祂在一切方面——在荣耀与永恒中、在大能与国度中、在主权与神性中——都与父及子紧密相连,正如拯救的洗礼之传承所见证的那样。 然而,凡声称子或灵为受造物,或将圣灵完全贬低至服役与奴仆品阶之人,皆远离真理;理当弃绝与他们的交往,并避开他们的言论,因其乃是灵魂的毒药。若是主何时允准我们相聚,我们必将更详尽地向您们陈述关于信仰的论说,以便使您们借着圣经的证据,认清真理的坚固与异端的朽败。

§106

Στρατιώτῃ Ὑπὲρ πολλῶν ἔχοντες εὐχαριστεῖν τῷ Κυρίῳ, ὧν καὶ ἠξιώθημεν παρʼ αὐτοῦ ἐπὶ τῆς ἐπιδημίας ἡμῶν, μέγιστον ἀγαθὸν ἐκρίναμεν τὴν γνῶσιν τῆς σῆς τιμιότητος, τὴν παρὰ τοῦ ἀγαθοῦ Δεσπότου παρασχεθεῖσαν ἡμῖν. ἔγνωμεν γὰρ ἄνδρα δεικνύντα, ὅτι καὶ ἐν τῷ στρατιωτικῷ βίῳ δυνατὸν τῆς πρὸς Θεὸν ἀγάπης τὸ τέλειον διασῶσαι, καὶ ὅτι οὐκ ἐν τῇ περιβολῇ τῆς ἐσθῆτος, ἀλλʼ ἐν τῇ διαθέσει τῆς ψυχῆς ὁ Χριστιανὸς ὀφείλει χαρακτηρίζεσθαι. Καὶ τότε οὖν μετὰ πάσης ἐπιθυμίας συνετύχομέν σοι, καὶ νῦν, ὁσάκις ἂν εἰς μνήμην ἔλθωμεν, μεγίστης ἀπολαύομεν εὐφροσύνης. ἀνδρίζου τοίνυν, καὶ ἴσχυε, καὶ τὴν πρὸς Θεὸν ἀγάπην τρέφειν καὶ πολυπλασιάζειν ἀεὶ σπούδαζε, ἵνα σοι καὶ ἡ τῶν ἀγαθῶν παρʼ αὐτοῦ χορηγία ἐπὶ μεῖζον προΐῃ. ὅτι δὲ καὶ ἡμῶν μέμνησαι, οὐδεμιᾶς ἑτέρας ἀποδείξεως προσδεόμεθα, τὴν ἐκ τῶν πραγμάτων ἔχοντες μαρτυρίαν.

致一位军人 在我们客居期间因蒙主所赐予的诸多恩惠而向祂献上感恩之时,我们判定,由慈悲的主赐予我们与您这般尊贵之士相识,乃是最大的福祉。因为我们得识了一位以身垂范之人,表明即便在戎马生涯中,亦能够保有对神之爱的完满,且基督徒的特征并不应见于衣着的穿戴,而应见于灵魂的意向。 因此,不仅当时我们怀着极大的渴望与您相会,即便是现在,每当我们回忆之时,亦享受到极大的欢欣。故此,当刚强壮胆,力求不断滋养并倍增对神的爱,好使来自祂的诸般美善赐予在您身上越发丰盛。至于您同样记念着我们,我们无须任何其他证明,因我们已然从事实中获得了明证。

语法注3 条
  1. 105Τὸ δὲ νῦν ἔχον

    宾格的副词性惯用短语,意为“就目前而言”或“在现阶段”,在句首起到将话题转入当前具体情境的过渡作用。

  2. 105τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν μετατεθῆναι

    带冠词的不定式短语(τὸ ... μὴ ἐνδοῦναι ... μηδὲ ... μετατεθῆναι)构成复合主语,作为后文修辞反问句 πῶς οὐχὶ ... ἄξιον [ἐστι] ... προξενεῖ 的主语。阴性宾格分词 περικυκλουμένας 和 καταλιπούσας 指代收信人(女执事们),充当不定式的逻辑主语(宾格主语)。

  3. 105ὧν φεύγειν προσήκει τὰς κοινωνίας

    关系代词 ὧν 指代前文所提的异端主张者,作名词短语 τὰς κοινωνίας 的定语属格(“与他们的交往/团契”),置于无人称动词 προσήκει 与不定式 φεύγειν 所构成的句式之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:105-106