- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:102-104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信萨塔拉市民,说明派遣至亲友人担任其新主教的缘由并敦促他们热诚接待,同时致信长官莫德斯托,恳请恢复针对教士阶层的传统免税特权。
Σαταλεῦσι πολίταις Ἐγὼ τάς τε ἰδίας ὑμῶν παρακλήσεις καὶ τὰς τοῦ λαοῦ παντὸς δυσωπηθείς, καὶ ἐδεξάμην τὴν φροντίδα τῆς καθʼ ὑμᾶς ἐκκλησίας, καὶ ὑπεσχόμην ὑμῖν ἐνώπιον Κυρίου μηδὲν ἐλλείψειν τῶν εἰς δύναμιν ἐμὴν ἡκόντων. διὸ ἠναγκάσθην, κατὰ τὸ γεγραμμένον, οἷον τῆς κόρης τοῦ ἐμοῦ ὀφθαλμοῦ ἅψασθαι.1 οὕτως τὸ ὑπέρβαλλον τῆς καθʼ ὑμᾶς τιμῆς οὐδενός μοι συνεχώρησεν εἰς μνήμην ἐλθεῖν, οὐ συγγενείας, οὐ τῆς ἐκ παιδὸς συνηθείας τῆς ὑπαρχούσης μοι πρὸς τὸν ἄνδρα, πρὸ τῶν παρʼ ὑμῶν αἰτηθέντων· ἀλλὰ πάντων μὲν τῶν ἰδίᾳ μοι ὑπαρχόντων πρὸς αὐτὸν εἰς οἰκειότητος λόγον ἐπιλαθόμενος, μὴ ὑπολογισάμενος δὲ μηδὲ τοῦ στεναγμοῦ τὸ πλῆθος, ὃ καταστενάξει μου ὁ λαὸς ὁ τὴν προστασίαν αὐτοῦ ζημιωθείς, μὴ πάσης αὐτοῦ τῆς συγγενείας τὸ δάκρυον, μὴ μητρὸς αὐτοῦ γηραιᾶς καὶ ἐπὶ μόνῃ τῇ παρʼ αὐτοῦ θεραπείᾳ σαλευούσης τὴν θλίψιν εἰς καρδίαν λαβών· πάντων ὁμοῦ τοιούτων ὄντων καὶ τοσούτων ἀλογήσας, ἑνὸς ἐγενόμην, τοῦ τὴν ὑμετέραν ἐκκλησίαν κατακοσμῆσαι2 μὲν τῇ τοῦ τηλικούτου ἀνδρὸς προστασίᾳ, βοηθῆσαι δὲ αὐτῇ ἐκ τῆς χρονίας ἀπροστασίας εἰς γόνυ λοιπὸν κλιθείσῃ, καὶ πολλῆς καὶ δυνατῆς χειραγωγίας εἰς τὸ διαναστῆναι δεομένῃ. Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα. τὰ δὲ παρʼ ὑμῶν ἀπαιτοῦμεν λοιπὸν μὴ ἐλάττονα φανῆναι τῆς ἡμετέρας ἐλπίδος καὶ τῶν ὑποσχέσεων ἃς πεποιήμεθα τῷ ἀνδρί, ὅτι πρὸς οἰκείους καὶ φίλους αὐτὸν ἐξεπέμψαμεν, ἑκάστου ὑμῶν ὑπερβαλέσθαι τὸν ἕτερον ἐν τῇ περὶ τὸν ἄνδρα σπουδῇ καὶ ἀγάπῃ προθυμουμένου. ὅπως οὖν ἐπιδείξησθε τὴν καλὴν ταύτην φιλοτιμίαν, καὶ τῷ ὑπερβάλλοντι τῆς θεραπείας παρακαλέσητε αὐτοῦ τὴν καρδίαν, ὥστε λήθην μὲν αὐτῷ ἐγγενέσθαι πατρίδος, λήθην δὲ συγγενῶν, λήθην δὲ λαοῦ τοσοῦτον ἐξηρτημένου τῆς προστασίας αὐτοῦ ὅσον παιδίον νεαρὸν τῆς μητρῴας θηλῆς. Προαπεστείλαμεν δὲ Νικίαν, ὥστε τὰ γενόμενα φανερὰ καταστῆσαι τῇ τιμιότητι ὑμῶν, καὶ προλαβόντας ὑμᾶς ἑορτάζειν καὶ εὐχαριστεῖν τῷ Κυρίῳ τῷ δι’ ἡμῶν καταξιώσαντι τὴν εὐχὴν ὑμῶν ἐκπληρωθῆναι.
致萨塔拉市民 为你们个人的恳求以及全体民众的愿望所动,我承担起了照顾你们教会的重任,并在主面前向你们许诺,凡在我力所能及之内的事,绝不遗漏分毫。因此,正如经上所记,我不得不仿佛触动了我自己的眼中瞳仁。我对你们崇高荣誉的极大重视,使得在你们所求之事面前,没有任何事能进入我的记忆——既非亲属关系,亦非我自幼与此人建立的亲密交情。相反,我忘却了自己与他之间一切私下的亲密因由,不计较那被剥夺了他庇护的民众将对我发出的无数叹息,不顾及他全家族人的眼泪,亦未将他那位仅依凭他的照料而维系生计的年迈母亲的哀痛放在心上;我将如此重大且繁多的诸般情由一概置之度外,只倾心于一件事:以如此伟大之人的治理来装点你们的教会,并援助这因长期缺乏牧者而已然屈膝下跪、亟需有力扶持方能重新站立的教会。 我们的作为便是如此。至于你们这方面,我们如今要求你们表现出不亚于我们的期望以及我们向那人所作的许诺——即我们是将他派往至亲与友人之中——使你们每个人都力争在对他的热忱与爱意上胜过他人。因此,愿你们展现出这种崇高的进取之心,以过度的体贴来抚慰他的心,使他能够忘却故土,忘却亲属,并忘却那如同初生婴孩依恋母乳一般依恋他庇护的民众。 我们已预先派遣了尼基阿斯,以便将所成之事向你们的尊严陈明,好让你们预先得知而庆祝,并向那位借由我们使你们的祈愿得以成就的主献上感恩。
Σαταλεῦσιν Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦ τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ὑμῖν τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰς τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.
致萨塔拉人 主已使祂子民的恳求化为现实,并借着我们的微薄之力,赐给了他们一位名副其实的牧人;他并不像许多人那样把神的道当作商品贩卖,而是因着那以属灵恩赐充满他的主的名,能够极大地取悦你们这些热爱宣讲的纯正性并领受了遵行主诫命的生活之人。
Μοδέστῳ ὑπάρχῳ Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φερόντων τοῖς αἰσθανομένοις· διότι αἱ πρὸς τοὺς παμπληθὲς τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμένοις περιφάνειαν προξενοῦσιν. ἐμοὶ δʼ ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἡ ἔντευξις, ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι, καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδη κλιθείσῃ. ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομέν σε τὸ πρᾶγμα τοιοῦτον. Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσβυτέρους καὶ διακόνους, ὁ παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν. οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα, ἀπεγράψαντο, πλὴν εἰ μὴ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. δεόμεθα οὖν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἀφεθῆναι, παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφύλαττον, καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας· καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν3 (οὕτω γὰρ εἰς τοὺς διαδόχους ἡ χάρις μεταβήσεται, οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναι), ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι. Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει, καὶ τῷ βασιλικῷ οἴκῳ πολλοὺς τοὺς ὑπερευχομένους παρασκευάσει, καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων· ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐλευθερίας ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ.
致长官莫德斯托 单是致信给如此伟大的人物,即使没有其他缘由,在有识之士看来也是通向尊荣的至高之事;因为与那些远超众人的杰出者交往,会给蒙受恩遇之人带来极大的光彩。而对于为整个故土深感忧虑的我而言,向您的宏大心胸发出申诉乃是迫切之举;我恳求您温和地、按着您一贯的品性包容这申诉,并向我们那已然屈膝濒危的故土伸出援手。我们向您恳求的事情如下: 从前的户口调查使我们侍奉神的圣职人员——长老和执事们——免除了赋税。但现在的登记官员却声称未曾从您卓越的权柄那里接到命令,因而将他们登入税册,除非某些人因年龄而已享有豁免。因此我们恳求将此恩惠赐予我们,作为您善举的纪念,使世世代代都留存对您的美好记忆,并恳求按照古代的赋税法规使供职圣职者获得免除;且这种豁免不要落实于当前在职的特定个人名下(因为这样一来,恩惠便会转归其继任者,而这些人却并不必然配得上圣职),而是应当按照免税户籍登记中的范例,对教士阶层实行某种普遍的豁免,从而由管理教会的人将免税权分配给各时期实际履行职任的人。 这些举措不仅将为您卓越的品格保留因善行带来的不朽荣耀,为皇室增添许多代祷者,而且也将给国库本身带来极大的益处,因为我们决非无原则地将免税带来的纾解提供给圣职人员,而是给予那些始终辛劳困顿之人;而这正是我们在免税辖区内一贯的作为,正如凡有心了解者皆可查明的那样。
- 102οἷον τῆς κόρης τοῦ ἐμοῦ ὀφθαλμοῦ ἅψασθαι
副词 οἷον 意为“仿佛/宛如”,用以引出比喻。化用了圣经语汇(如申命记32:10、诗篇17:8等中“如同保护眼中的瞳仁”),以触动自己眼中的瞳仁比喻割舍自己最挚爱、最珍贵之人(即被派遣为主教的亲友)这一痛苦决断。
- 102ἑνὸς ἐγενόμην, τοῦ τὴν ὑμετέραν ἐκκλησίαν κατακοσμῆσαι
动词 γίγνεσθαι 与所有格(ἑνός,中性单数)搭配,表示“归属于某事/专心致志于某事”。该单一目标的内容由同位修饰的带冠词不定式短语 τοῦ ... κατακοσμῆσαι ... βοηθῆσαι 具体展开。
- 104μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν
短语 εἰς πρόσωπον 意为“以个人名义/针对特定人位”。被动分词 καταλαμβανομένων 指当前在职者。巴西尔反对将免税特权绑定在具体现职人员个人身上(否则特权将随人移转至其继承人,引发世袭或不称职之弊),主张按照体制规则对圣职本身实行整体性豁免(κοινήν τινα συγχώρησιν κληρικῶν)。
