← 该撒利亚的巴西流

致青年人:论如何从希腊文学中获益

§9.1-9.13

克制肉体享乐与专心照料灵魂

作者告诫应当弃绝肉体的享乐、虚荣的修饰与败坏的音乐,专心致志于灵魂的照料,并指出肉体唯有作为服务于灵魂与哲学的工具时才应受到适度维系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

Τί οὖν ποιῶμεν; φαίη τις ἄν. τί ἄλλο γε ἢ τῆς ψυχῆς ἐπιμέλειαν ἔχειν, πᾶσαν σχολὴν ἀπὸ τῶν ἄλλων ἄγοντας;

“那么我们应当做什么呢?”或许有人会问。除了从其余一切事务中彻底脱身、全心关照灵魂之外,还能有什么呢?

§9.2

οὐ δὴ οὖν τῷ σώματι δουλευτέον, ὅτι μὴ πᾶσα ἀνάγκη·1 ἀλλὰ τῇ ψυχῇ τὰ βέλτιστα ποριστέον, ὥσπερ ἐκ δεσμωτηρίου, τῆς πρὸς τὰ τοῦ σώματος πάθη κοινωνίας αὐτὴν διὰ φιλοσοφίας λύοντας, ἅμα δὲ καὶ τὸ σῶμα τῶν παθῶν κρεῖττον ἀπεργαζομένους, γαστρὶ μέν γε τὰ ἀναγκαῖα ὑπηρετοῦντας, οὐχὶ τὰ ἥδιστα, ὡς οἵ γε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλασσαν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες, ἐλεεινοὶ τῆς ἀσχολίας,2 τῶν ἐν ᾄδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀντλοῦντες πίθον, οὐδὲν πέρας τῶν πόνων ἔχοντες. κουρὰς δὲ καὶ ἀμπεχόνας ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, ἢ δυστυχούντων ἐστί, κατὰ τὸν Διογένους λόγον, ἢ ἀδικούντων. ὥστε καλλωπιστὴν εἶναι καὶ ὀνομάζεσθαι ὁμοίως αἰσχρὸν ἡγεῖσθαί φημι δεῖν τοὺς τοιούτους, ὡς τὸ ἑταιρεῖν ἢ ἀλλοτρίοις γάμοις ἐπιβουλεύειν.

因此,除非出于绝对的必然性,否则我们绝不当沦为肉体的奴隶;相反,应当为灵魂筹备最美好的事物,借由哲学将其从与肉体情欲的交往中解脱出来,犹如脱出牢狱一般;同时亦使肉体超越情欲,对肚腹仅供给生活之必需,而非极口腹之欲——绝不可像那些苦思冥想于宴席总管和厨师之辈,搜遍四海陆地,如同向某位严苛的主人进贡一般,其终日奔波劳碌实属可怜,所受之苦绝不比冥府中受刑者稍易忍受,全然是在向火中梳理羊毛、用筛子运水、向漏瓮中注水一般,其辛劳永无止境。此外,在必需之外过度讲究发式与衣着,按照狄奥根尼的说法,若非不幸者所为,便是作恶者之行径。因此我断言,此类人应当认为,做一个修饰打扮之徒并以此闻名,乃是与卖淫或图谋他人婚姻同等可耻之事。

§9.4

τί γὰρ ἂν διαφέροι τῷ γε νοῦν ἔχοντι, ξυστίδα ἀναβεβλῆσθαι ἤ τι τῶν φαύλων ἱμάτιον φέρειν, ἕως ἂν μηδὲν ἐνδέῃ τοῦ πρὸς χειμῶνά τε εἶναι καὶ θάλπος ἀλεξητήριον;

因为对于有见识的人来说,只要在抵御寒冬与酷暑上毫无欠缺,披着华丽的贵重长袍还是穿着粗劣的斗篷,究竟能有什么区别呢?

§9.5

καὶ τἄλλα δὴ τὸν αὐτὸν τρόπον μὴ περιττότερον τῆς χρείας κατεσκευάσθαι, μηδὲ περιέπειν τὸ σῶμα πλέον ἢ ὡς ἄμεινον τῇ ψυχῇ. οὐχ ἧττον γὰρ ὄνειδος ἀνδρὶ τῷ γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίῳ, καλλωπιστὴν καὶ φιλοσώματον εἶναι, ἢ πρὸς ἄλλο τι τῶν παθῶν ἀγεννῶς διακεῖσθαι.

其他诸事亦当以同样方式处理,绝不可布置得超出实际所需,亦不可照料肉体超过对灵魂有益的限度。因为对于真正配得上这一称号的男子而言,做一个打扮修饰之徒和肉体贪恋者,绝不亚于卑劣地顺从其他任何情欲那般令人蒙羞。

§9.6

τὸ γὰρ τὴν πᾶσαν σπουδὴν εἰσφέρεσθαι, ὅπως ὡς κάλλιστα αὐτῷ τὸ σῶμα ἕξοι, οὐ διαγινώσκοντός ἐστιν ἑαυτόν, οὐδὲ συνιέντος τοῦ σοφοῦ παραγγέλματος, ὅτι οὐ τὸ ὁρώμενόν ἐστιν ὁ ἄνθρωπος· ἀλλά τινος δεῖται περιττοτέρας σοφίας, δι’ ἧς ἕκαστος ἡμῶν, ὅστις ποτέ ἐστιν, ἑαυτὸν ἐπιγνώσεται. τοῦτο δὲ μὴ καθηραμένοις τὸν νοῦν ἀδυνατώτερον ἢ λημῶντι πρὸς τὸν ἥλιον ἀναβλέψαι.

因为全力以赴只为使肉体处于至美状态,实属不辨自身之人的作为,亦表明其不曾领会那睿智的训诫——即肉眼所见之物并非真正的人本身;相反,我们需要某种更高的智慧,通过它我们每个人无论究竟为何,方能认识自己。但这对于心灵尚未涤除污垢者而言,比起患有眼疾者仰视太阳更为不可能。

§9.7

Κάθαρσις δὲ ψυχῆς, ὡς ἀθρόως τε εἰπεῖν καὶ ὑμῖν ἱκανῶς, τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς ἀτιμάζειν, μὴ ὀφθαλμοὺς ἑστιᾶν ταῖς ἀτόποις τῶν θαυματοποιῶν ἐπιδείξεσιν ἢ σωμάτων θέαις ἡδονῆς κέντρον ἐναφιέντων, μὴ διὰ τῶν ὤτων διεφθαρμένην μελῳδίαν τῶν ψυχῶν καταχεῖν.

而灵魂的净化——概括地且就适宜于你们的程度而言——乃是轻蔑感官所带来的快乐:不要用魔术师古怪的杂耍、或注入快乐之刺的肉体景观来盛宴双目;不要通过耳朵将败坏的曲调灌注进灵魂之中。

§9.8

ἀνελευθερίας γὰρ δὴ καὶ ταπεινότητος ἔκγονα πάθη ἐκ τοῦ τοιοῦδε τῆς μουσικῆς εἴδους ἐγγίνεσθαι πέφυκεν. ἀλλὰ τὴν ἑτέραν μεταδιωκτέον ἡμῖν, τὴν ἀμείνω τε καὶ εἰς ἄμεινον φέρουσαν ᾗ καὶ Δαβὶδ χρώμενος ὁ ποιητὴς τῶν ἱερῶν ᾀσμάτων, ἐκ τῆς μανίας, ὥς φασι, τὸν βασιλέα καθίστη.

因为出自卑贱与下劣的激情,正自然而然地由此类音乐中滋生。相反,我们应当追求另一种音乐,即更优良且导向更佳境地的音乐——圣歌诗人大卫当年正是运用这种音乐,如传闻所言,使国王从狂乱中恢复理智。

§9.9

λέγεται δὲ καὶ Πυθαγόραν κωμασταῖς περιτυχόντα μεθύουσι κελεῦσαι τὸν αὐλητὴν τὸν τοῦ κώμου κατάρχοντα, μεταβαλόντα τὴν ἁρμονίαν, ἐπαυλῆσαί σφισι τὸ Δώριον, τοὺς δὲ οὕτως ἀναφρονῆσαι ὑπὸ τοῦ μέλους, ὥστε τοὺς στεφάνους ῥίψαντας, αἰσχυνομένους ἐπανελθεῖν.

据说毕达哥拉斯偶遇沉湎于醉酒的狂欢者时,亦曾吩咐那领头喧闹的笛手变换调式,为他们吹奏多利亚调式,而那些人竟被那曲调感化得神智清醒,以致丢弃花冠、满怀羞愧地返回家中。

§9.10

ἕτεροι δὲ πρὸς αὐλὸν κορυβαντιῶσι καὶ ἐκβακχεύονται· τοσοῦτόν ἐστι τὸ διάφορον ὑγιοῦς ἢ μοχθηρᾶς μελῳδίας ἀναπλησθῆναι. ὥστε, τῆς νῦν δὴ κρατούσης ταύτης, ἧττον ὑμῖν μεθεκτέον, ἢ οὑτινοσοῦν τῶν αἰσχίστων.

然而另有一些人听闻笛声则陷入科律班特斯的狂乱与巴克科斯式的迷狂:沉浸于健全的曲调还是邪恶的曲调之间,其差别竟是如此巨大。因此,对于如今风靡流行的这一类音乐,你们应当比远离任何最可耻之事更加严格地避之不及。

§9.11

ἀτμούς γε μὴν παντοδαποὺς ἡδονὴν ὀσφρήσει φέροντας τῷ ἀέρι καταμιγνύναι, ἢ μύροις ἑαυτοὺς ἀναχρώννυσθαι, καὶ ἀπαγορεύειν αἰσχύνομαι. τί δ’ ἄν τις εἴποι περὶ τοῦ μὴ χρῆναι τὰς ἐν ἁφῇ καὶ γεύσει διώκειν ἡδονάς, ἢ ὅτι καταναγκάζουσιν αὗται τοὺς περὶ τὴν ἑαυτῶν θήραν ἐσχολακότας, ὥσπερ τὰ θρέμματα, πρὸς τὴν γαστέρα καὶ τὰ ὑπ’ αὐτὴν συννενευκότας ζῆν;

至于向空气中散发各种带来嗅觉快感的香气,或是用香膏涂抹自身,我甚至以出言禁诫为耻。关于不应追逐触觉与味觉之快感,人们除了说这些快感迫使那些专心猎取它们的人如同牲畜一般、低首屈身向着肚腹及其下部而苟活之外,还能说些什么呢?

§9.12

Ἑνὶ δὲ λόγῳ, παντὸς ὑπεροπτέον τοῦ σώματος τῷ μή, ὡς ἐν βορβόρῳ, ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι μέλλοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ, ὅσον, φησὶ Πλάτων, ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένου,3 ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς παραινεῖ μηδεμίαν χρῆναι τοῦ σώματος πρόνοιαν ἔχειν εἰς ἐπιθυμιῶν ἀφορμήν.

简而言之,凡不愿如陷泥淖般被埋葬于肉体快乐之中的人,必须蔑视整个肉体;抑或如柏拉图所言,唯有在为哲学谋得仆从之用具的限度内,方可保有肉体——他的话无疑与保罗十分相似,后者劝诫不可为肉体安排以作私欲之契机。

§9.13

ἢ τί διαφέρουσιν οἳ τοῦ μὲν σώματος ὡς ἂν κάλλιστα ἔχοι φροντίζουσι, τὴν δὲ χρησομένην αὐτῷ ψυχὴν ὡς οὐδενὸς ἀξίαν περιορῶσι, τῶν περὶ τὰ ὄργανα σπουδαζόντων, τῆς δὲ δι’ αὐτῶν ἐνεργούσης τέχνης καταμελούντων;

否则,那些只顾肉体如何达到极致状态、却将使用肉体的灵魂视若无物而加以忽视的人,与那些醉心于器具却轻慢借器具以施展之技艺的人之间,究竟有何分别呢?

语法注3 条
  1. 9.2ὅτι μὴ πᾶσα ἀνάγκη

    短语 ὅτι μή 是类似于 εἰ μή 的习用表达,意为“除了……之外”或“除非”。此处省略了联系动词 ἐστί,以 πᾶσα ἀνάγκη(绝对的必然性)为主语,用来限定动形容词 δουλευτέον,意为“除非出于绝对的必然性(否则不应奴属于肉体)”。

  2. 9.2ἐλεεινοὶ τῆς ἀσχολίας

    主格复数形容词 ἐλεεινοί 作为修饰成分/谓语性补足语,指代前文中沉迷于盛宴之人(οἵ γε ... περινοοῦντες)。属格 τῆς ἀσχολίας 是接在表示情感的形容词后的原因属格(genitive of cause),意为“因其劳碌奔波而显得可怜”。

  3. 9.12ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένου

    阳性单数属格分词 κτωμένου 与前文的与格先行词(τῷ ... μέλλοντι)在格上并不一致。此处最好理解为省略了不定代词主语 τινός 的属格绝对构式(genitive absolute),意为“在一个人为哲学谋求役使器具的限度内”。亦可视为由 ὅσον 引出的带有暗含施事者的从属修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:9.1-9.13