- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:9.14-9.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者劝诫应当克制肉体情欲、蔑视财富,引用梭伦、塞奥格尼斯与苏格拉底等人的言论,告诫青年切勿随波逐流以博取虚名或阿谀奉承,而当依循正道与真理。
πᾶν μὲν οὖν τοὐναντίον κολάζειν αὐτὸ καὶ κατέχειν ὥσπερ θηρίου τὰς ὁρμὰς προσῆκε, καὶ τοὺς ἀπ’ αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ, οἱονεὶ μάστιγι, τῷ λογισμῷ καθικνουμένους1 κοιμίζειν, ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾶν τὸν νοῦν, ὥσπερ ἡνίοχον, ὑπὸ δυσηνίων ἵππων ὕβρει φερομένων παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ μάλα κατασαρκοῦντα, οὕτως ἔφη· Οὐ παύσῃ χαλεπώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον;
正相反,理当惩戒肉体并遏制其冲动,犹如约束野兽一般;当以理性如挥皮鞭般击打,平息肉体在灵魂中引起的骚乱,而绝不可放松一切享乐的缰绳,坐视心灵如同驾车之人一般,被放肆狂奔的劣马拖拽前行。亦当牢记毕达哥拉斯,他在察觉同伴中有人以体操和饮食将自己养得过度肥硕时,便如此说道:“难道你还不停止为自己营造更严酷的牢狱吗?”
διὸ δὴ καὶ Πλάτωνά φασι τὴν ἐκ σώματος βλάβην προειδόμενον, τὸ νοσῶδες χωρίον τῆς Ἀττικῆς τὴν Ἀκαδημίαν καταλαβεῖν ἐξεπίτηδες, ἵνα τὴν ἄγαν εὐπάθειαν τοῦ σώματος, οἷον ἀμπέλου τὴν εἰς τὰ περιττὰ φοράν, περικόπτοι. ἐγὼ δὲ καὶ σφαλερὰν εἶναι τὴν ἐπ’ ἄκρον εὐεξίαν ἰατρῶν ἤκουσα.
正因如此,据说柏拉图亦预见到了来自肉体的危害,特意占用了阿提卡那处多病的土地——阿卡德米,以便修剪肉体过盛的生机,犹如修剪葡萄藤向多余枝叶蔓延的生长势头一般。而我自己亦曾听医者言,极度的强健体魄实属危险。
Ὅτε τοίνυν ἡ ἄγαν αὕτη τοῦ σώματος ἐπιμέλεια, αὐτῷ τε ἀλυσιτελὴς τῷ σώματι καὶ πρὸς τὴν ψυχὴν ἐμπόδιόν ἐστι, τό γε ὑποπεπτωκέναι τούτῳ καὶ θεραπεύειν, μανία σαφής.
既然对肉体的这般过分照料,于肉体自身毫无裨益,对灵魂又是阻碍,那么屈从并侍奉于它,纯属疯狂。
ἀλλὰ μὴν εἰ τούτου γε ὑπερορᾶν μελετήσαιμεν, σχολῇ γ’ ἂν2 ἄλλο τι τῶν ἀνθρωπίνων θαυμάσαιμεν. τί γὰρ ἔτι χρησόμεθα πλούτῳ, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες; ἐγὼ μὲν οὐχ ὁρῶ, πλὴν εἰ μή, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέροι θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν.
然而,我们若能操练轻蔑肉体,便很难再去赞叹人类的任何其他事物。当我们蔑视借由肉体而来的快乐时,还要财富作甚?我实在看不出来——除非如同神话中的恶龙那般,看守埋藏的宝藏能带来某种快乐。
ὅ γε μὴν ἐλευθερίως πρὸς τὰ τοιαῦτα διακεῖσθαι πεπαιδευμένος, πολλοῦ ἂν δέοι ταπεινόν τι καὶ αἰσχρὸν ἔργῳ ἢ λόγῳ ποτὲ προελέσθαι. τὸ γὰρ τῆς χρείας περιττότερον, κἂν Λύδιον ᾖ ψῆγμα, κἂν τῶν μυρμήκων ἔργον τῶν χρυσοφόρων, τοσούτῳ πλέον ἀτιμάσει, ὅσῳπερ ἂν ἧττον προσδέηται· αὐτὴν δὲ δήπου τὴν χρείαν τοῖς τῆς φύσεως ἀναγκαίοις, ἀλλ’ οὐ ταῖς ἡδοναῖς ὁριεῖται.
凡受过教养、对此类事物具有自由人之超脱心性者,绝不可能在言行中选择任何卑劣可耻之事。凡超出实际所需之物,哪怕是吕底亚的砂金,哪怕是背金蚁的劳作成果,他所需要的越少,便会越加轻视;而他无疑将依照自然的必需、而非依照享乐来界定需要本身。
ὡς οἵ γε τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερομένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδαμοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ’ ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι· "Πλούτου δ’ οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται."
因为那些越出必需界限的人,犹如沿着陡坡滚落之辈,没有坚实之物可供驻足停歇,在其向前的狂冲中绝不会停步;相反,他们额外据有的越多,为了满足欲望所需的便等同甚至更多,正如厄克塞刻斯提得斯之子梭伦所言: “财富对世人而言,未见有既定的界限。”
τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον λέγοντι· "Οὐκ ἔραμαι πλουτεῖν οὔτ’ εὔχομαι, ἀλλά μοι εἴη Ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν." Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν· ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι.
对此我们当以塞奥格尼斯为师,他说道: “我既不渴望发财,亦不为此祈求;但愿我能依凭微薄资财而生活,不遭任何灾殃。” 我亦赞赏狄奥根尼对一切人类事务一概轻蔑的态度;他甚至断言自己比波斯大王更富有,因其在生活中所需之物少于大王。
ἡμῖν δὲ ἄρα εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκημάτων ἐσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει. ἀλλ̓, οἶμαι, προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος μὴ τῷ κεκτῆσθαι μᾶλλον φρονεῖν, ἢ τῷ εἰδέναι αὐτὸν εὖ διατίθεσθαι. τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει·
而我们若是没有密细亚人皮修斯的银财、没有如此这般的土地顷亩、没有不可胜数的牲畜群落,便仿佛一切都不足以满足。然而我认为,理当在财富匮乏时不生渴望,在财富拥有时亦不可因占有它而自傲,而宁可因通晓如何善用它而自豪。苏格拉底之言诚然在理:
ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν οὐ πρότερον αὐτὸν θαυμάσειν ἔφη, πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τούτοις ἐπίσταται, πειραθῆναι.3
当一个富翁因钱财而趾高气扬时,他曾说,在验证得知这人亦懂得如何使用这些财物之前,自己绝不会赞赏他。
ἢ Φειδίας μὲν καὶ Πολύκλειτος, εἰ τῷ χρυσίῳ μέγα ἐφρόνουν καὶ τῷ ἐλέφαντι, ὧν ὁ μὲν Ἠλείοις τὸν Δία, ὁ δὲ τὴν Ἥραν Ἀργείοις ἐποιησάτην, καταγελάστω ἂν ἤστην ἀλλοτρίῳ πλούτῳ καλλωπιζόμενοι, ἀφέντες τὴν τέχνην, ὑφ’ ἧς καὶ ὁ χρυσὸς ἡδίων καὶ τιμιώτερος ἀπεδείχθη· ἡμεῖς δὲ τὴν ἀνθρωπείαν ἀρετὴν οὐκ ἐξαρκεῖν ἑαυτῇ πρὸς κόσμον ὑπολαμβάνοντες, ἐλάττονος αἰσχύνης ἄξια ποιεῖν οἰόμεθα;
倘若菲迪亚斯与波里克利托斯因黄金与象牙而狂妄自满——他们一人为厄利斯人造了宙斯像,另一人为阿耳戈斯人造了赫拉像——抛弃了那使黄金显现得更加悦目与珍贵的技艺,反而以他人的财富装点自身,岂非可笑至极?而我们认定人类的德性自身不足以作为装饰,难道自以为所作所为配受更少的羞辱吗?
Ἀλλὰ δῆτα πλούτου μὲν ὑπεροψόμεθα καὶ τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς ἀτιμάσομεν, κολακείας δὲ καὶ θωπείας διωξόμεθα, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλώσομεν;
难道我们真的要蔑视财富并轻蔑感官的享乐,却去追求阿谀与谄媚,欣羡阿尔基洛科斯笔下狐狸那唯利是图与机巧百变的性情吗?
ἀλλ’ οὐκ ἔστιν ὃ μᾶλλον φευκτέον τῷ σωφρονοῦντι, τοῦ πρὸς δόξαν ζῆν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε, κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν.
但对于明智节制之人而言,没有任何事情比为了名声而活、环顾大众所认可之物、不以正确理性作为生活向导更为当避忌的了;以至于即便不得不反驳所有人,即便不得不为了美善之事蒙受恶名与危险,亦绝不可选择动摇任何已被正确断定之事。
ἢ τὸν μὴ οὕτως ἔχοντα τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγίγνετο καὶ θηρίον, ὁπότε βούλοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα, εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ τοῖς τοῦτο τιμῶσι, νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λόγους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκης ἐστὶ κολάκων;4 καὶ ὥσπερ φασὶ τὸν πολύποδα τὴν χρόαν πρὸς τὴν ὑποκειμένην γῆν, οὕτως αὐτὸς τὴν διάνοιαν πρὸς τὰς τῶν συνόντων γνώμας μεταβαλεῖται.
否则,对于不持这种操守之人,我们能说他与那位只要愿意便能化身植物与野兽、化为水火与万物的埃及术士有何区别呢?因为他本人确实也会一时在崇尚正义的人面前赞美正义,一时又在察觉不正义受人青睐时大发相反言论——这正是谄媚之徒的做派;正如人们所说章鱼随下方的地面变换体色一般,他自己亦随同伴的看法而改变心智。
- 9.14καθικνουμένους
阳性宾格复数分词,与不定式 κοιμίζειν 未明言的逻辑主语(即 ἡμᾶς,我们/泛指之人)保持一致,而非修饰前面的直接宾语 θορύβους。表示施动者“以理性如挥皮鞭般击打以使其平息”。
- 9.17σχολῇ γ’ ἂν
与格副词 σχολῇ 在此作习惯用法,表示“绝不、很难(hardly, scarcely)”,与 ἄν 及潜势希求法(θαυμάσαιμεν)连用,表达“我们很难再去赞赏人类的任何其他事物”之意。
- 9.22πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τούτοις ἐπίσταται, πειραθῆναι
πρίν 结构中的不定式 πειραθῆναι 为异态动词(πειράομαι 的不定过去时不定式,意为“通过检验得知、亲身证实”),其逻辑主语为苏格拉底(ὅς);ὅτι 引导的名词从句(“他亦懂得使用这些财物”)充当其宾语从句。
- 9.27ὅπερ δίκης ἐστὶ κολάκων
δίκης ἐστί 支配属格 κολάκων,属于表属性的表语属格惯用句型,意为“……乃是谄媚者的习性/派头”。
