- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:3.1-3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了对比世俗学问与基督教教义的益处,将世俗智慧比作保护与衬托真理果实的绿叶,并举出摩西和但以理研习异邦知识的先例。
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν1 τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.
因此,如果这些学说彼此之间确实存在某种共通之处,那么我们认识它们便大有裨益;即便并非如此,至少将它们并列放置来辨明差异,对于确证更优越者而言也非同小可。
τίνι μέντοι καὶ παρεικάσας τῶν παιδεύσεων ἑκατέραν, τῆς εἰκόνος ἂν τύχοις; ἦπου καθάπερ φυτοῦ οἰκεία μὲν ἀρετὴ τῷ καρπῷ βρύειν ὡραίῳ, φέρει δέ τινα κόσμον καὶ φύλλα τοῖς κλάδοις περισειόμενα, οὕτω δὴ καὶ ψυχῇ προηγουμένως μὲν καρπὸς ἡ ἀλήθεια, οὐκ ἄχαρί γε μὴν οὐδὲ τὴν θύραθεν σοφίαν περιβεβλῆσθαι, οἷόν τινα φύλλα σκέπην τε τῷ καρπῷ καὶ ὄψιν οὐκ ἄωρον παρεχόμενα.
然而,究竟将这两种教育各自比作什么,才能得到恰当的比喻呢?想必就如同植物本有的卓越在于结满应季的果实,但在枝头摇曳的树叶也带来某种装饰一样,对于灵魂而言,首要的果实固然是真理,但披上世俗的智慧也绝非毫无雅趣,正如树叶既为果实提供庇护,又赋予其合时宜的外观。
λέγεται τοίνυν καὶ Μωϋσῆς ἐκεῖνος ὁ πάνυ, οὗ μέγιστόν ἐστιν ἐπὶ σοφίᾳ παρὰ πᾶσιν ἀνθρώποις ὄνομα, τοῖς Αἰγυπτίων μαθήμασιν ἐγγυμνασάμενος τὴν διάνοιαν, οὕτω προσελθεῖν2 τῇ θεωρίᾳ τοῦ Ὄντος.
因此相传,因智慧而在全人类中享有至高盛名的那位著名摩西,也是在用埃及人的学识锻炼了心智之后,才得以如此走向对“自有者”的观照。
παραπλησίως δὲ τούτῳ, κἀν τοῖς κάτω χρόνοις, τὸν σοφὸν Δανιὴλ ἐπὶ Βαβυλῶνός φασι τὴν σοφίαν Χαλδαίων καταμαθόντα, τότε τῶν θείων ἅψασθαι παιδευμάτων.
与他相似,在后世的时代里,据说智者但以理也是在巴比伦研习了迦勒底人的智慧之后,才进而触及神圣的训诫。
- 3.1τό γε παράλληλα θέντας καταμαθεῖν
分词 θέντας 为阳性复数宾格,与冠词修饰的不定式 καταμαθεῖν 的逻辑主语(即未明言的泛指人称或第一人称复数“我们”)在格上保持一致。主句省略了系动词 ἐστίν,整个冠词不定式短语充当 οὐ μικρὸν [ἐστίν] 的主语。
- 3.3λέγεται τοίνυν καὶ Μωϋσῆς ἐκεῖνος ὁ πάνυ... οὕτω προσελθεῖν
转述动词 λέγεται 采用的人称构式(personal construction)。此处未用非人称结构(即 λέγεται 带宾格不定式“据说摩西……”),而是将主语 Μωϋσῆς 置为主格作 λέγεται 的语法主语,并与不定式 προσελθεῖν 连用(即“名高望重的摩西被说成是如此走向……”)。
