- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:5.1-5.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明从世俗文学中汲取的最核心内容是对美德的赞美,并援引赫西俄德关于美德之险途、荷马笔下的奥德修斯、梭伦与泰奥格尼斯的诗篇,以及普罗狄科关于赫拉克勒斯抉择的寓言来论证美德的价值。
Καὶ ἐπειδήπερ δι’ ἀρετῆς ἡμᾶς ἐπὶ τὸν βίον καθεῖναι δεῖ τὸν ἡμέτερον, εἰς ταύτην δὲ πολλὰ μὲν ποιηταῖς, πολλὰ δὲ συγγραφεῦσι, πολλῷ δὲ ἔτι πλείω φιλοσόφοις ἀνδρᾶσιν ὕμνηται, τοῖς τοιούτοις τῶν λόγων μάλιστα προσεκτέον.
既然我们必须凭借美德迈向我们的人生,而诗人们对美德多有赞颂,历史散文家对美德多有赞美,哲学家们更是赞颂备至,那么对于此类言辞,我们最当全神贯注。
οὐ μικρὸν γὰρ τὸ ὄφελος οἰκειότητά τινα καὶ συνήθειαν ταῖς τῶν νέων ψυχαῖς τῆς ἀρετῆς ἐγγενέσθαι, ἐπείπερ ἀμετάστατα πέφυκεν εἶναι τὰ τῶν τοιούτων μαθήματα, δι’ ἁπαλότητα τῶν ψυχῶν εἰς βάθος ἐνσημαινόμενα.
因为让某种对美德的亲近与习惯扎根于年轻人的灵魂中,其益处不可谓不大;由于年轻人灵魂的柔嫩,此类学识能深深地铭刻其中,生来便不可磨灭。
ἢ τί ποτε ἄλλο διανοηθέντα τὸν Ἡσίοδον ὑπολάβωμεν ταυτὶ ποιῆσαι τὰ ἔπη ἃ πάντες ᾄδουσιν, ἢ οὐχὶ προτρέποντα τοὺς νέους ἐπ’ ἀρετήν; ὅτι τραχεῖα μὲν πρῶτον καὶ δύσβατος, καὶ ἱδρῶτος συχνοῦ καὶ πόνου πλήρης ἡ πρὸς ἀρετὴν φέρουσα καὶ ἀνάντης ὁδός. διόπερ οὐ παντὸς1 οὔτε προσβῆναι αὐτῇ διὰ τὸ ὄρθιον, οὔτε προσβάντι ῥᾳδίως ἐπὶ τὸ ἄκρον ἐλθεῖν. ἄνω δὲ γενομένῳ ὁρᾶν ὑπάρχει ὡς μὲν λεία τε καὶ καλή, ὡς δὲ ῥᾳδία τε καὶ εὔπορος καὶ τῆς ἑτέρας ἡδίων τῆς ἐπὶ τὴν κακίαν ἀγούσης, ἣν ἀθρόαν εἶναι λαβεῖν ἐκ τοῦ σύνεγγυς, ὁ αὐτὸς οὗτος ποιητὴς ἔφησεν.
否则,赫西俄德在创作人人都传唱的那些诗句时,若不是为了激励年轻人追求美德,我们还能设想他是出于何种意图呢?那条通向美德的陡峭之路,起初既崎岖又难行,且充满了大量的汗水与辛劳;因此,由于其陡峭,绝非任何人都能踏足其上;即便踏足其上,也难以轻易抵达峰顶。然而对于已经登上高处的人来说,便可以看到它是多么平坦美丽,多么轻松顺畅,甚至比通向恶行的另一条路更为惬意;而正如这同一位诗人所言,那条恶行之路从近处便可一举获得。
ἐμοὶ μὲν γὰρ δοκεῖ οὐδὲν ἕτερον ἢ προτρέπων ἡμᾶς ἐπ’ ἀρετὴν καὶ προκαλούμενος ἅπαντας ἀγαθοὺς εἶναι, ταῦτα διελθεῖν, καὶ ὥστε μὴ καταμαλακισθέντας πρὸς τοὺς πόνους, προαποστῆναι τοῦ τέλους. καὶ μέντοι καὶ εἴ τις ἕτερος ἐοικότα τούτοις τὴν ἀρετὴν ὕμνησεν. ὡς εἰς ταὐτὸν ἡμῖν φέροντας τοὺς λόγους ἀποδεχώμεθα.
依我看,他详述这些,无非是劝勉我们追求美德,激励所有人成为善人,并防止我们面对劳苦而意志软弱、在终点前放弃。不仅如此,若有其他人也以类似的方式赞颂美德,我们也当接纳这些言论,视其为与我们志向一致。
Ὡς δ’ ἐγώ τινος ἤκουσα δεινοῦ καταμαθεῖν ἀνδρὸς ποιητοῦ διάνοιαν, πᾶσα μὲν ἡ ποίησις τῷ Ὁμήρῳ ἀρετῆς ἐστιν ἔπαινος, καὶ πάντα αὐτῷ πρὸς τοῦτο φέρει, ὅ τι μὴ πάρεργον, οὐχ ἥκιστα δὲ ἐν οἷς τὸν στρατηγὸν τῶν Κεφαλλήνων πεποίηκε γυμνὸν ἐκ τοῦ ναυαγίου περισῳθέντα, πρῶτον μὲν αἰδέσαι τὴν βασιλίδα φανέντα μόνον· τοσούτου δεῖν2 αἰσχύνην ὀφλῆσαι γυμνὸν ὀφθέντα μόνον, ἐπειδήπερ αὐτὸν ἀρετῇ ἀντὶ ἱματίων κεκοσμημένον ἐποίησε· ἔπειτα μέντοι καὶ τοῖς λοιποῖς Φαίαξι τοσούτου ἄξιον νομισθῆναι, ὥστε ἀφέντας τὴν τρυφὴν ᾗ συνέζων, ἐκεῖνον ἀποβλέπειν καὶ ζηλοῦν ἅπαντας καὶ μηδένα Φαιάκων ἐν τῷ τότε εἶναι ἄλλο τι ἂν εὔξασθαι μᾶλλον ἢ Ὀδυσσέα γενέσθαι, καὶ ταῦτα ἐκ ναυαγίου περισῳθέντα.
正如我曾听一位善于领会诗人意图的智者所言,荷马的整部诗作都是对美德的颂歌,其中凡非枝节的一切,都指向这一目的;尤其是当他描写凯法利尼亚人的领袖从海难中赤身脱险时,那领袖仅仅一露面,就首先令公主心生敬重;他仅因赤身露体被看见而蒙受羞辱之事绝不可能发生,因为诗人让他以美德代替衣裳来修饰自身;不仅如此,随后他还被其余的淮阿喀亚人视为极其尊贵,以至于他们抛弃了一贯共同生活的奢侈生活,所有人都仰望他、羡慕他,当时没有一个淮阿喀亚人祈求别的,而宁愿成为奥德修斯,况且他还是一个从海难中脱险的人。
ἐν τούτοις γὰρ ἔλεγεν ὁ τοῦ ποιητοῦ τῆς διανοίας ἐξηγητὴς μόνον οὐχὶ βοῶντα λέγειν τὸν Ὅμηρον· ὅτι ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ ναυαγήσαντι συνεκνήχεται καὶ ἐπὶ τῆς χέρσου γενόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμόνων Φαιάκων.
因为这位解释诗人意图的人说,在这些情节中,荷马简直是在大声疾呼:“凡人啊,你们应当留心美德,它甚至能与落难者一同游离险境,且当他赤身登上陆地时,能证明他比富足的淮阿喀亚人更加尊贵。”
καὶ γὰρ οὕτως ἔχει. τὰ μὲν ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων τῇδε κἀκεῖσε μεταβαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρετον καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα. ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰπεῖν τό· "Ἀλλ’ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Τῆς ἀρετῆς τὸν πλοῦτον,3 ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί, Χρήματα δ’ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει."
事实确实如此。其余的财富之归属占有者,并不甚于归属任何一个偶然碰上的人,如同在掷色子游戏中一般转来转去;唯独美德在万般财富中是不可剥夺的,无论人活着还是死去,它都长相伴随。正因如此,在我看来梭伦对富人所说的话亦是如此: “然而我们绝不会用美德与他们交换财富,因为美德始终稳固,而人类的钱财则时而属此人,时而属彼人。”
Παραπλήσια δὲ τούτοις καὶ τὰ Θεόγνιδος, ἐν οἷς φησι τὸν θεόν, ὅντινα δὴ καί φησι, τοῖς ἀνθρώποις τὸ τάλαντον ἐπιρρέπειν ἄλλοτε ἄλλως· ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε δὲ μηδὲν ἔχειν.
与此相似的还有泰奥格尼斯的诗句,他在其中说到神——无论他所指的是哪一位神——对人类的命运天平倾斜时而不同:时而富足,时而一无所有。
Καὶ μὴν καὶ ὁ Κεῖός που σοφιστὴς Πρόδικος τῶν ἑαυτοῦ συγγραμμάτων ἀδελφὰ τούτοις εἰς ἀρετὴν καὶ κακίαν ἐφιλοσόφησεν· ᾧ δὴ καὶ αὐτῷ τὴν διάνοιαν προσεκτέον· οὐ γὰρ ἀπόβλητος ὁ ἀνήρ.
再者,凯奥斯岛的智者普罗狄科也在其著作的某处,就美德与恶行阐发了与此同类的哲学义理;对他也应当留意倾听,因为此人绝非无足轻重之辈。
ἔχει δὲ οὕτω πως ὁ λόγος αὐτῷ, ὅσα ἐγὼ τοῦ ἀνδρὸς τῆς διανοίας μέμνημαι, ἐπεὶ τά γε ῥήματα οὐκ ἐπίσταμαι, πλήν γε δὴ ὅτι ἁπλῶς οὕτως εἴρηκεν ἄνευ μέτρου, ὅτι νέῳ ὄντι τῷ Ἡρακλεῖ κομιδῇ καὶ σχεδὸν ταύτην ἄγοντι τὴν ἡλικίαν, ἣν καὶ ὑμεῖς νῦν, βουλευομένῳ ποτέραν τράπηται τῶν ὁδῶν, τὴν διὰ τῶν πόνων ἄγουσαν πρὸς ἀρετὴν ἢ τὴν ῥᾴστην, προσελθεῖν δύο γυναῖκας,4 ταύτας δὲ εἶναι Ἀρετὴν καὶ Κακίαν·
就我所记该人的立意而言,他的故事大致如下——因为具体的字句我并不知晓,只知道他是这样不带格律地平实叙述的:当赫拉克勒斯尚且极为年轻,年纪与你们如今差不多相仿时,正在思量应当选择走哪一条道路——是通过劳苦通向美德之路,还是最为安逸之路——这时有两位妇人走向他,她们便是“美德”
εὐθὺς μὲν οὖν καὶ σιωπώσας ἐμφαίνειν ἀπὸ τοῦ σχήματος τὸ διάφορον· εἶναι γὰρ τὴν μὲν ὑπὸ κομμωτικῆς διεσκευασμένην εἰς κάλλος, καὶ ὑπὸ τρυφῆς διαρρεῖν, καὶ πάντα ἐσμὸν ἡδονῆς ἐξηρτημένην ἄγειν· ταῦτά τε οὖν δεικνύναι, καὶ ἔτι πλείω τούτων ὑπισχνουμένην, ἕλκειν ἐπιχειρεῖν τὸν Ἡρακλέα πρὸς ἑαυτήν· τὴν δ’ ἑτέραν κατεσκληκέναι καὶ αὐχμεῖν καὶ σύντονον βλέπειν καὶ λέγειν τοιαῦτα ἕτερα· ὑπισχνεῖσθαι γὰρ οὐδὲν ἀνειμένον οὐδὲ ἡδύ, ἀλλ’ ἱδρῶτας μυρίους καὶ πόνους καὶ κινδύνους διὰ πάσης ἠπείρου τε καὶ θαλάσσης· ἆθλον δὲ τούτων εἶναι θεὸν γενέσθαι, ὡς ὁ ἐκείνου λόγος· ᾗπερ δὴ καὶ τελευτῶντα τὸν Ἡρακλέα ξυνέπεσθαι.
与“恶行”;于是立刻,她们即便默不作声,也从其体态外貌显出差别:其中一位借由修饰之术装扮得极其妖艳,流露出骄奢之气,带着整群攀附于她的享乐;她展示这些,并许诺给予比这更多的东西,企图将赫拉克勒斯引向自己;而另一位则形容枯槁、衣衫简陋、目光凝重,所说的话语也与此相类;因为她不许诺任何松懈或愉悦之事,反而许诺在整个陆地与海洋上付出无尽的汗水、辛劳与危险;而这些的奖赏乃是成为神明——正如他的叙述所言;赫拉克勒斯最终也确实追随了她。
- 5.4οὐ παντὸς
属格 παντός 为表性质、能力或职责的谓语属格,省略了系动词 ἐστί。与否定词 οὐ 连用,表示“并非人人都能……”、“绝非任何人的能力所及”,不定式 προσβῆναι 是实质上的主语。
- 5.6τοσούτου δεῖν
短语 τοσούτου δεῖν 是类似于 πολλοῦ δεῖν 的绝对不定式习语,意为“远非……”或“非但没有……”。在此处强烈否定其后的 αἰσχύνην ὀφλῆσαι(蒙受耻辱),表示“非但没有仅因赤身被见而蒙受羞辱”。
- 5.9Τῆς ἀρετῆς τὸν πλοῦτον
表示交换的动词 διαμειψόμεθα 支配表示交换代价的属格与宾格。此处 τὸν πλοῦτον 为宾格,τῆς ἀρετῆς 为交换属格,意为“我们绝不会以美德为代价换取财富”。倒装语序使得属格置于宾格之前。
- 5.12προσελθεῖν δύο γυναῖκας
在引述普罗狄科寓言故事的 ὅτι 之后,动词使用了带宾格主语(δύο γυναῖκας)的不定式 προσελθεῖν,从而开启了一连串由间接引语(oratio obliqua)统领的不定式结构,贯穿其后的整个叙述(包括 εἶναι, ἐμφαίνειν, ἕλκειν, κατεσκληκέναι, ὑπισχνεῖσθαι, ξυνέπεσθαι 等)。
