- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:7.1-7.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了古代伟人的高尚践行(伯里克利与欧克莱德的宽容克制、苏格拉底的不予反击、亚历山大的节欲自持、克莱尼亚斯的恪守不誓),论述这些范例与基督信仰的道德诫命完全一致。
Τοὺς μὲν οὖν τῶν λόγων, οἳ τὰς τῶν καλῶν ἔχουσιν ὑποθήκας, οὕτως ἀποδεχώμεθα· ἐπειδὴ δὲ καὶ πράξεις σπουδαῖαι τῶν παλαιῶν ἀνδρῶν ἢ μνήμης ἀκολουθίᾳ πρὸς ἡμᾶς διασῴζονται, ἢ ποιητῶν ἢ συγγραφέων φυλαττόμεναι λόγοις, μηδὲ τῆς ἐντεῦθεν ὠφελείας ἀπολειπώμεθα.
因此,对于那些包含高尚教导的言论,我们就这样接纳吧。然而,既然古人的高尚行为或者由于记忆的承续而流传至我们这里,或者由于诗人与历史家的记载而得以保存,我们也不可错失从中获得的益处。
οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ ἀγορᾶς τις ἀνθρώπων· ὁ δὲ οὐ προσεῖχε· καὶ εἰς πᾶσαν διήρκεσε τὴν ἡμέραν, ὁ μὲν ἀφειδῶς πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, ὁ δέ, οὐ μέλων αὐτῷ.1 εἶτα, ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον μόλις ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς, ὅπως αὐτῷ μὴ διαφθαρείη τὸ πρὸς φιλοσοφίαν γυμνάσιον.
例如,市集上的某个人曾辱骂伯里克利,但他不予理睬;这持续了整整一天,那人毫不留情地用侮辱之言向他倾泻,而他却全然不放在心上。随后,在傍晚已降、天色晦暗之际,当那人终于要离开时,伯里克利派人执火炬护送他,以免自己修习哲学的操练付诸东流。
πάλιν τις Εὐκλείδῃ τῷ Μεγαρόθεν παροξυνθεὶς θάνατον ἠπείλησε καὶ ἐπώμοσεν· ὁ δὲ ἀντώμοσεν ἦ μὴν ἱλεώσασθαι αὐτόν, καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα. πόσου ἄξιον τῶν τοιούτων τι παραδειγμάτων εἰσελθεῖν τὴν μνήμην ἀνδρὸς ὑπὸ ὀργῆς ἤδη κατεχομένου;
又如,某人对墨加拉的欧克莱德勃然大怒,威胁要致他于死地并立下誓言;而欧克莱德却反过来起誓,一定要平息他的怒火,让他不再对自己心怀怨怼。当一个人已被愤怒控制时,这些榜样中的某一个能够涌入记忆,那是何等珍贵之事!
τῇ τραγῳδίᾳ γὰρ οὐ πιστευτέον ἁπλῶς λεγούσῃ, ἐπ’ ἐχθροὺς θυμὸς ὁπλίζει χεῖρα· ἀλλὰ μάλιστα μὲν μηδὲ διανίστασθαι πρὸς θυμὸν τὸ παράπαν· εἰ δὲ μὴ ῥᾴδιον τοῦτο, ἀλλ’ ὥσπερ χαλινὸν αὐτῷ τὸν λογισμὸν ἐμβάλλοντας, μὴ ἐᾶν ἐκφέρεσθαι περαιτέρω.
因为我们绝不能轻信悲剧中所说“愤怒武装起针对敌人的双手”;相反,我们最好根本不要对愤怒有所反应;即使这不容易做到,也要像给它套上缰绳一样戴上理性,不让它进一步失控。
Ἐπαναγάγωμεν δὲ τὸν λόγον αὖθις πρὸς τὰ τῶν σπουδαίων πράξεων παραδείγματα. ἔτυπτέ τις τὸν Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ πρόσωπον ἐμπεσὼν ἀφειδῶς· ὁ δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν εἶναι.
让我们把话头再次引回高尚行为的榜样上来。某人扑向索弗罗尼斯科斯之子苏格拉底,毫不留情地直接殴打他的面部;苏格拉底却没有还手,而是听凭这暴徒宣泄其愤怒,以致他的脸因挨打而肿胀淤血。
ὡς δ’ οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν ὁ Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέγεται, ὥσπερ ἀνδριάντι τὸν δημιουργόν· Ὁ δεῖνα ἐποίει· καὶ τοσοῦτον ἀμύνασθαι. ταῦτα σχεδὸν εἰς ταὐτὸν τοῖς ἡμετέροις φέροντα, πολλοῦ ἄξιον εἶναι μιμήσασθαι τοὺς τηλικούτους φημί. τουτὶ μὲν γὰρ τὸ τοῦ Σωκράτους ἀδελφὸν ἐκείνῳ τῷ παραγγέλματι, ὅτι τῷ τύπτοντι κατὰ τῆς σιαγόνος, καὶ τὴν ἑτέραν παρέχειν προσῆκε· τοσούτου δεῖν ἀπαμύνασθαι.2 τὸ δὲ τοῦ Περικλέους ἢ τὸ Εὐκλείδου, τῷ τοὺς διώκοντας ὑπομένειν καὶ πρᾴως αὐτῶν τῆς ὀργῆς ἀνέχεσθαι, καὶ τῷ τοῖς ἐχθροῖς εὔχεσθαι τὰ ἀγαθά, ἀλλὰ μὴ ἐπαρᾶσθαι. ὡς ὅ γε ἐν τούτοις προπαιδευθεὶς οὐκ ἔτ’ ἂν ἐκείνοις ὡς ἀδυνάτοις διαπιστήσειεν.
据说,当那人停手不再殴打时,苏格拉底没有做别的事,只是在自己的额头上题写道,宛如工匠在雕像上题字一般:“某某所作”;他也仅仅作了这等程度的报复。这些事情与我们信奉的教义几乎归于同一旨归,我认为如此年纪的人效法它们是极具价值的。因为苏格拉底的这一举动与那条诫命可谓同出一辙:“打你脸颊的,把另一边也转过去由他打”才是应当的;遑论报复反击了。而伯里克利或欧克莱德的举动,则与忍受迫害者、温和承受其怒火,以及为敌人祈求福祉而非诅咒他们相契合。凡在这些事上预先受过训育的人,绝不会再将那些诫命视为不可能之事而加以怀疑。
οὐκ ἂν παρέλθοιμι τὸ τοῦ Ἀλεξάνδρου, ὃς τὰς θυγατέρας Δαρείου αἰχμαλώτους λαβὼν θαυμαστόν τι οἷον τὸ κάλλος3 παρέχειν μαρτυρουμένας, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι κρίνων τὸν ἄνδρας ἑλόντα γυναικῶν ἡττηθῆναι. τουτὶ γὰρ εἰς ταὐτὸν ἐκείνῳ φέρει, ὅτι ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος.
我也不能漏掉亚历山大的事迹:他俘获了大流士的女儿们,尽管人们公认她们拥有惊人的绝代美貌,他甚至不屑去瞧上一眼,判定征服男人的英雄被女人击败是可耻的。因为这也归于同一个道理:为了享乐而注视妇女的人,即便未在行动上犯下奸淫,仅仅因将欲望接纳进心灵,就不能免于罪责。
τὸ δὲ τοῦ Κλεινίου, τῶν Πυθαγόρου γνωρίμων ἑνὸς χαλεπὸν πιστεῦσαι ἀπὸ ταὐτομάτου συμβῆναι τοῖς ἡμετέροις, ἀλλ’ οὐχὶ μιμησαμένου σπουδῇ. τί δὲ ἦν ὃ ἐποίησεν ἐκεῖνος; ἐξὸν δι’ ὅρκου τριῶν ταλάντων ζημίαν ἀποφυγεῖν, ὁ δὲ ἀπέτισε4 μᾶλλον ἢ ὤμοσε, καὶ ταῦτα εὐορκεῖν μέλλων· ἀκούσας, ἐμοὶ δοκεῖν, τοῦ προστάγματος τὸν ὅρκον ἡμῖν ἀπαγορεύοντος.
至于毕达哥拉斯的门徒之一克莱尼亚斯的事迹,很难相信他是偶然与我们的教导相吻合,而不是由于刻意的效法。他究竟做了什么呢?他本可以通过起誓来免去三塔兰同的罚金,但他宁愿赔偿也不肯起誓,而且这还是在他本会立下真誓的情况下;依我看,他正是听到了禁止我们起誓的那条诫命。
- 7.2ὁ δέ, οὐ μέλων αὐτῷ
按常规文法此处应为非人称动词 μέλει 的独立宾格(οὐ μέλον αὐτῷ,“对他而言全不在意”),但为了与前句的 ὁ μέν(统辖主格主动分词 πλύνων)形成对举,以句法脱节(破格)的形式使用了主格代词 ὁ δέ 与阳性单数主格分词 μέλων。
- 7.8τοσούτου δεῖν ἀπαμύνασθαι
τοσούτου δεῖν 是由绝对不定式构成的惯用短语,意为“远非如此”或“遑论/谈何(做某事)”,在此强调苏格拉底对于实施报复反击完全没有意图,与前文转过另一边脸受击的诫命遥相呼应。
- 7.9θαυμαστόν τι οἷον τὸ κάλλος
关系代词 οἷος 与不定代名词 τι 结合,构成表示惊叹程度的惯用语,意为“令人惊叹地/不可思议地(美丽)”。在此处修饰 τὸ κάλλος,作为 μαρτυρουμένας 所统辖的不定式 παρέχειν 的宾语。
- 7.10ἐξὸν δι’ ὅρκου τριῶν ταλάντων ζημίαν ἀποφυγεῖν, ὁ δὲ ἀπέτισε
由非人称动词 ἔξεστι 的独立宾格分词 ἐξόν 引导让步分词短语(“尽管本可以通过……免受”),主句则由带有转折连词性质的 ὁ δέ(“但他却赔付了”)接续,鲜明地凸显出原本可行之事与其实际选择之间的反差。
