- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:10.1-10.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者劝诫青年将从外邦学问中汲取的德性雏形作为永恒生命的行囊,并告诫他们当选择至善之生活,切莫如同拒绝医治的绝症患者般拒绝忠告,以此结束全篇。
Ἀλλὰ ταῦτα μέν που κἀν τοῖς ἡμετέροις λόγοις τελειότερον μαθησόμεθα· ὅσον δὲ σκιαγραφίαν τινὰ τῆς ἀρετῆς, τό γε νῦν εἶναι,1 ἐκ τῶν ἔξωθεν παιδευμάτων περιγραψώμεθα. τοῖς γὰρ ἐπιμελῶς ἐξ ἑκάστου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν αἱ προσθῆκαι πεφύκασι.
然而,这些事我们在自己的教诲中想必会领会得更加完全;但眼下且让我们从异教的学问中,描摹出德性的大致轮廓。因为对于那些勤勉地从各处聚拢益处的人而言,正如大江大河一般,注定会有许多补充从四面八方汇聚而来。
τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην, ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ ποιητῇ προσῆκεν.2
因为“少上加少地积聚”这一道理,诗人(赫西俄德)完全有理由认为,它不仅适用于金钱的增积,同样妥当地适用于任何知识。
ὁ μὲν οὖν Βίας τῷ υἱεῖ πρὸς Αἰγυπτίους ἀπαίροντι καὶ πυνθανομένῳ τί ἂν ποιῶν αὐτῷ μάλιστα κεχαρισμένα πράττοι· Ἐφόδιον, ἔφη, πρὸς γῆρας κτησάμενος, τὴν ἀρετὴν δὴ τὸ ἐφόδιον λέγων, μικροῖς ὅροις αὐτὴν περιγράφων, ὅς γε ἀνθρωπίνῳ βίῳ τὴν ἀπ’ αὐτῆς ὠφέλειαν ὡρίζετο. ἐγὼ δέ, κἂν τὸ Τιθωνοῦ τις γῆρας, κἂν τὸ Ἀργανθωνίου λέγῃ, κἂν τὸ τοῦ μακροβιωτάτου παρ’ ἡμῖν Μαθουσάλα, ὃς χίλια ἔτη, τριάκοντα δεόντων, βιῶναι λέγεται, κἂν σύμπαντα τὸν ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι, χρόνον ἀναμετρῇ, ὡς ἐπὶ παίδων διανοίας γελάσομαι, εἰς τὸν μακρὸν ἀποσκοπῶν καὶ ἀγήρω αἰῶνα, οὗ πέρας οὐδέν ἐστι τῇ ἐπινοίᾳ λαβεῖν, οὐ μᾶλλόν γε ἢ τελευτὴν ὑποθέσθαι τῆς ἀθανάτου ψυχῆς.
古时比阿斯在儿子动身前往埃及、询问做何事最能取悦父亲时,说道:“获取通往老年的行囊”——他指的行囊正是德性,却将其圈定在狭小的界限内,因为他仅以人类的今生来界定其益处。而我以为,哪怕有人提及提托诺斯的长寿,抑或阿尔甘托尼奥斯的长寿,抑或我们当中寿命最长的玛土撒拉(据说活了整整一千岁差三十年),甚至哪怕有人数清人类产生以来的全部岁月,我也只会将其视作孩童的心思而付之一笑,因我是在凝望那漫长而不老的长存,在思想中无法捕捉其终点,正如无法为不灭的灵魂假定终结一样。
πρὸς ὅνπερ κτᾶσθαι παραινέσαιμ’ ἂν τὰ ἐφόδια, πάντα λίθον κατὰ τὴν παροιμίαν κινοῦντας, ὅθεν ἂν μέλλῃ τις ὑμῖν ἐπ’ αὐτὸν ὠφέλεια γενήσεσθαι. μηδ’ ὅτι χαλεπὰ ταῦτα καὶ πόνου δεόμενα, διὰ τοῦτ’ ἀποκνήσωμεν· ἀλλ’ ἀναμνησθέντας τοῦ παραινέσαντος, ὅτι δέοι βίον μὲν ἄριστον αὐτὸν ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾶν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις.
我正要劝勉你们为这永恒备办行囊,如谚语所说“翻动每一块石头”(竭尽所能),只要何处能为你们带来通往那里的益处便不放过。切莫因这些事艰难且需要辛劳便裹足不前;相反,当记起那位劝诫者的言语——每人应当自己选择最好的生活,并指望它通过习惯而变得甘美——去着手从事最善之事。
αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους, ὕστερόν ποτ’ ἀνακαλεῖσθαι τὸ παρελθόν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις.
因为丧失当下的时机,日后当痛悔已毫无用处之时再去试图唤回过去,乃是可耻的。
Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἴρηκα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. ὑμεῖς δέ, τριῶν ἀρρωστημάτων ὄντων, μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῇ τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε.
那么,凡我认为最善之事,一部分如今已讲明,另一部分我将在你们终生之中加以建言。而你们,在面对三种疾患之时,切不可显出与不可救药者相似,亦莫要显明你们心智的病态与那些肉体罹难之人相似。
οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀρρωστημάτων, ἐφ’ ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δ’ εἰς ἀνήκεστον παντελῶς μελαγχολίας παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται. ὃ μὴ πάθητε τῶν νῦν ὑμεῖς,3 τοὺς ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες.
因为患微恙之人,自己会前去寻医;遭较重病痛侵袭之人,会将施治者召至身边;而完全陷入无药可救之癫狂的人,甚至连走近之人也不予接纳。愿你们在当今之人中切莫因逃避那些正确的理路而落入这般境地。
- 10.1τό γε νῦν εἶναι
绝对不定式结构(absolute infinitive),充当修饰整句的副词性短语,意为“就目前而言”或“眼下且”。它与限定小词 γε 连用,与后文即将展开的基督信仰教导(τοῖς ἡμετέροις λόγοις)形成对比,限定当前的初步学习范围。
- 10.2οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην, ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ ποιητῇ προσῆκεν
句首带有冠词的不定式短语 τὸ ... κατατίθεσθαι(少上加少地积聚)是 ἔχειν 的宾格主语(受 ἡγεῖσθαι 统摄的宾格加不定式结构)。非人称动词 προσῆκεν 支配与格 τῷ ποιητῇ,并统摄不定式 ὀρθῶς ἡγεῖσθαι ἔχειν。在其内部,ἔχειν 作不及物用法,与介词短语 εἰς ... 搭配,意为“适用于/妥当”(ὀρθῶς ἔχειν εἰς ... “对……是完全适用的”)。因此全句结构为:“诗人认为这一道理不仅适用于金钱的增积,同样适用于任何知识,乃是恰当的”。
- 10.8ὃ μὴ πάθητε τῶν νῦν ὑμεῖς
关系代名词 ὃ 指代前文提到的第三种病患的处境(陷入不可救药的癫狂、连走近的人都加以排斥),在此充当 πάθητε 的同源/内制宾语。μὴ πάθητε 为不定过去时虚拟语气的禁止用法(“切莫遭受/落入”)。τῶν νῦν 是部分属格或所属属格,修饰代词 ὑμεῖς,意为“在当今之人当中”或“在现今的境况中”。
