- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:2.1-2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将现世人生的微不足道与来世至善进行对比,论述了青年在能够直接领悟基督教深奥教义之前,应将世俗异教文学作为灵魂之眼的预备训练。
Ἡμεῖς, ὦ παῖδες, οὐδὲν εἶναι χρῆμα1 παντάπασι τὸν ἀνθρώπινον βίον τοῦτον ὑπολαμβάνομεν, οὔτ’ ἀγαθόν τι νομίζομεν ὅλως, οὔτ’ ὀνομάζομεν, ὃ τὴν συντέλειαν ἡμῖν ἄχρι τούτου παρέχεται.
孩子们,我们认为这属人的生命全然算不得什么,也根本不把那仅在此生为止为我们提供效用的东西视为或称为善。
οὔκουν προγόνων περιφάνειαν, οὐκ ἰσχὺν σώματος, οὐ κάλλος, οὐ μέγεθος, οὐ τὰς παρὰ πάντων ἀνθρώπων τιμάς, οὐ βασιλείαν αὐτήν, οὐχ ὅ τι ἂν εἴποι τις τῶν ἀνθρωπίνων μέγα, ἀλλ’ οὐδὲ εὐχῆς ἄξιον κρίνομεν, ἢ τοὺς ἔχοντας ἀποβλέπομεν, ἀλλ’ ἐπὶ μακρότερον πρόϊμεν ταῖς ἐλπίσι, καὶ πρὸς ἑτέρου βίου παρασκευὴν ἅπαντα πράττομεν.
因此,祖先的显赫、身体的强健、俊美、高大、来自所有人的尊荣、王权本身,以及凡有人在人事中所能称之为伟大的事物,我们甚至不认为值得一求,亦不欣羡拥有它们的人;相反,我们带着希望走得更远,并为着另一种生命的预备而行一切事。
ἃ μὲν οὖν ἂν συντελῇ πρὸς τοῦτον ἡμῖν, ἀγαπᾶν τε καὶ διώκειν παντὶ σθένει χρῆναί φαμεν, τὰ δὲ οὐκ ἐξικνούμενα πρὸς ἐκεῖνον, ὡς οὐδενὸς ἄξια παρορᾶν. τίς δὴ οὖν οὗτος ὁ βίος καὶ ὅπη καὶ ὅπως αὐτὸν βιωσόμεθα, μακρότερον μὲν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν ἐφικέσθαι, μειζόνων δὲ ἢ καθ’ ὑμᾶς ἀκροατῶν ἀκοῦσαι.2
因此,凡是对我们通往这〔另一种〕生命有助益的事物,我们主张应当竭尽全力予以珍爱和追求;而凡是无法达到那生命的事物,则当视若无物予以忽视。那么,这生命究竟是什么,我们在何处、以何种方式度过它,若要探讨,实非当下的意图所能企及,且需比你们更成熟的听众来聆听。
τοσοῦτόν γε μὴν εἰπὼν ἱκανῶς ἂν ἴσως ὑμῖν ἐνδειξαίμην, ὅτι πᾶσαν ὁμοῦ τὴν ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι, τῷ λόγῳ τις συλλαβὼν καὶ εἰς ἓν ἀθροίσας εὐδαιμονίαν, οὐδὲ πολλοστῷ μέρει τῶν ἀγαθῶν ἐκείνων εὑρήσει παρισουμένην, ἀλλὰ πλεῖον τοῦ ἐν ἐκείνοις ἐλαχίστου τὰ σύμπαντα τῶν τῇδε καλῶν κατὰ τὴν ἀξίαν ἀφεστηκότα, ἢ καθ’ ὅσον3 σκιὰ καὶ ὄναρ τῶν ἀληθῶν ἀπολείπεται.
不过,单单说出这些,我也许就能向你们充分说明:若有人用言论概括并聚拢起自人类存在以来的全部幸福,他会发现这甚至无法与那些美善的极小一部分相匹敌,而此处所有美好的事物在价值上与彼处最小的事物相去之远,甚于影子和梦幻之不如实物。
μᾶλλον δὲ ἵν’ οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, ὅσῳ ψυχὴ τοῖς πᾶσι τιμιωτέρα σώματος, τοσούτῳ καὶ τῶν βίων ἑκατέρων ἐστὶ τὸ διάφορον. εἰς δὴ τοῦτον ἄγουσι μὲν ἱεροὶ λόγοι, δι’ ἀπορρήτων ἡμᾶς ἐκπαιδεύοντες.
或者,为了用一个更贴切的譬喻:灵魂在一切方面比身体尊贵多少,两种生命之间的差别也就有多大。诚然,神圣的话语正是引导我们走向这生命,通过奥秘来训导我们。
ἕως γε μὴν ὑπὸ τῆς ἡλικίας ἐπακούειν τοῦ βάθους τῆς διανοίας αὐτῶν οὐχ οἷόν τε, ἐν ἑτέροις οὐ πάντη διεστηκόσιν, ὥσπερ ἐν σκιαῖς τισι καὶ κατόπτροις, τῷ τῆς ψυχῆς ὄμματι τέως προγυμναζόμεθα, τοὺς ἐν τοῖς τακτικοῖς τὰς μελέτας ποιουμένους μιμούμενοι, οἵ γε ἐν χειρονομίαις καὶ ὀρχήσεσι τὴν ἐμπειρίαν κτησάμενοι, ἐπὶ τῶν ἀγώνων τοῦ ἐκ τῆς παιδιᾶς ἀπολαύουσι κέρδους.
然而,只要因着年纪尚幼而无法领悟其思想的深奥,我们暂且先借着其他并非全然隔绝的事物,如同在影子与镜子中一般,预先锻炼灵魂的眼睛,正如模仿那些在兵法中进行操练的人:他们在手势动作和舞蹈中掌握了经验,便在真正的较量中享受到戏耍操练带来的收益。
καὶ ἡμῖν δὴ οὖν ἀγῶνα προκεῖσθαι πάντων ἀγώνων μέγιστον νομίζειν χρεών, ὑπὲρ οὗ πάντα ποιητέον ἡμῖν καὶ πονητέον εἰς δύναμιν ἐπὶ τὴν τούτου παρασκευήν, καὶ ποιηταῖς καὶ λογοποιοῖς καὶ ῥήτορσι καὶ πᾶσιν ἀνθρώποις ὁμιλητέον, ὅθεν ἂν μέλλῃ πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ὠφέλειά τις ἔσεσθαι.
因此,我们也必须认为,摆在我们面前的是一切竞赛中最大的竞赛,为了它,我们必须尽己所能做一切事并劳作以作预备;并且我们应当与诗人、散文家、演说家,以及一切可能对顾惜灵魂有所裨益的人交往。
ὥσπερ οὖν οἱ δευσοποιοὶ παρασκευάσαντες πρότερον θεραπείαις τισὶν ὅ τι ποτ’ ἂν ᾖ τὸ δεξόμενον τὴν βαφήν, οὕτω τὸ ἄνθος ἐπάγουσιν, ἄν τε ἁλουργὸν ἄν τέ τι ἕτερον ᾖ, τὸν αὐτὸν δὴ καὶ ἡμεῖς τρόπον, εἰ μέλλοι ἀνέκπλυτος ἡμῖν ἅπαντα τὸν χρόνον ἡ τοῦ καλοῦ παραμένειν δόξα, τοῖς ἔξω δὴ τούτοις προτελεσθέντες, τηνικαῦτα τῶν ἱερῶν καὶ ἀπορρήτων ἐπακουσόμεθα παιδευμάτων·4 καὶ οἷον ἐν ὕδατι τὸν ἥλιον ὁρᾶν ἐθισθέντες, οὕτως αὐτῷ προσβαλοῦμεν τῷ φωτὶ τὰς ὄψεις.
正如染工们先用某些处理方法预备好任何将要吸收染料之物,然后才施加色泽——无论是紫红色还是其他颜色——完全以同样的方式,我们若要使对美善的信念在整段时间中对我们保持不可洗褪,就应当先在这些世俗学问中受初步训练,到那时再去聆听神圣与秘奥的教诲;并且就如同习惯了看水中的太阳一样,我们再这样将目光投向那光明本身。
- 2.1οὐδὲν εἶναι χρῆμα
短语 οὐδὲν χρῆμα 字面意为“无物”,是表示“微不足道之物”或“全无价值之事”的习语。在此作不定式 εἶναι 的谓语名词,受词 τὸν ἀνθρώπινον βίον τοῦτον 为其主语,指人世生命全然算不得什么。
- 2.3μακρότερον μὲν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν ἐφικέσθαι, μειζόνων δὲ ἢ καθ’ ὑμᾶς ἀκροατῶν ἀκοῦσαι
比较级(μακρότερον, μειζόνων)后接 ἤ κατὰ... 与不定式(ἐφικέσθαι, ἀκοῦσαι),构成表示“超出……限度以致不能……”的固定比例比较结构。前一分句意为超出当下的意旨,后一分句中 μειζόνων 与 ἀκροατῶν 搭配,表示需要比年轻听众更成熟的受众方能领会。
- 2.4πλεῖον τοῦ ἐν ἐκείνοις ἐλαχίστου τὰ σύμπαντα τῶν τῇδε καλῶν κατὰ τὴν ἀξίαν ἀφεστηκότα, ἢ καθ’ ὅσον
间接引语中隶属于动词 εὑρήσει 的分词结构:中性复数分词 ἀφεστηκότα 与受词主语 τὰ σύμπαντα τῶν τῇδε καλῶν 一致。表示分离的属格 τοῦ ἐν ἐκείνοις ἐλαχίστου 受 ἀφεστηκότα 支配,外围通过比较结构 πλεῖον ... ἢ καθ’ ὅσον 连接(“远甚于……的程度”)。
- 2.8εἰ μέλλοι ἀνέκπλυτος ἡμῖν ἅπαντα τὸν χρόνον ἡ τοῦ καλοῦ παραμένειν δόξα, τοῖς ἔξω δὴ τούτοις προτελεσθέντες, τηνικαῦτα τῶν ἱερῶν καὶ ἀπορρήτων ἐπακουσόμεθα παιδευμάτων
混合条件句:条件从句使用祈愿语气(εἰ μέλλοι),主句使用带状语分词 προτελεσθέντες 的将来直陈语气(ἐπακουσόμεθα)。μέλλω + 不定式表达目的或企图(“如果想要……保持”),而 τηνικαῦτα(“届时方才”)强调了在染布比喻中必须经历的前置顺序。
