- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:4.1-4.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明了对待世俗文学的原则,劝诫人们摒弃诗人和演说家笔下的恶行与谎言,而应当如同蜜蜂采蜜一般,只吸取与美德和真理相合的有益部分,以使其符合人生的最终目标。
Ἀλλ’ ὅτι μὲν οὐκ ἄχρηστον ψυχαῖς μαθήματα τὰ ἔξωθεν δὴ ταῦτα ἱκανῶς εἴρηται· ὅπως γε μὴν αὐτῶν μεθεκτέον ὑμῖν ἑξῆς ἂν εἴη λέγειν. Πρῶτον μὲν οὖν τοῖς παρὰ τῶν ποιητῶν, ἵν’ ἐντεῦθεν ἄρξωμαι· ἐπεὶ παντοδαποί τινές εἰσι κατὰ τοὺς λόγους, μὴ πᾶσιν ἐφεξῆς προσέχειν τὸν νοῦν· ἀλλ’ ὅταν μὲν τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις ἢ λόγους ὑμῖν διεξίωσιν, ἀγαπᾶν τε καὶ ζηλοῦν, καὶ ὅτι μάλιστα πειρᾶσθαι τοιούτους εἶναι·1 ὅταν δὲ ἐπὶ μοχθηροὺς ἄνδρας ἔλθωσι, τὴν μίμησιν ταύτην δεῖ φεύγειν, ἐπιφρασσομένους τὰ ὦτα, οὐχ ἧττον ἢ τὸν Ὀδυσσέα φασὶν ἐκεῖνοι τὰ τῶν Σειρήνων μέλη. ἡ γὰρ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ πράγματα.
关于这些世俗学识并非对灵魂毫无用处,前文已阐述充分;然而接下来应当说明的,则是你们应当如何汲取它们。 那么首先,且让我从诗人谈起:由于他们的言辞包罗万象、形形色色,切不可对其一概全神贯注。相反,每当他们向你们详述善人的言行时,你们应当热爱并效仿,竭力使自己也成为这样的人;但当他们涉及恶人时,就必须摒弃这种模仿,堵住自己的双耳,其戒备程度不亚于诗人们所说的奥德修斯防范塞壬的歌声。因为习惯于卑劣的言语,乃是通向卑劣行径的途径。
διὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τι λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι.
因此,必须用一切戒备来守护灵魂,免得我们因言辞的欢愉,在不知不觉中接纳了更恶劣的事物,就像那些连同蜂蜜一起服下毒药的人一样。
οὐ τοίνυν ἐπαινεσόμεθα τοὺς ποιητὰς οὐ λοιδορουμένους, οὐ σκώπτοντας, οὐκ ἐρῶντας ἢ μεθύοντας μιμουμένους, οὐχ ὅταν τραπέζῃ πληθούσῃ καὶ ᾠδαῖς ἀνειμέναις τὴν εὐδαιμονίαν ὁρίζωνται. πάντων δὲ ἥκιστα περὶ θεῶν τι διαλεγομένοις προσέξομεν, καὶ μάλισθ’ ὅταν ὡς περὶ πολλῶν τε αὐτῶν διεξίωσι καὶ τούτων οὐδὲ ὁμονοούντων.
因此,当诗人们辱骂、嘲讽、模仿恋爱或沉醉之人时,或者当他们以丰盛的宴席与放纵的歌唱来定义幸福时,我们都不会称赞他们。而当他们谈论神明之事时,我们最不该倾听,尤其是当他们把神明描绘为众多,而且彼此之间甚至不能和睦相处的时候。
ἀδελφὸς γὰρ δὴ παρ’ ἐκείνοις διαστασιάζει πρὸς ἀδελφὸν καὶ γονεὺς πρὸς παῖδας καὶ τούτοις αὖθις πρὸς τοὺς τεκόντας πόλεμός ἐστιν ἀκήρυκτος. μοιχείας δὲ θεῶν καὶ ἔρωτας καὶ μίξεις ἀναφανδόν, καὶ ταύτας γε μάλιστα τοῦ κορυφαίου πάντων καὶ ὑπάτου Διός, ὡς αὐτοὶ λέγουσιν, ἃ κἂν περὶ βοσκημάτων τις λέγων ἐρυθριάσειε, τοῖς ἐπὶ σκηνῆς καταλείψομεν.
因为在他们笔下,兄弟确实反目成仇,父母与子女争斗,而子女与父母之间更是不死不休的战争。至于神明的通奸、情欲以及公开的交合,尤其是他们自己所称的万神之首与至尊者宙斯的这些行径——哪怕用这些来形容牲畜,任何人都会感到脸红——我们且留给舞台上的人吧。
Ταὐτὰ δὴ ταῦτα λέγειν καὶ περὶ συγγραφέων ἔχω, καὶ μάλισθ’ ὅταν ψυχαγωγίας ἕνεκα τῶν ἀκουόντων λογοποιῶσι. καὶ ῥητόρων δὲ τὴν περὶ τὸ ψεύδεσθαι τέχνην οὐ μιμησόμεθα. οὔτε γὰρ ἐν δικαστηρίοις οὔτ’ ἐν ταῖς ἄλλαις πράξεσιν ἐπιτήδειον ἡμῖν τὸ ψεῦδος, τοῖς τὴν ὀρθὴν ὁδὸν καὶ ἀληθῆ προελομένοις τοῦ βίου, οἷς τὸ μὴ δικάζεσθαι νόμῳ προστεταγμένον ἐστίν.
关于历史散文家,我也有完全相同的看法,尤其是当他们为了取悦听众而杜撰故事之时。我们同样不会效仿演说家弄虚作假的技艺。因为无论在法庭上还是在其他事务中,虚伪对我们都毫无益处;我们是选定了笔直而真实的人生道路之人,且按律法被吩咐不可争讼。
ἀλλ’ ἐκεῖνα αὐτῶν μᾶλλον ἀποδεξόμεθα, ἐν οἷς ἀρετὴν ἐπῄνεσαν ἢ πονηρίαν διέβαλον. ὡς γὰρ τῶν ἀνθέων τοῖς μὲν λοιποῖς ἄχρι τῆς εὐωδίας ἢ τῆς χρόας ἐστὶν ἡ ἀπόλαυσις, ταῖς μελίτταις δ’ ἄρα καὶ μέλι λαμβάνειν ἀπ’ αὐτῶν ὑπάρχει, οὕτω δὴ κἀνταῦθα τοῖς μὴ τὸ ἡδὺ καὶ ἐπίχαρι μόνον τῶν τοιούτων λόγων διώκουσιν, ἔστι τινὰ καὶ ὠφέλειαν ἀπ’ αὐτῶν εἰς τὴν ψυχὴν ἀποθέσθαι.
相反,我们更当接纳他们著作中那些赞美美德或斥责邪恶的部分。因为正如花朵之于其他人,其享乐仅限于香气与色彩,而蜜蜂却能从中采得蜂蜜一样;在此对于那些并非只追求此类文字之悦乐与优雅的人而言,同样可以从中为灵魂储蓄某种益处。
κατὰ πᾶσαν δὴ οὖν τῶν μελιττῶν τὴν εἰκόνα τῶν λόγων ὑμῖν μεθεκτέον. ἐκεῖναί τε γὰρ οὔτε ἅπασι τοῖς ἄνθεσι παραπλησίως ἐπέρχονται, οὔτε μὴν οἷς ἂν ἐπιπτῶσιν, ὅλα φέρειν ἐπιχειροῦσιν, ἀλλ’ ὅσον αὐτῶν ἐπιτήδειον πρὸς τὴν ἐργασίαν λαβοῦσαι, τὸ λοιπὸν χαίρειν ἀφῆκαν.2
因此,你们必须完全依照蜜蜂的譬喻来汲取这些文字。因为蜜蜂既非对所有的花朵一视同仁地采集,也不会试图将所落之处的花朵全部搬走,而是取其适宜于劳作的分量,余下的便弃之不顾。
ἡμεῖς τε, ἢν σωφρονῶμεν, ὅσον οἰκεῖον ἡμῖν καὶ συγγενὲς τῇ ἀληθείᾳ παρ’ αὐτῶν κομισάμενοι, ὑπερβησόμεθα τὸ λειπόμενον. καὶ καθάπερ τῆς ῥοδωνιᾶς τοῦ ἄνθους δρεψάμενοι τὰς ἀκάνθας ἐκκλίνομεν, οὕτω καὶ ἐπὶ τῶν τοιούτων λόγων ὅσον χρήσιμον καρπωσάμενοι, τὸ βλαβερὸν φυλαξώμεθα.
我们若明智,也当从他们那里获取适合我们且与真理相合的部分,将其余的一略而过。正如采摘蔷薇的花朵时避开尖刺一样,在对待此类言辞时,我们也要采收其有用之物,防范有害之物。
εὐθὺς οὖν ἐξ ἀρχῆς ἐπισκοπεῖν ἕκαστον τῶν μαθημάτων καὶ συναρμόζειν τῷ τέλει προσῆκε, κατὰ τὴν Δωρικὴν παροιμίαν τὸν λίθον ποτὶ τὰν σπάρτον ἄγοντας.3
因此,正如多利安谚语所云“依准绳而修顽石”,从一开始就应当审察每一门学问,使其与终极目标相协调。
- 4.1Πρῶτον μὲν οὖν τοῖς παρὰ τῶν ποιητῶν, ἵν’ ἐντεῦθεν ἄρξωμαι· ἐπεὶ παντοδαποί τινές εἰσι κατὰ τοὺς λόγους, μὴ πᾶσιν ἐφεξῆς προσέχειν τὸν νοῦν· ἀλλ’ ὅταν μὲν τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις ἢ λόγους ὑμῖν διεξίωσιν, ἀγαπᾶν τε καὶ ζηλοῦν, καὶ ὅτι μάλιστα πειρᾶσθαι τοιούτους εἶναι·
句首的 τοῖς παρὰ τῶν ποιητῶν 指代“来自诗人的作品/言辞”,在语义上统摄并连接后续的一系列不定式 μὴ προσέχειν、ἀγαπᾶν、ζηλοῦν 以及 πειρᾶσθαι。这些不定式在此作祈使不定式(用于表达命令或劝诫),直接向青年读者提出具体的阅读守则。
- 4.8τὸ λοιπὸν χαίρειν ἀφῆκαν
χαίρειν ἀφῆκαν 是惯用语 χαίρειν ἐάω / χαίρειν ἀφίημι(“道别”、“置之不顾”、“舍弃”)的不定过去时形式。字面意义为“听凭其余部分欢喜(安好)”,在此生动地描绘了蜜蜂采其所需之后,便将花朵的其余部分弃之不理。
- 4.10τὸν λίθον ποτὶ τὰν σπάρτον ἄγοντας
宾格分词 ἄγοντας 是前置词短语 κατὰ τὴν Δωρικὴν παροιμίαν(依多利安谚语)中所引用的格言的一部分。它在语法上与非人称动词 προσῆκε 之后的不定式(ἐπισκοπεῖν 和 συναρμόζειν)的逻辑主语(宾格的 ἡμᾶς)在格上保持一致。字面意思为“把石头引向准绳”,比喻根据既定标准来裁切材料,即让各项学问严格契合最终的目标。
