← 该撒利亚的巴西流

致青年人:论如何从希腊文学中获益

§8.1-8.14

人生的明确目标与为永恒至善所受的磨砺

作者将没有目标的人生比作缺乏压舱物的船只,并援引竞技者与乐师为达目标而历经严苛修练的例证,告诫人们若要赢得永恒的至善奖赏,绝不可怠惰,而须勇于历经劳苦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἔλεγον, πάλιν εἰς ταὐτὸν ἐπανίωμεν. οὐ πάντα ἑξῆς παραδεκτέον ἡμῖν, ἀλλ’ ὅσα χρήσιμα. καὶ γὰρ αἰσχρὸν τῶν μὲν σιτίων τὰ βλαβερὰ διωθεῖσθαι, τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν τρέφει, μηδένα λόγον ἔχειν, ἀλλ’ ὥσπερ χειμάρρουν παρασύροντας ἅπαν τὸ προστυχὸν ἐμβάλλεσθαι.

然而,还是让我们重新回到我从一开始就谈论的那一点吧。我们绝不可顺次接纳一切,而只应接纳有益之物。因为,若对食物中之有害者极力排拒,却对自己灵魂所依凭以滋养的学问毫无辨别之心,反而如同山洪般将偶遇的一切席卷并全盘吸纳,那确实是可耻的。

§8.2

καίτοι τίνα ἔχει λόγον κυβερνήτην μὲν οὐκ εἰκῆ τοῖς πνεύμασιν ἐφιέναι, ἀλλὰ πρὸς ὅρμους εὐθύνειν τὸ σκάφος· καὶ τοξότην κατὰ σκοποῦ βάλλειν· καὶ μὲν δὴ καὶ χαλκευτικόν τινα ἢ τεκτονικὸν ὄντα τοῦ κατὰ τὴν τέχνην ἐφίεσθαι τέλους· ἡμᾶς δὲ καὶ τῶν τοιούτων δημιουργῶν ἀπολείπεσθαι, πρός γε τὸ συνορᾶν δύνασθαι τὰ ἡμέτερα;1

舵手尚且不随波逐流于风向、而是将舟船驶向锚地港湾;射手亦对准靶标而发;乃至身为铁匠或木匠者,也追求符合其技艺的终极目的;难道我们在看清自身事务的能力上,竟连这些工匠也不如,对此有何道理可言?

§8.3

οὐ γὰρ δὴ τῶν μὲν χειρωνακτῶν ἐστί τι πέρας τῆς ἐργασίας, τοῦ δὲ ἀνθρωπίνου βίου σκοπὸς οὐκ ἔστι, πρὸς ὃν ἀφορῶντα πάντα ποιεῖν καὶ λέγειν χρὴ τόν γε μὴ τοῖς ἀλόγοις παντάπασι προσεοικέναι μέλλοντα; ἢ οὕτως ἂν εἴημεν ἀτεχνῶς κατὰ τῶν πλοίων τὰ ἀνερμάτιστα,2 οὐδενὸς ἡμῖν νοῦ ἐπὶ τῶν τῆς ψυχῆς οἰάκων καθεζομένου, εἰκῆ κατὰ τὸν βίον ἄνω καὶ κάτω περιφερόμενοι.

难道操持手艺者尚有其劳作之某种止境,而人类的生活反倒没有目标——凡不愿彻底沦为与无理性的畜生同类之人,皆当瞩目于此目标而行事言谈?否则,我们将全然如同没有压舱物的船只,灵魂的舵盘上毫无理智坐镇,在人生的波浪中毫无目的地上下漂泊游荡。

§8.4

ἀλλ’ ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, εἰ δὲ βούλει, τῆς μουσικῆς· ἐκείνων εἰσὶ τῶν ἀγώνων αἱ μελέται, ὧνπερ οἱ στέφανοι πρόκεινται, καὶ οὐδείς γε πάλην ἀσκῶν ἢ παγκράτιον, εἶτα κιθαρίζειν ἢ αὐλεῖν μελετᾷ.

然而正如在田径竞技中,或者如果你愿意,在乐艺的竞赛中亦然:修练乃是针对那些已设立了冠冕的竞技项目而设的;绝无任何操练摔跤或角力的人,事后去练习弹奏竖琴或吹奏双簧管。

§8.5

οὔκουν ὁ Πολυδάμας γε· ἀλλ’ ἐκεῖνος πρὸ τοῦ ἀγῶνος τοῦ Ὀλυμπιάσι, τὰ ἅρματα ἵστη τρέχοντα, καὶ διὰ τούτων τὴν ἰσχὺν ἐκράτυνε. καὶ ὅ γε Μίλων ἀπὸ τῆς ἀληλειμμένης ἀσπίδος οὐκ ἐξωθεῖτο, ἀλλ’ ἀντεῖχεν ὠθούμενος, οὐχ ἧττον ἢ οἱ ἀνδριάντες οἱ τῷ μολύβδῳ συνδεδεμένοι.

波吕达玛斯断然不曾如此;相反,他在奥林匹亚的竞技之前,常常勒停奔跑中的战车,以此强化自己的膂力。而米隆在抹了油的盾牌上也绝不致被推下,任凭受人推搡依然坚立不倒,绝不下于用铅固定在地上的雕像。

§8.6

καὶ ἁπαξαπλῶς αἱ μελέται αὐτοῖς παρασκευαὶ τῶν ἄθλων ἦσαν. εἰ δὲ τὰ Μαρσύου ἢ τὰ Ὀλύμπου τῶν Φρυγῶν περιειργάζοντο κρούματα, καταλιπόντες τὴν κόνιν καὶ τὰ γυμνάσια, ταχύ γ’ ἂν στεφάνων ἢ δόξης ἔτυχον ἢ διέφυγον τὸ μὴ καταγέλαστοι εἶναι κατὰ τὸ σῶμα;3

简言之,他们的修练乃是对比赛的准备。设若他们抛弃竞技场中的沙土与体操训练,反而沉迷于弗里吉亚人马耳绪阿斯或奥林匹斯的乐曲,难道他们能迅速摘得冠冕或赢得荣耀,抑或能免于在体魄上沦为笑柄吗?

§8.7

ἀλλ’ οὐ μέντοι οὐδὲ ὁ Τιμόθεος τὴν μελῳδίαν ἀφεὶς ἐν ταῖς παλαίστραις διῆγεν· οὐ γὰρ ἂν τοσοῦτον ὑπῆρξεν αὐτῷ διενεγκεῖν ἁπάντων τῇ μουσικῇ· ᾧ γε τοσοῦτον περιῆν τῆς τέχνης, ὥστε καὶ θυμὸν ἐγείρειν διὰ τῆς συντόνου καὶ αὐστηρᾶς ἁρμονίας, καὶ μέντοι καὶ χαλᾶν καὶ μαλάττειν πάλιν διὰ τῆς ἀνειμένης, ὁπότε βούλοιτο.

然而提摩太也绝没有放下歌咏而去角力学校中消磨时光;否则,他在乐艺上绝不可能如此凌驾于众人之上——他所拥有的技艺造诣是如此深厚,以致无论何时只要他愿意,既能通过激越严厉的调式唤起激愤之情,又能通过舒缓的调式重新使之松弛温和。

§8.8

ταύτῃ τοι καὶ Ἀλεξάνδρῳ ποτὲ τὸ Φρύγιον ἐπαυλήσαντα, ἐξαναστῆσαι αὐτὸν ἐπὶ τὰ ὅπλα λέγεται μεταξὺ δειπνοῦντα, καὶ ἐπαναγαγεῖν πάλιν πρὸς τοὺς συμπότας, τὴν ἁρμονίαν χαλάσαντα. τοσαύτην ἰσχὺν ἔν τε μουσικῇ καὶ τοῖς γυμνικοῖς ἀγῶσι, πρὸς τὴν τοῦ τέλους κτῆσιν ἡ μελέτη παρέχεται.

正是因此,据说有一次当他为亚历山大吹奏弗里吉亚调式时,竟使正在宴饮中的亚历山大霍然跃起奔向武器;随后他又舒缓音调,将其重新引回同席饮宴者之中。无论在音乐还是在田径竞技中,修练为了达到目的所提供的力量就是如此巨大。

§8.9

Ἐπεὶ δὲ στεφάνων καὶ ἀθλητῶν ἐμνήσθην, ἐκεῖνοι μυρία παθόντες ἐπὶ μυρίοις, καὶ πολλαχόθεν τὴν ῥώμην ἑαυτοῖς συναυξήσαντες, πολλὰ μὲν γυμναστικοῖς ἐνιδρώσαντες πόνοις, πολλὰς δὲ πληγὰς ἐν παιδοτρίβου λαβόντες, δίαιταν δὲ οὐ τὴν ἡδίστην, ἀλλὰ τὴν παρὰ τῶν γυμναστῶν αἱρούμενοι, καὶ τἄλλα, ἵνα μὴ διατρίβω λέγων, οὕτω διάγοντες, ὡς τὸν πρὸ τῆς ἀγωνίας βίον μελέτην εἶναι τῆς ἀγωνίας, τηνικαῦτα ἀποδύονται πρὸς τὸ στάδιον, καὶ πάντα πονοῦσι καὶ κινδυνεύουσιν, ὥστε κοτίνου λαβεῖν στέφανον ἢ σελίνου ἢ ἄλλου τινὸς τῶν τοιούτων καὶ νικῶντες ἀναρρηθῆναι παρὰ τοῦ κήρυκος.

既然我提及了冠冕与竞技者:他们在万千苦难之上又历尽万千苦难,从各方面增强自身的体魄,在体操之劳苦中挥洒无数汗水,在教练手下承受无数次击打,选择的不是最适意的饮食而是教练所规定的膳食;总而言之——免得我费辞多言——他们以此种方式度日,以致赛前的人生全然成为对比赛的修练;直到此时,他们才脱去衣服步入赛场,承受一切辛劳并冒着各种危险,只为了摘得野生橄榄枝、欧芹或诸如此类的冠冕,并由传令官宣布为胜利者。

§8.10

ἡμῖν δέ, οἷς ἆθλα τοῦ βίου πρόκειται οὕτω θαυμαστὰ πλήθει τε καὶ μεγέθει, ὥστε ἀδύνατα εἶναι ῥηθῆναι λόγῳ, ἐπ’ ἄμφω καθεύδουσι4 καὶ κατὰ πολλὴν διαιτωμένοις ἄδειαν, τῇ ἑτέρᾳ λαβεῖν τῶν χειρῶν ὑπάρξει;

然而对于我们而言,摆在眼前的生命奖赏在数量与宏大上皆神妙莫测、非言辞所能尽述,难道在我们高枕安卧、极度优游放任度日的情形下,还能单凭一只手将其轻易摘取吗?

§8.11

πολλοῦ μέντ’ ἂν ἄξιον ἦν ἡ ῥᾳθυμία τῷ βίῳ, καὶ ὅ γε Σαρδανάπαλος τὰ πρῶτα πάντων εἰς εὐδαιμονίαν ἐφέρετο, ἢ καὶ ὁ Μαργίτης, εἰ βούλει, ὃν οὔτ’ ἀροτῆρα οὔτε σκαπτῆρα οὔτε ἄλλο τι τῶν κατὰ τὸν βίον ἐπιτηδείων εἶναι Ὅμηρος ἔφησεν, εἰ δὴ Ὁμήρου ταῦτα.

若果真如此,懒惰在人生中就太有价值了,而萨达那帕卢斯也将在幸福上名列所有人前茅,或者如果你愿意,还有马尔吉忒斯——荷马曾说他既不是耕田者也不是掘地者,在生活中别无所能,如果那些诗句确系荷马所作的话。

§8.12

ἀλλὰ μὴ ἀληθὴς μᾶλλον ὁ τοῦ Πιττακοῦ λόγος,5 ὃς χαλεπὸν ἔφησεν ἐσθλὸν ἔμμεναι; διὰ πολλῶν γὰρ δὴ τῷ ὄντι πόνων διεξελθοῦσι μόλις ἂν τῶν ἀγαθῶν ἐκείνων τυχεῖν ἡμῖν περιγένοιτο, ὧν ἐν τοῖς ἄνω λόγοις οὐδὲν εἶναι παράδειγμα τῶν ἀνθρωπίνων ἐλέγομεν.

然而皮塔科斯之言难道不是更为真确吗?他曾说:“成为贤良之人实属艰难。”因为唯有历经极多的劳苦,我们才可能侥幸获得那些美善之物——我们在前文所言、在人事之中绝无任何比拟的美善之物。

§8.13

οὐ δὴ οὖν ῥᾳθυμητέον ἡμῖν, οὐδὲ τῆς ἐν βραχεῖ ῥᾳστώνης μεγάλας ἐλπίδας ἀνταλλακτέον, εἴπερ μὴ μέλλοιμεν ὀνείδη τε ἕξειν καὶ τιμωρίας ὑφέξειν, οὔ τι παρὰ τοῖς ἀνθρώποις ἐνθάδε, καίτοι καὶ τοῦτο οὐ μικρὸν τῷ γε νοῦν ἔχοντι, ἀλλ’ ἐν τοῖς, εἴτε ὑπὸ γῆν, εἴτε καὶ ὅπου δὴ τοῦ παντὸς ὄντα τυγχάνει, δικαιωτηρίοις. ὡς τῷ μὲν ἀκουσίως τοῦ προσήκοντος ἁμαρτόντι κἂν συγγνώμη τις ἴσως παρὰ τοῦ Θεοῦ γένοιτο· τῷ δὲ ἐξεπίτηδες τὰ χείρω προελομένῳ οὐδεμία παραίτησις, τὸ μὴ οὐχὶ πολλαπλασίω τὴν κόλασιν ὑποσχεῖν.6

因此,我们绝不可懈怠懒惰,亦不可用短暂的安逸去交换崇高的希望,除非我们愿意招致耻辱并承受惩罚——这绝非来自凡世间的人们,尽管对有识之士而言这也并非小事,而是来自那存在于地下或宇宙无论何处的审判之所。因为对于无意中违背本分的人,或许尚能蒙受来自神的一丝宽恕;但对于故意选择恶道之人,则断无任何推脱之辞,可以使其免于承受成倍的严厉惩处。

语法注6 条
  1. 8.2καίτοι τίνα ἔχει λόγον κυβερνήτην μὲν οὐκ εἰκῆ τοῖς πνεύμασιν ἐφιέναι... ἡμᾶς δὲ καὶ τῶν τοιούτων δημιουργῶν ἀπολείπεσθαι, πρός γε τὸ συνορᾶν δύνασθαι τὰ ἡμέτερα;

    由 τίνα ἔχει λόγον(何有道理)所统领的“带对格的不定式结构”(A.c.I.)。以对格为主语的舵手(κυβερνήτην)、弓手(τοξότην)、工匠(χαλκευτικόν...)诸不定式短语,与以 ἡμᾶς 为主语的 ἀπολείπεσθαι(落后、不及)形成对比。介词短语 πρός γε τὸ συνορᾶν δύνασθαι 则表示“在能够洞察自身事务方面”的基准与范畴。

  2. 8.3κατὰ τῶν πλοίων τὰ ἀνερμάτιστα

    介词 κατά 支配对格(τὰ ἀνερμάτιστα),在此表示方式或比喻(“如同……一般”)。中性复数名词化形容词 τὰ ἀνερμάτιστα 与部分属格 τῶν πλοίων 结合,意为“船只中未装载压舱物者”。

  3. 8.6ταχύ γ’ ἂν στεφάνων ἢ δόξης ἔτυχον ἢ διέφυγον τὸ μὴ καταγέλαστοι εἶναι κατὰ τὸ σῶμα;

    此句为修辞性疑问句,使用 ἄν 配合直陈式不定过去时(ἔτυχον, διέφυγον)构成与过去相反的虚拟,表达强烈的否定含义(“难道他们能获得……吗?绝不可能”)。此外,动名词短语 τὸ μὴ καταγέλαστοι εἶναι 作为 διέφυγον 的宾语,在表示逃避、阻止的动词之后按惯用法加用了否定词 μή。

  4. 8.10ἐπ’ ἄμφω καθεύδουσι

    短语 ἐπ’ ἄμφω [τὰ ὦτα] καθεύδειν(两耳朝下而眠)为古典希腊语成语,意指毫无戒备、高枕无忧或彻底的懈怠松弛。此处与后文的 κατὰ πολλὴν διαιτωμένοις ἄδειαν(生活在极大的放任优游中)并列,用以刻画精神上的麻木放纵。

  5. 8.12ἀλλὰ μὴ ἀληθὴς μᾶλλον ὁ τοῦ Πιττακοῦ λόγος;

    由 μή 引导并配合直陈式现在时(或虚拟语气)的犹豫/疑虑性疑问句,用于委婉地提出一种更为确凿的见解:“难道皮塔科斯之言不是更为真实吗?”

  6. 8.14οὐδεμία παραίτησις, τὸ μὴ οὐχὶ πολλαπλασίω τὴν κόλασιν ὑποσχεῖν.

    在否定短语 οὐδεμία παραίτησις(绝无托辞/求告)之后,带冠词的不定式短语采用了双重否定 μὴ οὐ(τὸ μὴ οὐχὶ... ὑποσχεῖν)。由于主句具有否定意义,不定式前依语法惯例重叠使用 μή 与 οὐ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:8.1-8.14