← 该撒利亚的巴西流

致青年人:论如何从希腊文学中获益

§6.1-6.5

以实际行动践履美德教导的必要性

作者指出应当在实际生活中以行动确证古圣先贤关于美德的教导,将言行不一者比作舞台上的演员和走调的乐器,并引证柏拉图告诫道:徒有善人之名而无善人之实乃是不义的极点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Καὶ σχεδὸν ἅπαντες, ὧν δὴ καὶ λόγος τίς ἐστιν ἐπὶ σοφίᾳ, ἢ μικρὸν ἢ μεῖζον εἰς δύναμιν ἕκαστος ἐν τοῖς ἑαυτῶν συγγράμμασιν ἀρετῆς ἔπαινον διεξῆλθον, οἷς πειστέον καὶ πειρατέον ἐπὶ τοῦ βίου δεικνύναι τοὺς λόγους. ὡς ὅ γε τὴν ἄχρι ῥημάτων παρὰ τοῖς ἄλλοις φιλοσοφίαν ἔργῳ βεβαιῶν, οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι.

而且,几乎所有在智慧上享有某种声誉的人,都或多或少、各自竭尽所能地在自己的著作中详述了对美德的颂扬;我们应当听从他们,并努力在现实生活中践行这些言辞。因为那位以行动确证在其他人那里仅停留在言辞上的哲学的人,“唯独他存有明智,其余的皆如阴影乱窜”。

§6.2

Καί μοι δοκεῖ τὸ τοιοῦτον παραπλήσιον εἶναι, ὥσπερ ἂν εἰ ζωγράφου θαυμαστόν τι οἷον κάλλος ἀνθρώπου μιμησαμένου, ὁ δὲ αὐτὸς εἴη τοιοῦτος ἐπὶ τῆς ἀληθείας,1 οἷον ἐπὶ τῶν πινάκων ἐκεῖνος ἔδειξεν.

依我看,这样的事就如同:一位画家摹画了一个人某种惊人的美貌,而那个人自己在现实中也恰恰如画家在画板上所展示的那样。

§6.3

ἐπεὶ τό γε λαμπρῶς μὲν ἐπαινέσαι τὴν ἀρετὴν εἰς τὸ μέσον καὶ μακροὺς ὑπὲρ αὐτῆς ἀποτείνειν λόγους, ἰδίᾳ δὲ τὸ ἡδὺ πρὸ τῆς σωφροσύνης καὶ τὸ πλέον ἔχειν πρὸ τοῦ δικαίου τιμᾶν, ἐοικέναι φαίην ἂν ἔγωγε τοῖς ἐπὶ σκηνῆς ὑποκρινομένοις τὰ δράματα, οἳ ὡς βασιλεῖς καὶ δυνάσται πολλάκις εἰσέρχονται, οὔτε βασιλεῖς ὄντες οὔτε δυνάσται, οὐδὲ μὲν οὖν τυχὸν ἐλεύθεροι τὸ παράπαν.

因为在公众场合显赫地赞美美德并为其发表长篇演说,而在私底下却将享乐置于自制之上、将多占置于公义之上,我会说这正如在舞台上表演戏剧的演员:他们屡屡以国王和统治者的身份登场,但既不是国王也不是统治者,甚至根本就未必是自由人。

§6.4

εἶτα μουσικὸς μὲν οὐκ ἂν ἑκὼν δέξαιτο ἀνάρμοστον αὐτῷ τὴν λύραν εἶναι, καὶ χοροῦ κορυφαῖος μὴ ὅτι μάλιστα συνᾴδοντα τὸν χορὸν ἔχειν· αὐτὸς δέ τις ἕκαστος διαστασιάσει πρὸς ἑαυτόν, καὶ οὐχὶ τοῖς λόγοις ὁμολογοῦντα τὸν βίον παρέξεται;

再者,乐师绝不会情愿接受自己的竖琴走调,歌队领队也绝不会容忍自己的歌队不尽可能协调齐唱;难道每个人自己却要自相分裂内讧,不使自己的生活与自己的言辞相一致吗?

§6.5

ἀλλ’ ἡ γλῶττα μὲν ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος, κατ’ Εὐριπίδην ἐρεῖ, καὶ τὸ δοκεῖν ἀγαθὸς πρὸ τοῦ εἶναι διώξεται. ἀλλ’ οὗτός ἐστιν ὁ ἔσχατος τῆς ἀδικίας ὅρος, εἴ τι δεῖ Πλάτωνι πείθεσθαι, τὸ δοκεῖν δίκαιον εἶναι μὴ ὄντα.2

难道真要照欧里庇得斯的诗句说:“舌头虽已起誓,心智却未立约”,并追求显得良善而非真正良善吗?然而,如果多少应当相信柏拉图的话,不义的极至界限正是:非义之人却显出正义之相。

语法注2 条
  1. 6.2ὥσπερ ἂν εἰ ζωγράφου θαυμαστόν τι οἷον κάλλος ἀνθρώπου μιμησαμένου, ὁ δὲ αὐτὸς εἴη τοιοῦτος ἐπὶ τῆς ἀληθείας

    由 ὥσπερ ἂν εἰ(仿佛宛如)引导的假定比较句结构。前半句采用属格独立结构(ζωγράφου ... μιμησαμένου)设定假想前提,后半句 ὁ δὲ αὐτὸς εἴη τοιοῦτος 采用希求法作为主句表达虚拟/推测。指示代词短语 ὁ δὲ αὐτός 指代“被画的那个人本身”,与后文代表画家的 ἐκεῖνος 形成对照。

  2. 6.5τὸ δοκεῖν δίκαιον εἶναι μὴ ὄντα

    冠词加不定式短语(τὸ δοκεῖν ...)在句末充当解释性的主语同位语。其中不定式 εἶναι 的表语形容词 δίκαιον 以及否定分词 μὴ ὄντα 之所以为宾格,是因为该不定式在语义上隐含了一个泛指的宾格逻辑主语(τινά),构成宾格补足语结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:6.1-6.5